Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 18,  στἰχοι 22-32

22 καὶ ἀποστρέψαντες ἐκει̃θεν οἱ ἄνδρες ἠ̃λθον εἰς Σοδομα Αβρααμ δὲ ἠ̃ν ἑστηκὼς ἐναντίον κυρίου
23 καὶ ἐγγίσας Αβρααμ εἰ̃πεν μὴ συναπολέση̨ς δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής
24 ἐὰν ὠ̃σιν πεντήκοντα δίκαιοι ἐν τη̨̃ πόλει ἀπολει̃ς αὐτούς οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τω̃ν πεντήκοντα δικαίων ἐὰν ὠ̃σιν ἐν αὐτη̨̃
25 μηδαμω̃ς σὺ ποιήσεις ὡς τὸ ῥη̃μα του̃το του̃ ἀποκτει̃ναι δίκαιον μετὰ ἀσεβου̃ς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής μηδαμω̃ς ὁ κρίνων πα̃σαν τὴν γη̃ν οὐ ποιήσεις κρίσιν
26 εἰ̃πεν δὲ κύριος ἐὰν εὕρω ἐν Σοδομοις πεντήκοντα δικαίους ἐν τη̨̃ πόλει ἀφήσω πάντα τὸν τόπον δι' αὐτούς
27 καὶ ἀποκριθεὶς Αβρααμ εἰ̃πεν νυ̃ν ἠρξάμην λαλη̃σαι πρὸς τὸν κύριον ἐγὼ δέ εἰμι γη̃ καὶ σποδός
28 ἐὰν δὲ ἐλαττονωθω̃σιν οἱ πεντήκοντα δίκαιοι πέντε ἀπολει̃ς ἕνεκεν τω̃ν πέντε πα̃σαν τὴν πόλιν καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τεσσαράκοντα πέντε
29 καὶ προσέθηκεν ἔτι λαλη̃σαι πρὸς αὐτὸν καὶ εἰ̃πεν ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τεσσαράκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν τεσσαράκοντα
30 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ τριάκοντα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἐὰν εὕρω ἐκει̃ τριάκοντα
31 καὶ εἰ̃πεν ἐπειδὴ ἔχω λαλη̃σαι πρὸς τὸν κύριον ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ εἴκοσι καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν εἴκοσι
32 καὶ εἰ̃πεν μή τι κύριε ἐὰν λαλήσω ἔτι ἅπαξ ἐὰν δὲ εὑρεθω̃σιν ἐκει̃ δέκα καὶ εἰ̃πεν οὐ μὴ ἀπολέσω ἕνεκεν τω̃ν δέκα
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 18
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).