1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου τί ὑμι̃ν ἡ παραβολὴ αὕτη ἐν τοι̃ς υἱοι̃ς Ισραηλ λέγοντες οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τω̃ν τέκνων ἐγομφίασαν |
3 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τω̨̃ Ισραηλ |
4 ὅτι πα̃σαι αἱ ψυχαὶ ἐμαί εἰσιν ὃν τρόπον ἡ ψυχὴ του̃ πατρός οὕτως καὶ ἡ ψυχὴ του̃ υἱου̃ ἐμαί εἰσιν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανει̃ται |
5 ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος ὁ ποιω̃ν κρίμα καὶ δικαιοσύνην |
6 ἐπὶ τω̃ν ὀρέων οὐ φάγεται καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ οὐ μὴ ἐπάρη̨ πρὸς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ οὐ μὴ μιάνη̨ καὶ πρὸς γυναι̃κα ἐν ἀφέδρω̨ οὐ̃σαν οὐ προσεγγιει̃ |
7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύση̨ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει καὶ ἅρπαγμα οὐχ ἁρπα̃ται τὸν ἄρτον αὐτου̃ τω̨̃ πεινω̃ντι δώσει καὶ γυμνὸν περιβαλει̃ |
8 καὶ τὸ ἀργύριον αὐτου̃ ἐπὶ τόκω̨ οὐ δώσει καὶ πλεονασμὸν οὐ λήμψεται καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χει̃ρα αὐτου̃ κρίμα δίκαιον ποιήσει ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον του̃ πλησίον αὐτου̃ |
9 καὶ τοι̃ς προστάγμασίν μου πεπόρευται καὶ τὰ δικαιώματά μου πεφύλακται του̃ ποιη̃σαι αὐτά δίκαιος οὑ̃τός ἐστιν ζωη̨̃ ζήσεται λέγει κύριος |
10 καὶ ἐὰν γεννήση̨ υἱὸν λοιμὸν ἐκχέοντα αἱ̃μα καὶ ποιου̃ντα ἁμαρτήματα |
11 ἐν τη̨̃ ὁδω̨̃ του̃ πατρὸς αὐτου̃ του̃ δικαίου οὐκ ἐπορεύθη ἀλλὰ καὶ ἐπὶ τω̃ν ὀρέων ἔφαγεν καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ ἐμίανεν |
12 καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσεν καὶ ἅρπαγμα ἥρπασεν καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκεν καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτου̃ ἀνομίαν πεποίηκεν |
13 μετὰ τόκου ἔδωκε καὶ πλεονασμὸν ἔλαβεν οὑ̃τος ζωη̨̃ οὐ ζήσεται πάσας τὰς ἀνομίας ταύτας ἐποίησεν θανάτω̨ θανατωθήσεται τὸ αἱ̃μα αὐτου̃ ἐπ' αὐτὸν ἔσται |
14 ἐὰν δὲ γεννήση̨ υἱόν καὶ ἴδη̨ πάσας τὰς ἁμαρτίας του̃ πατρὸς αὐτου̃ ἃς ἐποίησεν καὶ φοβηθη̨̃ καὶ μὴ ποιήση̨ κατὰ ταύτας |
15 ἐπὶ τω̃ν ὀρέων οὐ βέβρωκεν καὶ τοὺς ὀφθαλμοὺς αὐτου̃ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ισραηλ καὶ τὴν γυναι̃κα του̃ πλησίον αὐτου̃ οὐκ ἐμίανεν |
16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσεν καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασεν καὶ ἅρπαγμα οὐχ ἥρπασεν τὸν ἄρτον αὐτου̃ τω̨̃ πεινω̃ντι ἔδωκεν καὶ γυμνὸν περιέβαλεν |
17 καὶ ἀπ' ἀδικίας ἀπέστρεψε τὴν χει̃ρα αὐτου̃ τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβεν δικαιοσύνην ἐποίησεν καὶ ἐν τοι̃ς προστάγμασίν μου ἐπορεύθη οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτου̃ ζωη̨̃ ζήσεται |
18 ὁ δὲ πατὴρ αὐτου̃ ἐὰν θλίψει θλίψη̨ καὶ ἁρπάση̨ ἅρπαγμα ἐναντία ἐποίησεν ἐν μέσω̨ του̃ λαου̃ μου καὶ ἀποθανει̃ται ἐν τη̨̃ ἀδικία̨ αὐτου̃ |
19 καὶ ἐρει̃τε τί ὅτι οὐκ ἔλαβεν τὴν ἀδικίαν ὁ υἱὸς του̃ πατρὸς αὐτου̃ ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος ἐποίησεν πάντα τὰ νόμιμά μου συνετήρησεν καὶ ἐποίησεν αὐτά ζωη̨̃ ζήσεται |
20 ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα ἀποθανει̃ται ὁ δὲ υἱὸς οὐ λήμψεται τὴν ἀδικίαν του̃ πατρὸς αὐτου̃ οὐδὲ ὁ πατὴρ λήμψεται τὴν ἀδικίαν του̃ υἱου̃ αὐτου̃ δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται |
21 καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψη̨ ἐκ πασω̃ν τω̃ν ἀνομιω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου καὶ ποιήση̨ δικαιοσύνην καὶ ἔλεος ζωη̨̃ ζήσεται οὐ μὴ ἀποθάνη̨ |
22 πάντα τὰ παραπτώματα αὐτου̃ ὅσα ἐποίησεν οὐ μνησθήσεται ἐν τη̨̃ δικαιοσύνη̨ αὐτου̃ ἡ̨̃ ἐποίησεν ζήσεται |
23 μὴ θελήσει θελήσω τὸν θάνατον του̃ ἀνόμου λέγει κύριος ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τη̃ς ὁδου̃ τη̃ς πονηρα̃ς καὶ ζη̃ν αὐτόν |
24 ἐν δὲ τω̨̃ ἀποστρέψαι δίκαιον ἐκ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος πα̃σαι αἱ δικαιοσύναι αὐτου̃ ἃς ἐποίησεν οὐ μὴ μνησθω̃σιν ἐν τω̨̃ παραπτώματι αὐτου̃ ὡ̨̃ παρέπεσεν καὶ ἐν ται̃ς ἁμαρτίαις αὐτου̃ αἱ̃ς ἥμαρτεν ἐν αὐται̃ς ἀποθανει̃ται |
25 καὶ εἴπατε οὐ κατευθύνει ἡ ὁδὸς κυρίου ἀκούσατε δή πα̃ς οἰ̃κος Ισραηλ μὴ ἡ ὁδός μου οὐ κατευθύνει οὐχὶ ἡ ὁδὸς ὑμω̃ν οὐ κατευθύνει |
26 ἐν τω̨̃ ἀποστρέψαι τὸν δίκαιον ἐκ τη̃ς δικαιοσύνης αὐτου̃ καὶ ποιήση̨ παράπτωμα καὶ ἀποθάνη̨ ἐν τω̨̃ παραπτώματι ὡ̨̃ ἐποίησεν ἐν αὐτω̨̃ ἀποθανει̃ται |
27 καὶ ἐν τω̨̃ ἀποστρέψαι ἄνομον ἀπὸ τη̃ς ἀνομίας αὐτου̃ ἡ̃ς ἐποίησεν καὶ ποιήση̨ κρίμα καὶ δικαιοσύνην οὑ̃τος τὴν ψυχὴν αὐτου̃ ἐφύλαξεν |
28 καὶ ἀπέστρεψεν ἐκ πασω̃ν τω̃ν ἀσεβειω̃ν αὐτου̃ ὡ̃ν ἐποίησεν ζωη̨̃ ζήσεται οὐ μὴ ἀποθάνη̨ |
29 καὶ λέγουσιν ὁ οἰ̃κος του̃ Ισραηλ οὐ κατορθοι̃ ἡ ὁδὸς κυρίου μὴ ἡ ὁδός μου οὐ κατορθοι̃ οἰ̃κος Ισραηλ οὐχὶ ἡ ὁδὸς ὑμω̃ν οὐ κατορθοι̃ |
30 ἕκαστον κατὰ τὴν ὁδὸν αὐτου̃ κρινω̃ ὑμα̃ς οἰ̃κος Ισραηλ λέγει κύριος ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασω̃ν τω̃ν ἀσεβειω̃ν ὑμω̃ν καὶ οὐκ ἔσονται ὑμι̃ν εἰς κόλασιν ἀδικίας |
31 ἀπορρίψατε ἀπὸ ἑαυτω̃ν πάσας τὰς ἀσεβείας ὑμω̃ν ἃς ἠσεβήσατε εἰς ἐμέ καὶ ποιήσατε ἑαυτοι̃ς καρδίαν καινὴν καὶ πνευ̃μα καινόν καὶ ἵνα τί ἀποθνή̨σκετε οἰ̃κος Ισραηλ |
32 διότι οὐ θέλω τὸν θάνατον του̃ ἀποθνή̨σκοντος λέγει κύριος |