ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 15
1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 καὶ σύ υἱὲ ἀνθρώπου τί ἂν γένοιτο τὸ ξύλον τη̃ς ἀμπέλου ἐκ πάντων τω̃ν ξύλων τω̃ν κλημάτων τω̃ν ὄντων ἐν τοι̃ς ξύλοις του̃ δρυμου̃ |
3 εἰ λήμψονται ἐξ αὐτη̃ς ξύλον του̃ ποιη̃σαι εἰς ἐργασίαν εἰ λήμψονται ἐξ αὐτη̃ς πάσσαλον του̃ κρεμάσαι ἐπ' αὐτὸν πα̃ν σκευ̃ος |
4 πάρεξ πυρὶ δέδοται εἰς ἀνάλωσιν τὴν κατ' ἐνιαυτὸν κάθαρσιν ἀπ' αὐτη̃ς ἀναλίσκει τὸ πυ̃ρ καὶ ἐκλείπει εἰς τέλος μὴ χρήσιμον ἔσται εἰς ἐργασίαν |
5 οὐδὲ ἔτι αὐτου̃ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν μὴ ὅτι ἐὰν καὶ πυ̃ρ αὐτὸ ἀναλώση̨ εἰς τέλος εἰ ἔσται ἔτι εἰς ἐργασίαν |
6 διὰ του̃το εἰπόν τάδε λέγει κύριος ὃν τρόπον τὸ ξύλον τη̃ς ἀμπέλου ἐν τοι̃ς ξύλοις του̃ δρυμου̃ ὃ δέδωκα αὐτὸ τω̨̃ πυρὶ εἰς ἀνάλωσιν οὕτως δέδωκα τοὺς κατοικου̃ντας Ιερουσαλημ |
7 καὶ δώσω τὸ πρόσωπόν μου ἐπ' αὐτούς ἐκ του̃ πυρὸς ἐξελεύσονται καὶ πυ̃ρ αὐτοὺς καταφάγεται καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος ἐν τω̨̃ στηρίσαι με τὸ πρόσωπόν μου ἐπ' αὐτούς |
8 καὶ δώσω τὴν γη̃ν εἰς ἀφανισμὸν ἀνθ' ὡ̃ν παρέπεσον παραπτώματι λέγει κύριος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.