Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΖΕΚΙΗΛ, κεφαλίς 9

1 καὶ ἀνέκραγεν εἰς τὰ ὠ̃τά μου φωνη̨̃ μεγάλη̨ λέγων ἤγγικεν ἡ ἐκδίκησις τη̃ς πόλεως καὶ ἕκαστος εἰ̃χεν τὰ σκεύη τη̃ς ἐξολεθρεύσεως ἐν χειρὶ αὐτου̃
2 καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τη̃ς ὁδου̃ τη̃ς πύλης τη̃ς ὑψηλη̃ς τη̃ς βλεπούσης πρὸς βορρα̃ν καὶ ἑκάστου πέλυξ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ εἱ̃ς ἀνὴρ ἐν μέσω̨ αὐτω̃ν ἐνδεδυκὼς ποδήρη καὶ ζώνη σαπφείρου ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ καὶ εἰσήλθοσαν καὶ ἔστησαν ἐχόμενοι του̃ θυσιαστηρίου του̃ χαλκου̃
3 καὶ δόξα θεου̃ του̃ Ισραηλ ἀνέβη ἀπὸ τω̃ν χερουβιν ἡ οὐ̃σα ἐπ' αὐτω̃ν εἰς τὸ αἴθριον του̃ οἴκου καὶ ἐκάλεσεν τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη ὃς εἰ̃χεν ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ τὴν ζώνην
4 καὶ εἰ̃πεν πρὸς αὐτόν δίελθε μέσην τὴν Ιερουσαλημ καὶ δὸς τὸ σημει̃ον ἐπὶ τὰ μέτωπα τω̃ν ἀνδρω̃ν τω̃ν καταστεναζόντων καὶ τω̃ν κατωδυνωμένων ἐπὶ πάσαις ται̃ς ἀνομίαις ται̃ς γινομέναις ἐν μέσω̨ αὐτη̃ς
5 καὶ τούτοις εἰ̃πεν ἀκούοντός μου πορεύεσθε ὀπίσω αὐτου̃ εἰς τὴν πόλιν καὶ κόπτετε καὶ μὴ φείδεσθε τοι̃ς ὀφθαλμοι̃ς ὑμω̃ν καὶ μὴ ἐλεήσητε
6 πρεσβύτερον καὶ νεανίσκον καὶ παρθένον καὶ νήπια καὶ γυναι̃κας ἀποκτείνατε εἰς ἐξάλειψιν ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστιν τὸ σημει̃ον μὴ ἐγγίσητε καὶ ἀπὸ τω̃ν ἁγίων μου ἄρξασθε καὶ ἤρξαντο ἀπὸ τω̃ν ἀνδρω̃ν τω̃ν πρεσβυτέρων οἳ ἠ̃σαν ἔσω ἐν τω̨̃ οἴκω̨
7 καὶ εἰ̃πεν πρὸς αὐτούς μιάνατε τὸν οἰ̃κον καὶ πλήσατε τὰς ὁδοὺς νεκρω̃ν ἐκπορευόμενοι καὶ κόπτετε
8 καὶ ἐγένετο ἐν τω̨̃ κόπτειν αὐτοὺς καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα καὶ εἰ̃πα οἴμμοι κύριε ἐξαλείφεις σὺ τοὺς καταλοίπους του̃ Ισραηλ ἐν τω̨̃ ἐκχέαι σε τὸν θυμόν σου ἐπὶ Ιερουσαλημ
9 καὶ εἰ̃πεν πρός με ἀδικία του̃ οἴκου Ισραηλ καὶ Ιουδα μεμεγάλυνται σφόδρα σφόδρα ὅτι ἐπλήσθη ἡ γη̃ λαω̃ν πολλω̃ν καὶ ἡ πόλις ἐπλήσθη ἀδικίας καὶ ἀκαθαρσίας ὅτι εἰ̃παν ἐγκαταλέλοιπεν κύριος τὴν γη̃ν οὐκ ἐφορα̨̃ ὁ κύριος
10 καὶ οὐ φείσεταί μου ὁ ὀφθαλμός οὐδὲ μὴ ἐλεήσω τὰς ὁδοὺς αὐτω̃ν εἰς κεφαλὰς αὐτω̃ν δέδωκα
11 καὶ ἰδοὺ ὁ ἀνὴρ ὁ ἐνδεδυκὼς τὸν ποδήρη καὶ ἐζωσμένος τη̨̃ ζώνη̨ τὴν ὀσφὺν αὐτου̃ καὶ ἀπεκρίνατο λέγων πεποίηκα καθὼς ἐνετείλω μοι
Читать далее:ΙΕΖΕΚΙΗΛ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).