1 καὶ ἐγένετο ἐν τω̨̃ πέμπτω̨ καὶ εἰκοστω̨̃ ἔτει τη̃ς αἰχμαλωσίας ἡμω̃ν ἐν τω̨̃ πρώτω̨ μηνὶ δεκάτη̨ του̃ μηνὸς ἐν τω̨̃ τεσσαρεσκαιδεκάτω̨ ἔτει μετὰ τὸ ἁλω̃ναι τὴν πόλιν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με |
2 ἐν ὁράσει θεου̃ εἰς τὴν γη̃ν του̃ Ισραηλ καὶ ἔθηκέν με ἐπ' ὄρους ὑψηλου̃ σφόδρα καὶ ἐπ' αὐτου̃ ὡσεὶ οἰκοδομὴ πόλεως ἀπέναντι |
3 καὶ εἰσήγαγέν με ἐκει̃ καὶ ἰδοὺ ἀνήρ καὶ ἡ ὅρασις αὐτου̃ ἠ̃ν ὡσεὶ ὅρασις χαλκου̃ στίλβοντος καὶ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἠ̃ν σπαρτίον οἰκοδόμων καὶ κάλαμος μέτρου καὶ αὐτὸς εἱστήκει ἐπὶ τη̃ς πύλης |
4 καὶ εἰ̃πεν πρός με ὁ ἀνήρ ἑώρακας υἱὲ ἀνθρώπου ἐν τοι̃ς ὀφθαλμοι̃ς σου ἰδὲ καὶ ἐν τοι̃ς ὠσίν σου ἄκουε καὶ τάξον εἰς τὴν καρδίαν σου πάντα ὅσα ἐγὼ δεικνύω σοι διότι ἕνεκα του̃ δει̃ξαί σοι εἰσελήλυθας ὡ̃δε καὶ δείξεις πάντα ὅσα σὺ ὁρα̨̃ς τω̨̃ οἴκω̨ του̃ Ισραηλ |
5 καὶ ἰδοὺ περίβολος ἔξωθεν του̃ οἴκου κύκλω̨ καὶ ἐν τη̨̃ χειρὶ του̃ ἀνδρὸς κάλαμος τὸ μέτρον πηχω̃ν ἓξ ἐν πήχει καὶ παλαιστη̃ς καὶ διεμέτρησεν τὸ προτείχισμα πλάτος ἴσον τω̨̃ καλάμω̨ καὶ τὸ ὕψος αὐτου̃ ἴσον τω̨̃ καλάμω̨ |
6 καὶ εἰση̃λθεν εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς ἐν ἑπτὰ ἀναβαθμοι̃ς καὶ διεμέτρησεν τὸ αιλαμ τη̃ς πύλης ἴσον τω̨̃ καλάμω̨ |
7 καὶ τὸ θεε ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ τὸ αιλαμ ἀνὰ μέσον του̃ θαιηλαθα πηχω̃ν ἓξ καὶ τὸ θεε τὸ δεύτερον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος καὶ τὸ αιλαμ πήχεων πέντε |
8 καὶ τὸ θεε τὸ τρίτον ἴσον τω̨̃ καλάμω̨ τὸ πλάτος καὶ ἴσον τω̨̃ καλάμω̨ τὸ μη̃κος |
9 καὶ τὸ αιλαμ του̃ πυλω̃νος πλησίον του̃ αιλαμ τη̃ς πύλης πηχω̃ν ὀκτὼ καὶ τὰ αιλευ πηχω̃ν δύο καὶ τὸ αιλαμ τη̃ς πύλης ἔσωθεν |
10 καὶ τὰ θεε τη̃ς πύλης θεε κατέναντι τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ μέτρον ἓν τοι̃ς τρισὶν καὶ μέτρον ἓν τοι̃ς αιλαμ ἔνθεν καὶ ἔνθεν |
11 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς θύρας του̃ πυλω̃νος πηχω̃ν δέκα καὶ τὸ εὐ̃ρος του̃ πυλω̃νος πηχω̃ν δέκα τριω̃ν |
12 καὶ πη̃χυς ἐπισυναγόμενος ἐπὶ πρόσωπον τω̃ν θεϊμ ἔνθεν καὶ ἔνθεν καὶ τὸ θεε πηχω̃ν ἓξ ἔνθεν καὶ πηχω̃ν ἓξ ἔνθεν |
13 καὶ διεμέτρησεν τὴν πύλην ἀπὸ του̃ τοίχου του̃ θεε ἐπὶ τὸν τοι̃χον του̃ θεε πλάτος πήχεις εἴκοσι πέντε αὕτη πύλη ἐπὶ πύλην |
14 καὶ τὸ αἴθριον του̃ αιλαμ τη̃ς πύλης ἑξήκοντα πήχεις εἴκοσι θεϊμ τη̃ς πύλης κύκλω̨ |
15 καὶ τὸ αἴθριον τη̃ς πύλης ἔξωθεν εἰς τὸ αἴθριον αιλαμ τη̃ς πύλης ἔσωθεν πηχω̃ν πεντήκοντα |
16 καὶ θυρίδες κρυπταὶ ἐπὶ τὰ θεϊμ καὶ ἐπὶ τὰ αιλαμ ἔσωθεν τη̃ς πύλης τη̃ς αὐλη̃ς κυκλόθεν καὶ ὡσαύτως τοι̃ς αιλαμ θυρίδες κύκλω̨ ἔσωθεν καὶ ἐπὶ τὸ αιλαμ φοίνικες ἔνθεν καὶ ἔνθεν |
17 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ παστοφόρια καὶ περίστυλα κύκλω̨ τη̃ς αὐλη̃ς τριάκοντα παστοφόρια ἐν τοι̃ς περιστύλοις |
18 καὶ αἱ στοαὶ κατὰ νώτου τω̃ν πυλω̃ν κατὰ τὸ μη̃κος τω̃ν πυλω̃ν τὸ περίστυλον τὸ ὑποκάτω |
19 καὶ διεμέτρησεν τὸ πλάτος τη̃ς αὐλη̃ς ἀπὸ του̃ αἰθρίου τη̃ς πύλης τη̃ς ἐξωτέρας ἔσωθεν ἐπὶ τὸ αἴθριον τη̃ς πύλης τη̃ς βλεπούσης ἔξω πήχεις ἑκατόν τη̃ς βλεπούσης κατ' ἀνατολάς καὶ εἰσήγαγέν με ἐπὶ βορρα̃ν |
20 καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς βορρα̃ν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐξωτέρα̨ καὶ διεμέτρησεν αὐτήν τό τε μη̃κος αὐτη̃ς καὶ τὸ πλάτος |
21 καὶ τὰ θεε τρει̃ς ἔνθεν καὶ τρει̃ς ἔνθεν καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ τοὺς φοίνικας αὐτη̃ς καὶ ἐγένετο κατὰ τὰ μέτρα τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολὰς πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς |
22 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω καὶ οἱ φοίνικες αὐτη̃ς καθὼς ἡ πύλη ἡ βλέπουσα κατὰ ἀνατολάς καὶ ἐν ἑπτὰ κλιμακτη̃ρσιν ἀνέβαινον ἐπ' αὐτήν καὶ τὰ αιλαμμω ἔσωθεν |
23 καὶ πύλη τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ βλέπουσα ἐπὶ πύλην του̃ βορρα̃ ὃν τρόπον τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατόν |
24 καὶ ἤγαγέν με κατὰ νότον καὶ ἰδοὺ πύλη βλέπουσα πρὸς νότον καὶ διεμέτρησεν αὐτὴν καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα |
25 καὶ αἱ θυρίδες αὐτη̃ς καὶ τὰ αιλαμμω κυκλόθεν καθὼς αἱ θυρίδες του̃ αιλαμ πηχω̃ν πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ πηχω̃ν εἴκοσι πέντε τὸ εὐ̃ρος αὐτη̃ς |
26 καὶ ἑπτὰ κλιμακτη̃ρες αὐτη̨̃ καὶ αιλαμμω ἔσωθεν καὶ φοίνικες αὐτη̨̃ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν ἐπὶ τὰ αιλευ |
27 καὶ πύλη κατέναντι πύλης τη̃ς αὐλη̃ς τη̃ς ἐσωτέρας πρὸς νότον καὶ διεμέτρησεν τὴν αὐλὴν ἀπὸ πύλης ἐπὶ πύλην πήχεις ἑκατὸν τὸ εὐ̃ρος πρὸς νότον |
28 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τη̃ς πύλης τη̃ς πρὸς νότον καὶ διεμέτρησεν τὴν πύλην κατὰ τὰ μέτρα ταυ̃τα |
29 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα τὸ μη̃κος αὐτη̃ς καὶ τὸ εὐ̃ρος πήχεις εἴκοσι πέντε |
|
31 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ καὶ ὀκτὼ κλιμακτη̃ρες |
32 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ διεμέτρησεν αὐτὴν κατὰ τὰ μέτρα ταυ̃τα |
33 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω κατὰ τὰ μέτρα ταυ̃τα καὶ θυρίδες αὐτη̨̃ καὶ τω̨̃ αιλαμμω κύκλω̨ πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε |
34 καὶ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ φοίνικες ἐπὶ του̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃ |
35 καὶ εἰσήγαγέν με εἰς τὴν πύλην τὴν πρὸς βορρα̃ν καὶ διεμέτρησεν κατὰ τὰ μέτρα ταυ̃τα |
36 καὶ τὰ θεε καὶ τὰ αιλευ καὶ τὰ αιλαμμω καὶ θυρίδες αὐτη̨̃ κύκλω̨ καὶ τω̨̃ αιλαμμω αὐτη̃ς πήχεις πεντήκοντα μη̃κος αὐτη̃ς καὶ εὐ̃ρος πήχεις εἴκοσι πέντε |
37 καὶ τὰ αιλαμμω εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν καὶ φοίνικες τω̨̃ αιλευ ἔνθεν καὶ ἔνθεν καὶ ὀκτὼ κλιμακτη̃ρες αὐτη̨̃ |
38 τὰ παστοφόρια αὐτη̃ς καὶ τὰ θυρώματα αὐτη̃ς καὶ τὰ αιλαμμω αὐτη̃ς ἐπὶ τη̃ς πύλης |
39 τη̃ς δευτέρας ἔκρυσις ὅπως σφάζωσιν ἐν αὐτη̨̃ τὰ ὑπὲρ ἁμαρτίας καὶ ὑπὲρ ἀγνοίας |
40 καὶ κατὰ νώτου του̃ ῥόακος τω̃ν ὁλοκαυτωμάτων τη̃ς βλεπούσης πρὸς βορρα̃ν δύο τράπεζαι πρὸς ἀνατολὰς καὶ κατὰ νώτου τη̃ς δευτέρας καὶ του̃ αιλαμ τη̃ς πύλης δύο τράπεζαι κατὰ ἀνατολάς |
41 τέσσαρες ἔνθεν καὶ τέσσαρες ἔνθεν κατὰ νώτου τη̃ς πύλης ἐπ' αὐτὰς σφάξουσι τὰ θύματα κατέναντι τω̃ν ὀκτὼ τραπεζω̃ν τω̃ν θυμάτων |
42 καὶ τέσσαρες τράπεζαι τω̃ν ὁλοκαυτωμάτων λίθιναι λελαξευμέναι πήχεος καὶ ἡμίσους τὸ πλάτος καὶ πήχεων δύο καὶ ἡμίσους τὸ μη̃κος καὶ ἐπὶ πη̃χυν τὸ ὕψος ἐπ' αὐτὰς ἐπιθήσουσιν τὰ σκεύη ἐν οἱ̃ς σφάζουσιν ἐκει̃ τὰ ὁλοκαυτώματα καὶ τὰ θύματα |
43 καὶ παλαιστὴν ἕξουσιν γει̃σος λελαξευμένον ἔσωθεν κύκλω̨ καὶ ἐπὶ τὰς τραπέζας ἐπάνωθεν στέγας του̃ καλύπτεσθαι ἀπὸ του̃ ὑετου̃ καὶ ἀπὸ τη̃ς ξηρασίας |
44 καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ δύο ἐξέδραι ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐσωτέρα̨ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς βορρα̃ν φέρουσα πρὸς νότον καὶ μία κατὰ νώτου τη̃ς πύλης τη̃ς πρὸς νότον βλεπούσης δὲ πρὸς βορρα̃ν |
45 καὶ εἰ̃πεν πρός με ἡ ἐξέδρα αὕτη ἡ βλέπουσα πρὸς νότον τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ οἴκου |
46 καὶ ἡ ἐξέδρα ἡ βλέπουσα πρὸς βορρα̃ν τοι̃ς ἱερευ̃σι τοι̃ς φυλάσσουσι τὴν φυλακὴν του̃ θυσιαστηρίου ἐκει̃νοί εἰσιν οἱ υἱοὶ Σαδδουκ οἱ ἐγγίζοντες ἐκ του̃ Λευι πρὸς κύριον λειτουργει̃ν αὐτω̨̃ |
47 καὶ διεμέτρησεν τὴν αὐλὴν μη̃κος πήχεων ἑκατὸν καὶ εὐ̃ρος πήχεων ἑκατὸν ἐπὶ τὰ τέσσαρα μέρη αὐτη̃ς καὶ τὸ θυσιαστήριον ἀπέναντι του̃ οἴκου |
48 καὶ εἰσήγαγέν με εἰς τὸ αιλαμ του̃ οἴκου καὶ διεμέτρησεν τὸ αιλ του̃ αιλαμ πηχω̃ν πέντε τὸ πλάτος ἔνθεν καὶ πηχω̃ν πέντε ἔνθεν καὶ τὸ εὐ̃ρος του̃ θυρώματος πηχω̃ν δέκα τεσσάρων καὶ ἐπωμίδες τη̃ς θύρας του̃ αιλαμ πηχω̃ν τριω̃ν ἔνθεν καὶ πηχω̃ν τριω̃ν ἔνθεν |
49 καὶ τὸ μη̃κος του̃ αιλαμ πηχω̃ν εἴκοσι καὶ τὸ εὐ̃ρος πηχω̃ν δώδεκα καὶ ἐπὶ δέκα ἀναβαθμω̃ν ἀνέβαινον ἐπ' αὐτό καὶ στυ̃λοι ἠ̃σαν ἐπὶ τὸ αιλαμ εἱ̃ς ἔνθεν καὶ εἱ̃ς ἔνθεν |