ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 13,
στἰχοι 10-15
10 ἀνθ' ὡ̃ν τὸν λαόν μου ἐπλάνησαν λέγοντες εἰρήνη εἰρήνη καὶ οὐκ ἠ̃ν εἰρήνη καὶ οὑ̃τος οἰκοδομει̃ τοι̃χον καὶ αὐτοὶ ἀλείφουσιν αὐτόν εἰ πεσει̃ται |
11 εἰπὸν πρὸς τοὺς ἀλείφοντας πεσει̃ται καὶ ἔσται ὑετὸς κατακλύζων καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὐτω̃ν καὶ πεσου̃νται καὶ πνευ̃μα ἐξαι̃ρον καὶ ῥαγήσεται |
12 καὶ ἰδοὺ πέπτωκεν ὁ τοι̃χος καὶ οὐκ ἐρου̃σιν πρὸς ὑμα̃ς που̃ ἐστιν ἡ ἀλοιφὴ ὑμω̃ν ἣν ἠλείψατε |
13 διὰ του̃το τάδε λέγει κύριος καὶ ῥήξω πνοὴν ἐξαίρουσαν μετὰ θυμου̃ καὶ ὑετὸς κατακλύζων ἐν ὀργη̨̃ μου ἔσται καὶ τοὺς λίθους τοὺς πετροβόλους ἐν θυμω̨̃ ἐπάξω εἰς συντέλειαν |
14 καὶ κατασκάψω τὸν τοι̃χον ὃν ἠλείψατε καὶ πεσει̃ται καὶ θήσω αὐτὸν ἐπὶ τὴν γη̃ν καὶ ἀποκαλυφθήσεται τὰ θεμέλια αὐτου̃ καὶ πεσει̃ται καὶ συντελεσθήσεσθε μετ' ἐλέγχων καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος |
15 καὶ συντελέσω τὸν θυμόν μου ἐπὶ τὸν τοι̃χον καὶ ἐπὶ τοὺς ἀλείφοντας αὐτόν καὶ πεσει̃ται καὶ εἰ̃πα πρὸς ὑμα̃ς οὐκ ἔστιν ὁ τοι̃χος οὐδὲ οἱ ἀλείφοντες αὐτὸν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.