ΓΕΝΕΣΙΣ,
κεφαλίς 11,
στἰχοι 29-32
29 καὶ ἔλαβον Αβραμ καὶ Ναχωρ ἑαυτοι̃ς γυναι̃κας ὄνομα τη̨̃ γυναικὶ Αβραμ Σαρα καὶ ὄνομα τη̨̃ γυναικὶ Ναχωρ Μελχα θυγάτηρ Αρραν πατὴρ Μελχα καὶ πατὴρ Ιεσχα |
30 καὶ ἠ̃ν Σαρα στει̃ρα καὶ οὐκ ἐτεκνοποίει |
31 καὶ ἔλαβεν Θαρα τὸν Αβραμ υἱὸν αὐτου̃ καὶ τὸν Λωτ υἱὸν Αρραν υἱὸν του̃ υἱου̃ αὐτου̃ καὶ τὴν Σαραν τὴν νύμφην αὐτου̃ γυναι̃κα Αβραμ του̃ υἱου̃ αὐτου̃ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τη̃ς χώρας τω̃ν Χαλδαίων πορευθη̃ναι εἰς τὴν γη̃ν Χανααν καὶ ἠ̃λθεν ἕως Χαρραν καὶ κατώ̨κησεν ἐκει̃ |
32 καὶ ἐγένοντο αἱ ἡμέραι Θαρα ἐν Χαρραν διακόσια πέντε ἔτη καὶ ἀπέθανεν Θαρα ἐν Χαρραν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.