ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 34,
στἰχοι 17-31
17 καὶ ὑμει̃ς πρόβατα τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ διακρινω̃ ἀνὰ μέσον προβάτου καὶ προβάτου κριω̃ν καὶ τράγων |
18 καὶ οὐχ ἱκανὸν ὑμι̃ν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε καὶ τὰ κατάλοιπα τη̃ς νομη̃ς ὑμω̃ν κατεπατει̃τε τοι̃ς ποσὶν ὑμω̃ν καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ λοιπὸν τοι̃ς ποσὶν ὑμω̃ν ἐταράσσετε |
19 καὶ τὰ πρόβατά μου τὰ πατήματα τω̃ν ποδω̃ν ὑμω̃ν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τω̃ν ποδω̃ν ὑμω̃ν ἔπινον |
20 διὰ του̃το τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ διακρινω̃ ἀνὰ μέσον προβάτου ἰσχυρου̃ καὶ ἀνὰ μέσον προβάτου ἀσθενου̃ς |
21 ἐπὶ ται̃ς πλευραι̃ς καὶ τοι̃ς ὤμοις ὑμω̃ν διωθει̃σθε καὶ τοι̃ς κέρασιν ὑμω̃ν ἐκερατίζετε καὶ πα̃ν τὸ ἐκλει̃πον ἐξεθλίβετε |
22 καὶ σώσω τὰ πρόβατά μου καὶ οὐ μὴ ὠ̃σιν ἔτι εἰς προνομήν καὶ κρινω̃ ἀνὰ μέσον κριου̃ πρὸς κριόν |
23 καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα ἕνα καὶ ποιμανει̃ αὐτούς τὸν δου̃λόν μου Δαυιδ καὶ ἔσται αὐτω̃ν ποιμήν |
24 καὶ ἐγὼ κύριος ἔσομαι αὐτοι̃ς εἰς θεόν καὶ Δαυιδ ἐν μέσω̨ αὐτω̃ν ἄρχων ἐγὼ κύριος ἐλάλησα |
25 καὶ διαθήσομαι τω̨̃ Δαυιδ διαθήκην εἰρήνης καὶ ἀφανιω̃ θηρία πονηρὰ ἀπὸ τη̃ς γη̃ς καὶ κατοικήσουσιν ἐν τη̨̃ ἐρήμω̨ καὶ ὑπνώσουσιν ἐν τοι̃ς δρυμοι̃ς |
26 καὶ δώσω αὐτοὺς περικύκλω̨ του̃ ὄρους μου καὶ δώσω τὸν ὑετὸν ὑμι̃ν ὑετὸν εὐλογίας |
27 καὶ τὰ ξύλα τὰ ἐν τω̨̃ πεδίω̨ δώσει τὸν καρπὸν αὐτω̃ν καὶ ἡ γη̃ δώσει τὴν ἰσχὺν αὐτη̃ς καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἐν ἐλπίδι εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ συντρι̃ψαί με τὸν ζυγὸν αὐτω̃ν καὶ ἐξελου̃μαι αὐτοὺς ἐκ χειρὸς τω̃ν καταδουλωσαμένων αὐτούς |
28 καὶ οὐκ ἔσονται ἔτι ἐν προνομη̨̃ τοι̃ς ἔθνεσιν καὶ τὰ θηρία τη̃ς γη̃ς οὐκέτι μὴ φάγωσιν αὐτούς καὶ κατοικήσουσιν ἐν ἐλπίδι καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν αὐτούς |
29 καὶ ἀναστήσω αὐτοι̃ς φυτὸν εἰρήνης καὶ οὐκέτι ἔσονται ἀπολλύμενοι λιμω̨̃ ἐπὶ τη̃ς γη̃ς καὶ οὐ μὴ ἐνέγκωσιν ἔτι ὀνειδισμὸν ἐθνω̃ν |
30 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν καὶ αὐτοὶ λαός μου οἰ̃κος Ισραηλ λέγει κύριος |
31 πρόβατά μου καὶ πρόβατα ποιμνίου μού ἐστε καὶ ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν λέγει κύριος κύριος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.