ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 10,
στἰχοι 8-22
8 καὶ εἰ̃δον τὰ χερουβιν ὁμοίωμα χειρω̃ν ἀνθρώπων ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν |
9 καὶ εἰ̃δον καὶ ἰδοὺ τροχοὶ τέσσαρες εἱστήκεισαν ἐχόμενοι τω̃ν χερουβιν τροχὸς εἱ̃ς ἐχόμενος χερουβ ἑνός καὶ ἡ ὄψις τω̃ν τροχω̃ν ὡς ὄψις λίθου ἄνθρακος |
10 καὶ ἡ ὄψις αὐτω̃ν ὁμοίωμα ἓν τοι̃ς τέσσαρσιν ὃν τρόπον ὅταν ἠ̨̃ τροχὸς ἐν μέσω̨ τροχου̃ |
11 ἐν τω̨̃ πορεύεσθαι αὐτὰ εἰς τὰ τέσσαρα μέρη αὐτω̃ν ἐπορεύοντο οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτά ὅτι εἰς ὃν ἂν τόπον ἐπέβλεψεν ἡ ἀρχὴ ἡ μία ἐπορεύοντο καὶ οὐκ ἐπέστρεφον ἐν τω̨̃ πορεύεσθαι αὐτά |
12 καὶ οἱ νω̃τοι αὐτω̃ν καὶ αἱ χει̃ρες αὐτω̃ν καὶ αἱ πτέρυγες αὐτω̃ν καὶ οἱ τροχοὶ πλήρεις ὀφθαλμω̃ν κυκλόθεν τοι̃ς τέσσαρσιν τροχοι̃ς αὐτω̃ν |
13 τοι̃ς δὲ τροχοι̃ς τούτοις ἐπεκλήθη Γελγελ ἀκούοντός μου |
|
15 καὶ ἠ̃ραν τὰ χερουβιν του̃το τὸ ζω̨̃ον ὃ εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ |
16 καὶ ἐν τω̨̃ πορεύεσθαι τὰ χερουβιν ἐπορεύοντο οἱ τροχοί καὶ οὑ̃τοι ἐχόμενοι αὐτω̃ν καὶ ἐν τω̨̃ ἐξαίρειν τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν του̃ μετεωρίζεσθαι ἀπὸ τη̃ς γη̃ς οὐκ ἐπέστρεφον οἱ τροχοὶ αὐτω̃ν |
17 ἐν τω̨̃ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τω̨̃ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ' αὐτω̃ν διότι πνευ̃μα ζωη̃ς ἐν αὐτοι̃ς ἠ̃ν |
18 καὶ ἐξη̃λθεν δόξα κυρίου ἀπὸ του̃ οἴκου καὶ ἐπέβη ἐπὶ τὰ χερουβιν |
19 καὶ ἀνέλαβον τὰ χερουβιν τὰς πτέρυγας αὐτω̃ν καὶ ἐμετεωρίσθησαν ἀπὸ τη̃ς γη̃ς ἐνώπιον ἐμου̃ ἐν τω̨̃ ἐξελθει̃ν αὐτὰ καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτω̃ν καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τη̃ς πύλης οἴκου κυρίου τη̃ς ἀπέναντι καὶ δόξα θεου̃ Ισραηλ ἠ̃ν ἐπ' αὐτω̃ν ὑπεράνω |
20 του̃το τὸ ζω̨̃όν ἐστιν ὃ εἰ̃δον ὑποκάτω θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ ἔγνων ὅτι χερουβιν ἐστίν |
21 τέσσαρα πρόσωπα τω̨̃ ἑνί καὶ ὀκτὼ πτέρυγες τω̨̃ ἑνί καὶ ὁμοίωμα χειρω̃ν ἀνθρώπου ὑποκάτωθεν τω̃ν πτερύγων αὐτω̃ν |
22 καὶ ὁμοίωσις τω̃ν προσώπων αὐτω̃ν ταυ̃τα τὰ πρόσωπά ἐστιν ἃ εἰ̃δον ὑποκάτω τη̃ς δόξης θεου̃ Ισραηλ ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ αὐτὰ ἕκαστον κατὰ πρόσωπον αὐτω̃ν ἐπορεύοντο |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.