Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 43,  στἰχοι 1-12

1 καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέν με
2 καὶ ἰδοὺ δόξα θεου̃ Ισραηλ ἤρχετο κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης πρὸς ἀνατολάς καὶ φωνὴ τη̃ς παρεμβολη̃ς ὡς φωνὴ διπλασιαζόντων πολλω̃ν καὶ ἡ γη̃ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τη̃ς δόξης κυκλόθεν
3 καὶ ἡ ὅρασις ἣν εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ὅτε εἰσεπορευόμην του̃ χρι̃σαι τὴν πόλιν καὶ ἡ ὅρασις του̃ ἅρματος οὑ̃ εἰ̃δον κατὰ τὴν ὅρασιν ἣν εἰ̃δον ἐπὶ του̃ ποταμου̃ του̃ Χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου
4 καὶ δόξα κυρίου εἰση̃λθεν εἰς τὸν οἰ̃κον κατὰ τὴν ὁδὸν τη̃ς πύλης τη̃ς βλεπούσης κατὰ ἀνατολάς
5 καὶ ἀνέλαβέν με πνευ̃μα καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν καὶ ἰδοὺ πλήρης δόξης κυρίου ὁ οἰ̃κος
6 καὶ ἔστην καὶ ἰδοὺ φωνὴ ἐκ του̃ οἴκου λαλου̃ντος πρός με καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου
7 καὶ εἰ̃πεν πρός με ἑώρακας υἱὲ ἀνθρώπου τὸν τόπον του̃ θρόνου μου καὶ τὸν τόπον του̃ ἴχνους τω̃ν ποδω̃ν μου ἐν οἱ̃ς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσω̨ οἴκου Ισραηλ τὸν αἰω̃να καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἰ̃κος Ισραηλ τὸ ὄνομα τὸ ἅγιόν μου αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτω̃ν ἐν τη̨̃ πορνεία̨ αὐτω̃ν καὶ ἐν τοι̃ς φόνοις τω̃ν ἡγουμένων ἐν μέσω̨ αὐτω̃ν
8 ἐν τω̨̃ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοι̃ς προθύροις αὐτω̃ν καὶ τὰς φλιάς μου ἐχομένας τω̃ν φλιω̃ν αὐτω̃ν καὶ ἔδωκαν τὸν τοι̃χόν μου ὡς συνεχόμενον ἐμου̃ καὶ αὐτω̃ν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ται̃ς ἀνομίαις αὐτω̃ν αἱ̃ς ἐποίουν καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμω̨̃ μου καὶ ἐν φόνω̨
9 καὶ νυ̃ν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτω̃ν καὶ τοὺς φόνους τω̃ν ἡγουμένων αὐτω̃ν ἀπ' ἐμου̃ καὶ κατασκηνώσω ἐν μέσω̨ αὐτω̃ν τὸν αἰω̃να
10 καὶ σύ υἱὲ ἀνθρώπου δει̃ξον τω̨̃ οἴκω̨ Ισραηλ τὸν οἰ̃κον καὶ κοπάσουσιν ἀπὸ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τὴν ὅρασιν αὐτου̃ καὶ τὴν διάταξιν αὐτου̃
11 καὶ αὐτοὶ λήμψονται τὴν κόλασιν αὐτω̃ν περὶ πάντων ὡ̃ν ἐποίησαν καὶ διαγράψεις τὸν οἰ̃κον καὶ τὰς ἐξόδους αὐτου̃ καὶ τὴν ὑπόστασιν αὐτου̃ καὶ πάντα τὰ προστάγματα αὐτου̃ καὶ πάντα τὰ νόμιμα αὐτου̃ γνωριει̃ς αὐτοι̃ς καὶ διαγράψεις ἐναντίον αὐτω̃ν καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά
12 καὶ τὴν διαγραφὴν του̃ οἴκου ἐπὶ τη̃ς κορυφη̃ς του̃ ὄρους πάντα τὰ ὅρια αὐτου̃ κυκλόθεν ἅγια ἁγίων
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 43
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).