ΠΡΟΣ ΓΑΛΑΤΑΣ,
κεφαλίς 6
1 ἀδελφοί ἐὰν καὶ προλημφθη̨̃ ἄνθρωπος ἔν τινι παραπτώματι ὑμει̃ς οἱ πνευματικοὶ καταρτίζετε τòν τοιου̃τον ἐν πνεύματι πραΰτητος σκοπω̃ν σεαυτόν μὴ καὶ σὺ πειρασθη̨̃ς |
2 ἀλλήλων τὰ βάρη βαστάζετε καὶ οὕτως ἀναπληρώσετε τòν νόμον του̃ Χριστου̃ |
3 εἰ γὰρ δοκει̃ τις εἰ̃ναί τι μηδὲν ὤν φρεναπατα̨̃ ἑαυτόν |
4 τò δὲ ἔργον ἑαυτου̃ δοκιμαζέτω ἕκαστος καὶ τότε εἰς ἑαυτòν μόνον τò καύχημα ἕξει καὶ οὐκ εἰς τòν ἕτερον |
5 ἕκαστος γὰρ τò ἴδιον φορτίον βαστάσει |
6 κοινωνείτω δὲ ὁ κατηχούμενος τòν λόγον τω̨̃ κατηχου̃ντι ἐν πα̃σιν ἀγαθοι̃ς |
7 μὴ πλανα̃σθε θεòς οὐ μυκτηρίζεται ὃ γὰρ ἐὰν σπείρη̨ ἄνθρωπος του̃το καὶ θερίσει |
8 ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτου̃ ἐκ τη̃ς σαρκòς θερίσει φθοράν ὁ δὲ σπείρων εἰς τò πνευ̃μα ἐκ του̃ πνεύματος θερίσει ζωὴν αἰώνιον |
9 τò δὲ καλòν ποιου̃ντες μὴ ἐγκακω̃μεν καιρω̨̃ γὰρ ἰδίω̨ θερίσομεν μὴ ἐκλυόμενοι |
10 ἄρα οὐ̃ν ὡς καιρòν ἔχομεν ἐργαζώμεθα τò ἀγαθòν πρòς πάντας μάλιστα δὲ πρòς τοὺς οἰκείους τη̃ς πίστεως |
11 ἴδετε πηλίκοις ὑμι̃ν γράμμασιν ἔγραψα τη̨̃ ἐμη̨̃ χειρί |
12 ὅσοι θέλουσιν εὐπροσωπη̃σαι ἐν σαρκί οὑ̃τοι ἀναγκάζουσιν ὑμα̃ς περιτέμνεσθαι μόνον ἵνα τω̨̃ σταυρω̨̃ του̃ Χριστου̃ μὴ διώκωνται |
13 οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν ἀλλὰ θέλουσιν ὑμα̃ς περιτέμνεσθαι ἵνα ἐν τη̨̃ ὑμετέρα̨ σαρκὶ καυχήσωνται |
14 ἐμοὶ δὲ μὴ γένοιτο καυχα̃σθαι εἰ μὴ ἐν τω̨̃ σταυρω̨̃ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ δι' οὑ̃ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμω̨ |
15 οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία ἀλλὰ καινὴ κτίσις |
16 καὶ ὅσοι τω̨̃ κανόνι τούτω̨ στοιχήσουσιν εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τòν ’Ισραὴλ του̃ θεου̃ |
17 του̃ λοιπου̃ κόπους μοι μηδεὶς παρεχέτω ἐγὼ γὰρ τὰ στίγματα του̃ ’Ιησου̃ ἐν τω̨̃ σώματί μου βαστάζω |
18 ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ μετὰ του̃ πνεύματος ὑμω̃ν ἀδελφοί ἀμήν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.