1 καὶ ἐν ἡμέρα̨ εἰκοστη̨̃ καὶ τετάρτη̨ του̃ μηνὸς τούτου συνήχθησαν οἱ υἱοὶ Ισραηλ ἐν νηστεία̨ καὶ ἐν σάκκοις |
2 καὶ ἐχωρίσθησαν οἱ υἱοὶ Ισραηλ ἀπὸ παντὸς υἱου̃ ἀλλοτρίου καὶ ἔστησαν καὶ ἐξηγόρευσαν τὰς ἁμαρτίας αὐτω̃ν καὶ τὰς ἀνομίας τω̃ν πατέρων αὐτω̃ν |
3 καὶ ἔστησαν ἐπὶ στάσει αὐτω̃ν καὶ ἀνέγνωσαν ἐν βιβλίω̨ νόμου κυρίου θεου̃ αὐτω̃ν καὶ ἠ̃σαν ἐξαγορεύοντες τω̨̃ κυρίω̨ καὶ προσκυνου̃ντες τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν |
4 καὶ ἔστη ἐπὶ ἀναβάσει τω̃ν Λευιτω̃ν 'Ιησου̃ς καὶ υἱοὶ Καδμιηλ Σαχανια υἱὸς Σαραβια υἱοὶ Χανανι καὶ ἐβόησαν φωνη̨̃ μεγάλη̨ πρὸς κύριον τὸν θεὸν αὐτω̃ν |
5 καὶ εἴποσαν οἱ Λευι̃ται 'Ιησου̃ς καὶ Καδμιηλ ἀνάστητε εὐλογει̃τε τὸν κύριον θεὸν ὑμω̃ν ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος καὶ εὐλογήσουσιν ὄνομα δόξης σου καὶ ὑψώσουσιν ἐπὶ πάση̨ εὐλογία̨ καὶ αἰνέσει |
6 καὶ εἰ̃πεν Εσδρας σὺ εἰ̃ αὐτὸς κύριος μόνος σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὸν οὐρανὸν του̃ οὐρανου̃ καὶ πα̃σαν τὴν στάσιν αὐτω̃ν τὴν γη̃ν καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ τὰς θαλάσσας καὶ πάντα τὰ ἐν αὐται̃ς καὶ σὺ ζωοποιει̃ς τὰ πάντα καὶ σοὶ προσκυνου̃σιν αἱ στρατιαὶ τω̃ν οὐρανω̃ν |
7 σὺ εἰ̃ κύριος ὁ θεός σὺ ἐξελέξω ἐν Αβραμ καὶ ἐξήγαγες αὐτὸν ἐκ τη̃ς χώρας τω̃ν Χαλδαίων καὶ ἐπέθηκας αὐτω̨̃ ὄνομα Αβρααμ |
8 καὶ εὑ̃ρες τὴν καρδίαν αὐτου̃ πιστὴν ἐνώπιόν σου καὶ διέθου πρὸς αὐτὸν διαθήκην δου̃ναι αὐτω̨̃ τὴν γη̃ν τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Γεργεσαίων καὶ τω̨̃ σπέρματι αὐτου̃ καὶ ἔστησας τοὺς λόγους σου ὅτι δίκαιος σύ |
9 καὶ εἰ̃δες τὴν ταπείνωσιν τω̃ν πατέρων ἡμω̃ν ἐν Αἰγύπτω̨ καὶ τὴν κραυγὴν αὐτω̃ν ἤκουσας ἐπὶ θάλασσαν ἐρυθράν |
10 καὶ ἔδωκας σημει̃α ἐν Αἰγύπτω̨ ἐν Φαραω καὶ ἐν πα̃σιν τοι̃ς παισὶν αὐτου̃ καὶ ἐν παντὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς αὐτου̃ ὅτι ἔγνως ὅτι ὑπερηφάνησαν ἐπ' αὐτούς καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη |
11 καὶ τὴν θάλασσαν ἔρρηξας ἐνώπιον αὐτω̃ν καὶ παρήλθοσαν ἐν μέσω̨ τη̃ς θαλάσσης ἐν ξηρασία̨ καὶ τοὺς καταδιώξαντας αὐτοὺς ἔρριψας εἰς βυθὸν ὡσεὶ λίθον ἐν ὕδατι σφοδρω̨̃ |
12 καὶ ἐν στύλω̨ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλω̨ πυρὸς τὴν νύκτα του̃ φωτίσαι αὐτοι̃ς τὴν ὁδόν ἐν ἡ̨̃ πορεύσονται ἐν αὐτη̨̃ |
13 καὶ ἐπὶ ὄρος Σινα κατέβης καὶ ἐλάλησας πρὸς αὐτοὺς ἐξ οὐρανου̃ καὶ ἔδωκας αὐτοι̃ς κρίματα εὐθέα καὶ νόμους ἀληθείας προστάγματα καὶ ἐντολὰς ἀγαθάς |
14 καὶ τὸ σάββατόν σου τὸ ἅγιον ἐγνώρισας αὐτοι̃ς ἐντολὰς καὶ προστάγματα καὶ νόμον ἐνετείλω αὐτοι̃ς ἐν χειρὶ Μωυση̃ δούλου σου |
15 καὶ ἄρτον ἐξ οὐρανου̃ ἔδωκας αὐτοι̃ς εἰς σιτοδείαν αὐτω̃ν καὶ ὕδωρ ἐκ πέτρας ἐξήνεγκας αὐτοι̃ς εἰς δίψαν αὐτω̃ν καὶ εἰ̃πας αὐτοι̃ς εἰσελθει̃ν κληρονομη̃σαι τὴν γη̃ν ἐφ' ἣν ἐξέτεινας τὴν χει̃ρά σου δου̃ναι αὐτοι̃ς |
16 καὶ αὐτοὶ καὶ οἱ πατέρες ἡμω̃ν ὑπερηφανεύσαντο καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν καὶ οὐκ ἤκουσαν τω̃ν ἐντολω̃ν σου |
17 καὶ ἀνένευσαν του̃ εἰσακου̃σαι καὶ οὐκ ἐμνήσθησαν τω̃ν θαυμασίων σου ὡ̃ν ἐποίησας μετ' αὐτω̃ν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν καὶ ἔδωκαν ἀρχὴν ἐπιστρέψαι εἰς δουλείαν αὐτω̃ν ἐν Αἰγύπτω̨ καὶ σὺ θεὸς ἐλεήμων καὶ οἰκτίρμων μακρόθυμος καὶ πολυέλεος καὶ οὐκ ἐγκατέλιπες αὐτούς |
18 ἔτι δὲ καὶ ἐποίησαν ἑαυτοι̃ς μόσχον χωνευτὸν καὶ εἰ̃παν οὑ̃τοι οἱ θεοὶ οἱ ἐξαγαγόντες ἡμα̃ς ἐξ Αἰγύπτου καὶ ἐποίησαν παροργισμοὺς μεγάλους |
19 καὶ σὺ ἐν οἰκτιρμοι̃ς σου τοι̃ς πολλοι̃ς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ τὸν στυ̃λον τη̃ς νεφέλης οὐκ ἐξέκλινας ἀπ' αὐτω̃ν ἡμέρας ὁδηγη̃σαι αὐτοὺς ἐν τη̨̃ ὁδω̨̃ καὶ τὸν στυ̃λον του̃ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοι̃ς τὴν ὁδόν ἐν ἡ̨̃ πορεύσονται ἐν αὐτη̨̃ |
20 καὶ τὸ πνευ̃μά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτοὺς καὶ τὸ μαννα σου̃ οὐκ ἀφυστέρησας ἀπὸ στόματος αὐτω̃ν καὶ ὕδωρ ἔδωκας αὐτοι̃ς τω̨̃ δίψει αὐτω̃ν |
21 καὶ τεσσαράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τη̨̃ ἐρήμω̨ οὐχ ὑστέρησαν ἱμάτια αὐτω̃ν οὐκ ἐπαλαιώθησαν καὶ πόδες αὐτω̃ν οὐ διερράγησαν |
22 καὶ ἔδωκας αὐτοι̃ς βασιλείας καὶ λαοὺς καὶ διεμέρισας αὐτοι̃ς καὶ ἐκληρονόμησαν τὴν γη̃ν Σηων βασιλέως Εσεβων καὶ τὴν γη̃ν Ωγ βασιλέως του̃ Βασαν |
23 καὶ τοὺς υἱοὺς αὐτω̃ν ἐπλήθυνας ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃ καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γη̃ν ἣν εἰ̃πας τοι̃ς πατράσιν αὐτω̃ν καὶ ἐκληρονόμησαν αὐτήν |
24 καὶ ἐξέτριψας ἐνώπιον αὐτω̃ν τοὺς κατοικου̃ντας τὴν γη̃ν τω̃ν Χαναναίων καὶ ἔδωκας αὐτοὺς εἰς τὰς χει̃ρας αὐτω̃ν καὶ τοὺς βασιλει̃ς αὐτω̃ν καὶ τοὺς λαοὺς τη̃ς γη̃ς ποιη̃σαι αὐτοι̃ς ὡς ἀρεστὸν ἐνώπιον αὐτω̃ν |
25 καὶ κατελάβοσαν πόλεις ὑψηλὰς καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθω̃ν λάκκους λελατομημένους ἀμπελω̃νας καὶ ἐλαιω̃νας καὶ πα̃ν ξύλον βρώσιμον εἰς πλη̃θος καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνη̨ σου τη̨̃ μεγάλη̨ |
26 καὶ ἤλλαξαν καὶ ἀπέστησαν ἀπὸ σου̃ καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτω̃ν καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοι̃ς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ καὶ ἐποίησαν παροργισμοὺς μεγάλους |
27 καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς καὶ ἔθλιψαν αὐτούς καὶ ἀνεβόησαν πρὸς σὲ ἐν καιρω̨̃ θλίψεως αὐτω̃ν καὶ σὺ ἐξ οὐρανου̃ σου ἤκουσας καὶ ἐν οἰκτιρμοι̃ς σου τοι̃ς μεγάλοις ἔδωκας αὐτοι̃ς σωτη̃ρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλιβόντων αὐτούς |
28 καὶ ὡς ἀνεπαύσαντο ἐπέστρεψαν ποιη̃σαι τὸ πονηρὸν ἐνώπιόν σου καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ κατη̃ρξαν ἐν αὐτοι̃ς καὶ πάλιν ἀνεβόησαν πρὸς σέ καὶ σὺ ἐξ οὐρανου̃ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτιρμοι̃ς σου πολλοι̃ς |
29 καὶ ἐπεμαρτύρω αὐτοι̃ς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου καὶ οὐκ ἤκουσαν ἀλλὰ ἐν ται̃ς ἐντολαι̃ς σου καὶ ἐν τοι̃ς κρίμασί σου ἡμάρτοσαν ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοι̃ς καὶ ἔδωκαν νω̃τον ἀπειθου̃ντα καὶ τράχηλον αὐτω̃ν ἐσκλήρυναν καὶ οὐκ ἤκουσαν |
30 καὶ εἵλκυσας ἐπ' αὐτοὺς ἔτη πολλὰ καὶ ἐπεμαρτύρω αὐτοι̃ς ἐν πνεύματί σου ἐν χειρὶ προφητω̃ν σου καὶ οὐκ ἠνωτίσαντο καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ λαω̃ν τη̃ς γη̃ς |
31 καὶ σὺ ἐν οἰκτιρμοι̃ς σου τοι̃ς πολλοι̃ς οὐκ ἐποίησας αὐτοὺς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς ὅτι ἰσχυρὸς εἰ̃ καὶ ἐλεήμων καὶ οἰκτίρμων |
32 καὶ νυ̃ν ὁ θεὸς ἡμω̃ν ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερὸς φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου μὴ ὀλιγωθήτω ἐνώπιόν σου πα̃ς ὁ μόχθος ὃς εὑ̃ρεν ἡμα̃ς καὶ τοὺς βασιλει̃ς ἡμω̃ν καὶ τοὺς ἄρχοντας ἡμω̃ν καὶ τοὺς ἱερει̃ς ἡμω̃ν καὶ τοὺς προφήτας ἡμω̃ν καὶ τοὺς πατέρας ἡμω̃ν καὶ ἐν παντὶ τω̨̃ λαω̨̃ σου ἀπὸ ἡμερω̃ν βασιλέων Ασσουρ καὶ ἕως τη̃ς ἡμέρας ταύτης |
33 καὶ σὺ δίκαιος ἐπὶ πα̃σι τοι̃ς ἐρχομένοις ἐφ' ἡμα̃ς ὅτι ἀλήθειαν ἐποίησας καὶ ἡμει̃ς ἐξημάρτομεν |
34 καὶ οἱ βασιλει̃ς ἡμω̃ν καὶ οἱ ἄρχοντες ἡμω̃ν καὶ οἱ ἱερει̃ς ἡμω̃ν καὶ οἱ πατέρες ἡμω̃ν οὐκ ἐποίησαν τὸν νόμον σου καὶ οὐ προσέσχον τω̃ν ἐντολω̃ν σου καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοι̃ς |
35 καὶ αὐτοὶ ἐν βασιλεία̨ σου καὶ ἐν ἀγαθωσύνη̨ σου τη̨̃ πολλη̨̃ ἡ̨̃ ἔδωκας αὐτοι̃ς καὶ ἐν τη̨̃ γη̨̃ τη̨̃ πλατεία̨ καὶ λιπαρα̨̃ ἡ̨̃ ἔδωκας ἐνώπιον αὐτω̃ν οὐκ ἐδούλευσάν σοι καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτω̃ν τω̃ν πονηρω̃ν |
36 ἰδού ἐσμεν σήμερον δου̃λοι καὶ ἡ γη̃ ἣν ἔδωκας τοι̃ς πατράσιν ἡμω̃ν φαγει̃ν τὸν καρπὸν αὐτη̃ς |
37 τοι̃ς βασιλευ̃σιν οἱ̃ς ἔδωκας ἐφ' ἡμα̃ς ἐν ἁμαρτίαις ἡμω̃ν καὶ ἐπὶ τὰ σώματα ἡμω̃ν ἐξουσιάζουσιν καὶ ἐν κτήνεσιν ἡμω̃ν ὡς ἀρεστὸν αὐτοι̃ς καὶ ἐν θλίψει μεγάλη̨ ἐσμέν |