1 προσθέμενος δὲ Αβρααμ ἔλαβεν γυναι̃κα ἡ̨̃ ὄνομα Χεττουρα |
2 ἔτεκεν δὲ αὐτω̨̃ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε |
3 Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ |
4 υἱοὶ δὲ Μαδιαμ Γαιφα καὶ Αφερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα πάντες οὑ̃τοι ἠ̃σαν υἱοὶ Χεττουρας |
5 ἔδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτου̃ Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃ |
6 καὶ τοι̃ς υἱοι̃ς τω̃ν παλλακω̃ν αὐτου̃ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ του̃ υἱου̃ αὐτου̃ ἔτι ζω̃ντος αὐτου̃ πρὸς ἀνατολὰς εἰς γη̃ν ἀνατολω̃ν |
7 ταυ̃τα δὲ τὰ ἔτη ἡμερω̃ν ζωη̃ς Αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη |
8 καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλω̨̃ πρεσβύτης καὶ πλήρης ἡμερω̃ν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃ |
9 καὶ ἔθαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτου̃ εἰς τὸ σπήλαιον τὸ διπλου̃ν εἰς τὸν ἀγρὸν Εφρων του̃ Σααρ του̃ Χετταίου ὅ ἐστιν ἀπέναντι Μαμβρη |
10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Αβρααμ παρὰ τω̃ν υἱω̃ν Χετ ἐκει̃ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναι̃κα αὐτου̃ |
11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανει̃ν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτου̃ καὶ κατώ̨κησεν Ισαακ παρὰ τὸ φρέαρ τη̃ς ὁράσεως |
12 αὑ̃ται δὲ αἱ γενέσεις Ισμαηλ του̃ υἱου̃ Αβρααμ ὃν ἔτεκεν Αγαρ ἡ παιδίσκη Σαρρας τω̨̃ Αβρααμ |
13 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ισμαηλ κατ' ὄνομα τω̃ν γενεω̃ν αὐτου̃ πρωτότοκος Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ |
14 καὶ Μασμα καὶ Ιδουμα καὶ Μασση |
15 καὶ Χοδδαδ καὶ Θαιμαν καὶ Ιετουρ καὶ Ναφες καὶ Κεδμα |
16 οὑ̃τοί εἰσιν οἱ υἱοὶ Ισμαηλ καὶ ταυ̃τα τὰ ὀνόματα αὐτω̃ν ἐν ται̃ς σκηναι̃ς αὐτω̃ν καὶ ἐν ται̃ς ἐπαύλεσιν αὐτω̃ν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτω̃ν |
17 καὶ ταυ̃τα τὰ ἔτη τη̃ς ζωη̃ς Ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτου̃ |
18 κατώ̨κησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθει̃ν πρὸς 'Ασσυρίους κατὰ πρόσωπον πάντων τω̃ν ἀδελφω̃ν αὐτου̃ κατώ̨κησεν |
19 καὶ αὑ̃ται αἱ γενέσεις Ισαακ του̃ υἱου̃ Αβρααμ Αβρααμ ἐγέννησεν τὸν Ισαακ |
20 ἠ̃ν δὲ Ισαακ ἐτω̃ν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα Βαθουηλ του̃ Σύρου ἐκ τη̃ς Μεσοποταμίας ἀδελφὴν Λαβαν του̃ Σύρου ἑαυτω̨̃ γυναι̃κα |
21 ἐδει̃το δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τη̃ς γυναικὸς αὐτου̃ ὅτι στει̃ρα ἠ̃ν ἐπήκουσεν δὲ αὐτου̃ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα ἡ γυνὴ αὐτου̃ |
22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτη̨̃ εἰ̃πεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι του̃το ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου |
23 καὶ εἰ̃πεν κύριος αὐτη̨̃ δύο ἔθνη ἐν τη̨̃ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τη̃ς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαου̃ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τω̨̃ ἐλάσσονι |
24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι του̃ τεκει̃ν αὐτήν καὶ τη̨̃δε ἠ̃ν δίδυμα ἐν τη̨̃ κοιλία̨ αὐτη̃ς |
25 ἐξη̃λθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτου̃ Ησαυ |
26 καὶ μετὰ του̃το ἐξη̃λθεν ὁ ἀδελφὸς αὐτου̃ καὶ ἡ χεὶρ αὐτου̃ ἐπειλημμένη τη̃ς πτέρνης Ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Ιακωβ Ισαακ δὲ ἠ̃ν ἐτω̃ν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα |
27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἠ̃ν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγει̃ν ἄγροικος Ιακωβ δὲ ἠ̃ν ἄνθρωπος ἄπλαστος οἰκω̃ν οἰκίαν |
28 ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ ὅτι ἡ θήρα αὐτου̃ βρω̃σις αὐτω̨̃ Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ |
29 ἥψησεν δὲ Ιακωβ ἕψεμα ἠ̃λθεν δὲ Ησαυ ἐκ του̃ πεδίου ἐκλείπων |
30 καὶ εἰ̃πεν Ησαυ τω̨̃ Ιακωβ γευ̃σόν με ἀπὸ του̃ ἑψέματος του̃ πυρρου̃ τούτου ὅτι ἐκλείπω διὰ του̃το ἐκλήθη τὸ ὄνομα αὐτου̃ Εδωμ |
31 εἰ̃πεν δὲ Ιακωβ τω̨̃ Ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί |
32 εἰ̃πεν δὲ Ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτα̃ν καὶ ἵνα τί μοι ταυ̃τα τὰ πρωτοτόκια |
33 καὶ εἰ̃πεν αὐτω̨̃ Ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτω̨̃ ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τω̨̃ Ιακωβ |
34 Ιακωβ δὲ ἔδωκεν τω̨̃ Ησαυ ἄρτον καὶ ἕψεμα φακου̃ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ὤ̨χετο καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια |