1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου ἐν μέσω̨ τω̃ν ἀδικιω̃ν αὐτω̃ν σὺ κατοικει̃ς οἳ ἔχουσιν ὀφθαλμοὺς του̃ βλέπειν καὶ οὐ βλέπουσιν καὶ ὠ̃τα ἔχουσιν του̃ ἀκούειν καὶ οὐκ ἀκούουσιν διότι οἰ̃κος παραπικραίνων ἐστίν |
3 καὶ σύ υἱὲ ἀνθρώπου ποίησον σεαυτω̨̃ σκεύη αἰχμαλωσίας ἡμέρας ἐνώπιον αὐτω̃ν καὶ αἰχμαλωτευθήση̨ ἐκ του̃ τόπου σου εἰς ἕτερον τόπον ἐνώπιον αὐτω̃ν ὅπως ἴδωσιν διότι οἰ̃κος παραπικραίνων ἐστίν |
4 καὶ ἐξοίσεις τὰ σκεύη σου ὡς σκεύη αἰχμαλωσίας ἡμέρας κατ' ὀφθαλμοὺς αὐτω̃ν καὶ σὺ ἐξελεύση̨ ἑσπέρας ὡς ἐκπορεύεται αἰχμάλωτος |
5 ἐνώπιον αὐτω̃ν διόρυξον σεαυτω̨̃ εἰς τὸν τοι̃χον καὶ διεξελεύση̨ δι' αὐτου̃ |
6 ἐνώπιον αὐτω̃ν ἐπ' ὤμων ἀναλημφθήση̨ καὶ κεκρυμμένος ἐξελεύση̨ τὸ πρόσωπόν σου συγκαλύψεις καὶ οὐ μὴ ἴδη̨ς τὴν γη̃ν διότι τέρας δέδωκά σε τω̨̃ οἴκω̨ Ισραηλ |
7 καὶ ἐποίησα οὕτως κατὰ πάντα ὅσα ἐνετείλατό μοι καὶ σκεύη ἐξήνεγκα ὡς σκεύη αἰχμαλωσίας ἡμέρας καὶ ἑσπέρας διώρυξα ἐμαυτω̨̃ τὸν τοι̃χον καὶ κεκρυμμένος ἐξη̃λθον ἐπ' ὤμων ἀνελήμφθην ἐνώπιον αὐτω̃ν |
8 καὶ ἐγένετο λόγος κυρίου πρός με τὸ πρωὶ λέγων |
9 υἱὲ ἀνθρώπου οὐκ εἰ̃παν πρὸς σὲ ὁ οἰ̃κος του̃ Ισραηλ οἰ̃κος ὁ παραπικραίνων τί σὺ ποιει̃ς |
10 εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος κύριος ὁ ἄρχων καὶ ὁ ἀφηγούμενος ἐν Ιερουσαλημ καὶ παντὶ οἴκω̨ Ισραηλ οἵ εἰσιν ἐν μέσω̨ αὐτω̃ν |
11 εἰπὸν ὅτι ἐγὼ τέρατα ποιω̃ ἐν μέσω̨ αὐτη̃ς ὃν τρόπον πεποίηκα οὕτως ἔσται αὐτοι̃ς ἐν μετοικεσία̨ καὶ ἐν αἰχμαλωσία̨ πορεύσονται |
12 καὶ ὁ ἄρχων ἐν μέσω̨ αὐτω̃ν ἐπ' ὤμων ἀρθήσεται καὶ κεκρυμμένος ἐξελεύσεται διὰ του̃ τοίχου καὶ διορύξει του̃ ἐξελθει̃ν αὐτὸν δι' αὐτου̃ τὸ πρόσωπον αὐτου̃ συγκαλύψει ὅπως μὴ ὁραθη̨̃ ὀφθαλμω̨̃ καὶ αὐτὸς τὴν γη̃ν οὐκ ὄψεται |
13 καὶ ἐκπετάσω τὸ δίκτυόν μου ἐπ' αὐτόν καὶ συλλημφθήσεται ἐν τη̨̃ περιοχη̨̃ μου καὶ ἄξω αὐτὸν εἰς Βαβυλω̃να εἰς γη̃ν Χαλδαίων καὶ αὐτὴν οὐκ ὄψεται καὶ ἐκει̃ τελευτήσει |
14 καὶ πάντας τοὺς κύκλω̨ αὐτου̃ τοὺς βοηθοὺς αὐτου̃ καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτου̃ διασπερω̃ εἰς πάντα ἄνεμον καὶ ῥομφαίαν ἐκκενώσω ὀπίσω αὐτω̃ν |
15 καὶ γνώσονται διότι ἐγὼ κύριος ἐν τω̨̃ διασκορπίσαι με αὐτοὺς ἐν τοι̃ς ἔθνεσιν καὶ διασπερω̃ αὐτοὺς ἐν ται̃ς χώραις |
16 καὶ ὑπολείψομαι ἐξ αὐτω̃ν ἄνδρας ἀριθμω̨̃ ἐκ ῥομφαίας καὶ ἐκ λιμου̃ καὶ ἐκ θανάτου ὅπως ἐκδιηγω̃νται πάσας τὰς ἀνομίας αὐτω̃ν ἐν τοι̃ς ἔθνεσιν οὑ̃ εἰσήλθοσαν ἐκει̃ καὶ γνώσονται ὅτι ἐγὼ κύριος |
17 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
18 υἱὲ ἀνθρώπου τὸν ἄρτον σου μετ' ὀδύνης φάγεσαι καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίεσαι |
19 καὶ ἐρει̃ς πρὸς τὸν λαὸν τη̃ς γη̃ς τάδε λέγει κύριος τοι̃ς κατοικου̃σιν Ιερουσαλημ ἐπὶ τη̃ς γη̃ς του̃ Ισραηλ τοὺς ἄρτους αὐτω̃ν μετ' ἐνδείας φάγονται καὶ τὸ ὕδωρ αὐτω̃ν μετὰ ἀφανισμου̃ πίονται ὅπως ἀφανισθη̨̃ ἡ γη̃ σὺν πληρώματι αὐτη̃ς ἐν ἀσεβεία̨ γὰρ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃ |
20 καὶ αἱ πόλεις αὐτω̃ν αἱ κατοικούμεναι ἐξερημωθήσονται καὶ ἡ γη̃ εἰς ἀφανισμὸν ἔσται καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος |
21 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
22 υἱὲ ἀνθρώπου τίς ὑμι̃ν ἡ παραβολὴ αὕτη ἐπὶ τη̃ς γη̃ς του̃ Ισραηλ λέγοντες μακρὰν αἱ ἡμέραι ἀπόλωλεν ὅρασις |
23 διὰ του̃το εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος ἀποστρέψω τὴν παραβολὴν ταύτην καὶ οὐκέτι μὴ εἴπωσιν τὴν παραβολὴν ταύτην οἰ̃κος του̃ Ισραηλ ὅτι λαλήσεις πρὸς αὐτούς ἠγγίκασιν αἱ ἡμέραι καὶ λόγος πάσης ὁράσεως |
24 ὅτι οὐκ ἔσται ἔτι πα̃σα ὅρασις ψευδὴς καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ |
25 διότι ἐγὼ κύριος λαλήσω τοὺς λόγους μου λαλήσω καὶ ποιήσω καὶ οὐ μὴ μηκύνω ἔτι ὅτι ἐν ται̃ς ἡμέραις ὑμω̃ν οἰ̃κος ὁ παραπικραίνων λαλήσω λόγον καὶ ποιήσω λέγει κύριος |
26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
27 υἱὲ ἀνθρώπου ἰδοὺ οἰ̃κος Ισραηλ ὁ παραπικραίνων λέγοντες λέγουσιν ἡ ὅρασις ἣν οὑ̃τος ὁρα̨̃ εἰς ἡμέρας πολλάς καὶ εἰς καιροὺς μακροὺς οὑ̃τος προφητεύει |
28 διὰ του̃το εἰπὸν πρὸς αὐτούς τάδε λέγει κύριος οὐ μὴ μηκύνωσιν οὐκέτι πάντες οἱ λόγοι μου οὓς ἂν λαλήσω λαλήσω καὶ ποιήσω λέγει κύριος |