Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 17

καὶ ἐγένετο ἡνίκα ὠ̨κοδομήθη τὸ τει̃χος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄ̨δοντες καὶ οἱ Λευι̃ται
καὶ ἐνετειλάμην τω̨̃ Ανανια ἀδελφω̨̃ μου καὶ τω̨̃ Ανανια ἄρχοντι τη̃ς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
καὶ εἰ̃πα αὐτοι̃ς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τω̨̃ ἡλίω̨ καὶ ἔτι αὐτω̃ν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στη̃σον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακη̨̃ αὐτου̃ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτου̃
καὶ ἡ πόλις πλατει̃α καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτη̨̃ καὶ οὐκ ἠ̃σαν οἰκίαι ὠ̨κοδομημέναι
καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνη̃ξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὑ̃ρον βιβλίον τη̃ς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὑ̃ρον γεγραμμένον ἐν αὐτω̨̃
καὶ οὑ̃τοι υἱοὶ τη̃ς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τη̃ς ἀποικίας ἡ̃ς ἀπώ̨κισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτου̃
μετὰ Ζοροβαβελ καὶ 'Ιησου̃ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαου̃ Ισραηλ
υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
10 υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
11 υἱοὶ Φααθμωαβ τοι̃ς υἱοι̃ς 'Ιησου̃ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
12 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
13 υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
14 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
15 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
16 υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
17 υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
18 υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
19 υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
20 υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
21 υἱοὶ Ατηρ τω̨̃ Εζεκια ἐνενήκοντα ὀκτώ
22 υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
23 υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
24 υἱοὶ Αριφ ἑκατὸν δώδεκα
25 υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
26 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρει̃ς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
27 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
28 ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
29 ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρει̃ς
30 ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἱ̃ς
31 ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
32 ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρει̃ς
33 ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο
34 ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
35 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
36 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
37 υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἱ̃ς
38 υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
39 οἱ ἱερει̃ς υἱοὶ Ιωδαε εἰς οἰ̃κον 'Ιησου̃ ἐννακόσιοι ἑβδομήκοντα τρει̃ς
40 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
41 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
42 υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
43 οἱ Λευι̃ται υἱοὶ 'Ιησου̃ τω̨̃ Καδμιηλ τοι̃ς υἱοι̃ς του̃ Ουδουια ἑβδομήκοντα τέσσαρες
44 οἱ ἄ̨δοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
45 οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
46 οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
47 υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
48 υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
49 υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
50 υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
51 υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
52 υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
53 υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
54 υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
55 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
56 υἱοὶ Νισια υἱοὶ Ατιφα
57 υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
58 υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
59 υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
60 πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
61 καὶ οὑ̃τοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγει̃λαι οἴκους πατριω̃ν αὐτω̃ν καὶ σπέρμα αὐτω̃ν εἰ ἀπὸ Ισραηλ εἰσίν
62 υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
63 καὶ ἀπὸ τω̃ν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι του̃ Γαλααδίτου γυναι̃κας καὶ ἐκλήθη ἐπ' ὀνόματι αὐτω̃ν
64 οὑ̃τοι ἐζήτησαν γραφὴν αὐτω̃ν τη̃ς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τη̃ς ἱερατείας
65 καὶ εἰ̃πεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ του̃ ἁγίου τω̃ν ἁγίων ἕως ἀναστη̨̃ ὁ ἱερεὺς φωτίσων
66 καὶ ἐγένετο πα̃σα ἡ ἐκκλησία ὡς εἱ̃ς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
67 πάρεξ δούλων αὐτω̃ν καὶ παιδισκω̃ν αὐτω̃ν οὑ̃τοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ἄ̨δοντες καὶ ἄ̨δουσαι διακόσιοι τεσσαράκοντα πέντε
68 ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
69 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
70 καὶ ἀπὸ μέρους ἀρχηγω̃ν τω̃ν πατριω̃ν ἔδωκαν εἰς τὸ ἔργον τω̨̃ Νεεμια εἰς θησαυρὸν χρυσου̃ς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τω̃ν ἱερέων τριάκοντα
71 καὶ ἀπὸ ἀρχηγω̃ν τω̃ν πατριω̃ν ἔδωκαν εἰς θησαυρὸν του̃ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνα̃ς δισχιλίας διακοσίας
72 καὶ ἔδωκαν οἱ κατάλοιποι του̃ λαου̃ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνα̃ς δισχιλίας διακοσίας καὶ χοθωνωθ τω̃ν ἱερέων ἑξήκοντα ἑπτά
73 καὶ ἐκάθισαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ οἱ πυλωροὶ καὶ οἱ ἄ̨δοντες καὶ οἱ ἀπὸ του̃ λαου̃ καὶ οἱ ναθινιμ καὶ πα̃ς Ισραηλ ἐν πόλεσιν αὐτω̃ν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτω̃ν
Читать далее:ΕΣΔΡΑΣ, κεφαλίς 18
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).