1 καὶ ἐγένετο ἐν τω̨̃ ἑνδεκάτω̨ ἔτει ἐν τω̨̃ δωδεκάτω̨ μηνὶ μια̨̃ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου λαβὲ θρη̃νον ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρει̃ς αὐτω̨̃ λέοντι ἐθνω̃ν ὡμοιώθης καὶ σὺ ὡς δράκων ὁ ἐν τη̨̃ θαλάσση̨ καὶ ἐκεράτιζες τοι̃ς ποταμοι̃ς σου καὶ ἐτάρασσες ὕδωρ τοι̃ς ποσίν σου καὶ κατεπάτεις τοὺς ποταμούς σου |
3 τάδε λέγει κύριος καὶ περιβαλω̃ ἐπὶ σὲ δίκτυα λαω̃ν πολλω̃ν καὶ ἀνάξω σε ἐν τω̨̃ ἀγκίστρω̨ μου |
4 καὶ ἐκτενω̃ σε ἐπὶ τὴν γη̃ν πεδία πλησθήσεταί σου καὶ ἐπικαθιω̃ ἐπὶ σὲ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἐμπλήσω ἐκ σου̃ πάντα τὰ θηρία πάσης τη̃ς γη̃ς |
5 καὶ δώσω τὰς σάρκας σου ἐπὶ τὰ ὄρη καὶ ἐμπλήσω ἀπὸ του̃ αἵματός σου |
6 καὶ ποτισθήσεται ἡ γη̃ ἀπὸ τω̃ν προχωρημάτων σου ἀπὸ του̃ πλήθους σου ἐπὶ τω̃ν ὀρέων φάραγγας ἐμπλήσω ἀπὸ σου̃ |
7 καὶ κατακαλύψω ἐν τω̨̃ σβεσθη̃ναί σε οὐρανὸν καὶ συσκοτάσω τὰ ἄστρα αὐτου̃ ἥλιον ἐν νεφέλη̨ καλύψω καὶ σελήνη οὐ μὴ φάνη̨ τὸ φω̃ς αὐτη̃ς |
8 πάντα τὰ φαίνοντα φω̃ς ἐν τω̨̃ οὐρανω̨̃ συσκοτάσουσιν ἐπὶ σέ καὶ δώσω σκότος ἐπὶ τὴν γη̃ν σου λέγει κύριος κύριος |
9 καὶ παροργιω̃ καρδίαν λαω̃ν πολλω̃ν ἡνίκα ἂν ἄγω αἰχμαλωσίαν σου εἰς τὰ ἔθνη εἰς γη̃ν ἣν οὐκ ἔγνως |
10 καὶ στυγνάσουσιν ἐπὶ σὲ ἔθνη πολλά καὶ οἱ βασιλει̃ς αὐτω̃ν ἐκστάσει ἐκστήσονται ἐν τω̨̃ πέτασθαι τὴν ῥομφαίαν μου ἐπὶ πρόσωπα αὐτω̃ν προσδεχόμενοι τὴν πτω̃σιν αὐτω̃ν ἀφ' ἡμέρας πτώσεώς σου |
11 ὅτι τάδε λέγει κύριος ῥομφαία βασιλέως Βαβυλω̃νος ἥξει σοι |
12 ἐν μαχαίραις γιγάντων καὶ καταβαλω̃ τὴν ἰσχύν σου λοιμοὶ ἀπὸ ἐθνω̃ν πάντες καὶ ἀπολου̃σι τὴν ὕβριν Αἰγύπτου καὶ συντριβήσεται πα̃σα ἡ ἰσχὺς αὐτη̃ς |
13 καὶ ἀπολω̃ πάντα τὰ κτήνη αὐτη̃ς ἀφ' ὕδατος πολλου̃ καὶ οὐ μὴ ταράξη̨ αὐτὸ ἔτι ποὺς ἀνθρώπου καὶ ἴχνος κτηνω̃ν οὐ μὴ καταπατήση̨ αὐτό |
14 οὕτως τότε ἡσυχάσει τὰ ὕδατα αὐτω̃ν καὶ οἱ ποταμοὶ αὐτω̃ν ὡς ἔλαιον πορεύσονται λέγει κύριος |
15 ὅταν δω̃ Αἴγυπτον εἰς ἀπώλειαν καὶ ἐρημωθη̨̃ ἡ γη̃ σὺν τη̨̃ πληρώσει αὐτη̃ς ὅταν διασπείρω πάντας τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος |
16 θρη̃νός ἐστιν καὶ θρηνήσεις αὐτόν καὶ αἱ θυγατέρες τω̃ν ἐθνω̃ν θρηνήσουσιν αὐτόν ἐπ' Αἴγυπτον καὶ ἐπὶ πα̃σαν τὴν ἰσχὺν αὐτη̃ς θρηνήσουσιν αὐτήν λέγει κύριος κύριος |
17 καὶ ἐγενήθη ἐν τω̨̃ δωδεκάτω̨ ἔτει του̃ πρώτου μηνὸς πεντεκαιδεκάτη̨ του̃ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων |
18 υἱὲ ἀνθρώπου θρήνησον ἐπὶ τὴν ἰσχὺν Αἰγύπτου καὶ καταβιβάσουσιν αὐτη̃ς τὰς θυγατέρας τὰ ἔθνη νεκρὰς εἰς τὸ βάθος τη̃ς γη̃ς πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον |
|
20 ἐν μέσω̨ τραυματιω̃ν μαχαίρας πεσου̃νται μετ' αὐτου̃ καὶ κοιμηθήσεται πα̃σα ἡ ἰσχὺς αὐτου̃ |
21 καὶ ἐρου̃σίν σοι οἱ γίγαντες ἐν βάθει βόθρου γίνου τίνος κρείττων εἰ̃ κατάβηθι καὶ κοιμήθητι μετὰ ἀπεριτμήτων ἐν μέσω̨ τραυματιω̃ν μαχαίρας |
22 ἐκει̃ Ασσουρ καὶ πα̃σα ἡ συναγωγὴ αὐτου̃ πάντες τραυματίαι ἐκει̃ ἐδόθησαν καὶ ἡ ταφὴ αὐτω̃ν ἐν βάθει βόθρου καὶ ἐγενήθη ἡ συναγωγὴ αὐτου̃ περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρα̨ |
23 οἱ δόντες τὸν φόβον αὐτω̃ν ἐπὶ γη̃ς ζωη̃ς |
24 ἐκει̃ αιλαμ καὶ πα̃σα ἡ δύναμις αὐτου̃ περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες οἱ τραυματίαι οἱ πεπτωκότες μαχαίρα̨ καὶ οἱ καταβαίνοντες ἀπερίτμητοι εἰς γη̃ς βάθος οἱ δεδωκότες αὐτω̃ν φόβον ἐπὶ γη̃ς ζωη̃ς καὶ ἐλάβοσαν τὴν βάσανον αὐτω̃ν μετὰ τω̃ν καταβαινόντων εἰς βόθρον |
|
26 ἐκει̃ ἐδόθησαν Μοσοχ καὶ Θοβελ καὶ πα̃σα ἡ ἰσχὺς αὐτω̃ν περικύκλω̨ του̃ μνήματος αὐτου̃ πάντες τραυματίαι αὐτου̃ πάντες ἀπερίτμητοι τραυματίαι ἀπὸ μαχαίρας οἱ δεδωκότες τὸν φόβον αὐτω̃ν ἐπὶ γη̃ς ζωη̃ς |
27 καὶ ἐκοιμήθησαν μετὰ τω̃ν γιγάντων τω̃ν πεπτωκότων ἀπὸ αἰω̃νος οἳ κατέβησαν εἰς ἅ̨δου ἐν ὅπλοις πολεμικοι̃ς καὶ ἔθηκαν τὰς μαχαίρας αὐτω̃ν ὑπὸ τὰς κεφαλὰς αὐτω̃ν καὶ ἐγενήθησαν αἱ ἀνομίαι αὐτω̃ν ἐπὶ τω̃ν ὀστω̃ν αὐτω̃ν ὅτι ἐξεφόβησαν γίγαντας ἐν γη̨̃ ζωη̃ς |
28 καὶ σὺ ἐν μέσω̨ ἀπεριτμήτων κοιμηθήση̨ μετὰ τετραυματισμένων μαχαίρα̨ |
29 ἐκει̃ ἐδόθησαν οἱ ἄρχοντες Ασσουρ οἱ δόντες τὴν ἰσχὺν αὐτου̃ εἰς τραυ̃μα μαχαίρας οὑ̃τοι μετὰ τραυματιω̃ν ἐκοιμήθησαν μετὰ καταβαινόντων εἰς βόθρον |
30 ἐκει̃ οἱ ἄρχοντες του̃ βορρα̃ πάντες στρατηγοὶ Ασσουρ οἱ καταβαίνοντες τραυματίαι σὺν τω̨̃ φόβω̨ αὐτω̃ν καὶ τη̨̃ ἰσχύι αὐτω̃ν ἐκοιμήθησαν ἀπερίτμητοι μετὰ τραυματιω̃ν μαχαίρας καὶ ἀπήνεγκαν τὴν βάσανον αὐτω̃ν μετὰ τω̃ν καταβαινόντων εἰς βόθρον |
31 ἐκείνους ὄψεται βασιλεὺς Φαραω καὶ παρακληθήσεται ἐπὶ πα̃σαν τὴν ἰσχὺν αὐτω̃ν λέγει κύριος κύριος |
32 ὅτι δέδωκα τὸν φόβον αὐτου̃ ἐπὶ γη̃ς ζωη̃ς καὶ κοιμηθήσεται ἐν μέσω̨ ἀπεριτμήτων μετὰ τραυματιω̃ν μαχαίρας Φαραω καὶ πα̃ν τὸ πλη̃θος αὐτου̃ λέγει κύριος κύριος |