ΓΕΝΕΣΙΣ,
κεφαλίς 17,
στἰχοι 1-7
1 ἐγένετο δὲ Αβραμ ἐτω̃ν ἐνενήκοντα ἐννέα καὶ ὤφθη κύριος τω̨̃ Αβραμ καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ θεός σου εὐαρέστει ἐναντίον ἐμου̃ καὶ γίνου ἄμεμπτος |
2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ πληθυνω̃ σε σφόδρα |
3 καὶ ἔπεσεν Αβραμ ἐπὶ πρόσωπον αὐτου̃ καὶ ἐλάλησεν αὐτω̨̃ ὁ θεὸς λέγων |
4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σου̃ καὶ ἔση̨ πατὴρ πλήθους ἐθνω̃ν |
5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Αβραμ ἀλλ' ἔσται τὸ ὄνομά σου Αβρααμ ὅτι πατέρα πολλω̃ν ἐθνω̃ν τέθεικά σε |
6 καὶ αὐξανω̃ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλει̃ς ἐκ σου̃ ἐξελεύσονται |
7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον σου̃ καὶ ἀνὰ μέσον του̃ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτω̃ν εἰς διαθήκην αἰώνιον εἰ̃ναί σου θεὸς καὶ του̃ σπέρματός σου μετὰ σέ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.