ΠΡΟΣ ΓΑΛΑΤΑΣ,
κεφαλίς 2,
στἰχοι 15-21
15 ἡμει̃ς φύσει ’Ιουδαι̃οι καὶ οὐκ ἐξ ἐθνω̃ν ἁμαρτωλοί |
16 εἰδότες δὲ ὅτι οὐ δικαιου̃ται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ’Ιησου̃ Χριστου̃ καὶ ἡμει̃ς εἰς Χριστòν ’Ιησου̃ν ἐπιστεύσαμεν ἵνα δικαιωθω̃μεν ἐκ πίστεως Χριστου̃ καὶ οὐκ ἐξ ἔργων νόμου ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πα̃σα σάρξ |
17 εἰ δὲ ζητου̃ντες δικαιωθη̃ναι ἐν Χριστω̨̃ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί ἀ̃ρα Χριστòς ἁμαρτίας διάκονος μὴ γένοιτο |
18 εἰ γὰρ ἃ κατέλυσα ταυ̃τα πάλιν οἰκοδομω̃ παραβάτην ἐμαυτòν συνιστάνω |
19 ἐγὼ γὰρ διὰ νόμου νόμω̨ ἀπέθανον ἵνα θεω̨̃ ζήσω Χριστω̨̃ συνεσταύρωμαι |
20 ζω̃ δὲ οὐκέτι ἐγώ ζη̨̃ δὲ ἐν ἐμοὶ Χριστός ὃ δὲ νυ̃ν ζω̃ ἐν σαρκί ἐν πίστει ζω̃ τη̨̃ του̃ υἱου̃ του̃ θεου̃ του̃ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτòν ὑπὲρ ἐμου̃ |
21 οὐκ ἀθετω̃ τὴν χάριν του̃ θεου̃ εἰ γὰρ διὰ νόμου δικαιοσύνη ἄρα Χριστòς δωρεὰν ἀπέθανεν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.