ΙΕΖΕΚΙΗΛ,
κεφαλίς 37,
στἰχοι 1-6
1 καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέν με ἐν πνεύματι κύριος καὶ ἔθηκέν με ἐν μέσω̨ του̃ πεδίου καὶ του̃το ἠ̃ν μεστὸν ὀστέων ἀνθρωπίνων |
2 καὶ περιήγαγέν με ἐπ' αὐτὰ κυκλόθεν κύκλω̨ καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου του̃ πεδίου ξηρὰ σφόδρα |
3 καὶ εἰ̃πεν πρός με υἱὲ ἀνθρώπου εἰ ζήσεται τὰ ὀστα̃ ταυ̃τα καὶ εἰ̃πα κύριε σὺ ἐπίστη̨ ταυ̃τα |
4 καὶ εἰ̃πεν πρός με προφήτευσον ἐπὶ τὰ ὀστα̃ ταυ̃τα καὶ ἐρει̃ς αὐτοι̃ς τὰ ὀστα̃ τὰ ξηρά ἀκούσατε λόγον κυρίου |
5 τάδε λέγει κύριος τοι̃ς ὀστέοις τούτοις ἰδοὺ ἐγὼ φέρω εἰς ὑμα̃ς πνευ̃μα ζωη̃ς |
6 καὶ δώσω ἐφ' ὑμα̃ς νευ̃ρα καὶ ἀνάξω ἐφ' ὑμα̃ς σάρκας καὶ ἐκτενω̃ ἐφ' ὑμα̃ς δέρμα καὶ δώσω πνευ̃μά μου εἰς ὑμα̃ς καὶ ζήσεσθε καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.