Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 28

προσκαλεσάμενος δὲ Ισαακ τὸν Ιακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτω̨̃ λέγων οὐ λήμψη̨ γυναι̃κα ἐκ τω̃ν θυγατέρων Χανααν
ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἰ̃κον Βαθουηλ του̃ πατρὸς τη̃ς μητρός σου καὶ λαβὲ σεαυτω̨̃ ἐκει̃θεν γυναι̃κα ἐκ τω̃ν θυγατέρων Λαβαν του̃ ἀδελφου̃ τη̃ς μητρός σου
ὁ δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε καὶ ἔση̨ εἰς συναγωγὰς ἐθνω̃ν
καὶ δώ̨η σοι τὴν εὐλογίαν Αβρααμ του̃ πατρός μου σοὶ καὶ τω̨̃ σπέρματί σου μετὰ σέ κληρονομη̃σαι τὴν γη̃ν τη̃ς παροικήσεώς σου ἣν ἔδωκεν ὁ θεὸς τω̨̃ Αβρααμ
καὶ ἀπέστειλεν Ισαακ τὸν Ιακωβ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν πρὸς Λαβαν τὸν υἱὸν Βαθουηλ του̃ Σύρου ἀδελφὸν δὲ Ρεβεκκας τη̃ς μητρὸς Ιακωβ καὶ Ησαυ
εἰ̃δεν δὲ Ησαυ ὅτι εὐλόγησεν Ισαακ τὸν Ιακωβ καὶ ἀπώ̨χετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβει̃ν ἑαυτω̨̃ ἐκει̃θεν γυναι̃κα ἐν τω̨̃ εὐλογει̃ν αὐτὸν καὶ ἐνετείλατο αὐτω̨̃ λέγων οὐ λήμψη̨ γυναι̃κα ἀπὸ τω̃ν θυγατέρων Χανααν
καὶ ἤκουσεν Ιακωβ του̃ πατρὸς καὶ τη̃ς μητρὸς αὐτου̃ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας
καὶ εἰ̃δεν Ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χανααν ἐναντίον Ισαακ του̃ πατρὸς αὐτου̃
καὶ ἐπορεύθη Ησαυ πρὸς Ισμαηλ καὶ ἔλαβεν τὴν Μαελεθ θυγατέρα Ισμαηλ του̃ υἱου̃ Αβρααμ ἀδελφὴν Ναβαιωθ πρὸς ται̃ς γυναιξὶν αὐτου̃ γυναι̃κα
10 καὶ ἐξη̃λθεν Ιακωβ ἀπὸ του̃ φρέατος του̃ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρραν
11 καὶ ἀπήντησεν τόπω̨ καὶ ἐκοιμήθη ἐκει̃ ἔδυ γὰρ ὁ ἥλιος καὶ ἔλαβεν ἀπὸ τω̃ν λίθων του̃ τόπου καὶ ἔθηκεν πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἐκοιμήθη ἐν τω̨̃ τόπω̨ ἐκείνω̨
12 καὶ ἐνυπνιάσθη καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τη̨̃ γη̨̃ ἡ̃ς ἡ κεφαλὴ ἀφικνει̃το εἰς τὸν οὐρανόν καὶ οἱ ἄγγελοι του̃ θεου̃ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτη̃ς
13 ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτη̃ς καὶ εἰ̃πεν ἐγὼ κύριος ὁ θεὸς Αβρααμ του̃ πατρός σου καὶ ὁ θεὸς Ισαακ μὴ φοβου̃ ἡ γη̃ ἐφ' ἡ̃ς σὺ καθεύδεις ἐπ' αὐτη̃ς σοὶ δώσω αὐτὴν καὶ τω̨̃ σπέρματί σου
14 καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τη̃ς γη̃ς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρα̃ν καὶ ἐπ' ἀνατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς καὶ ἐν τω̨̃ σπέρματί σου
15 καὶ ἰδοὺ ἐγὼ μετὰ σου̃ διαφυλάσσων σε ἐν τη̨̃ ὁδω̨̃ πάση̨ οὑ̃ ἐὰν πορευθη̨̃ς καὶ ἀποστρέψω σε εἰς τὴν γη̃ν ταύτην ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως του̃ ποιη̃σαί με πάντα ὅσα ἐλάλησά σοι
16 καὶ ἐξηγέρθη Ιακωβ ἀπὸ του̃ ὕπνου αὐτου̃ καὶ εἰ̃πεν ὅτι ἔστιν κύριος ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐγὼ δὲ οὐκ ἤ̨δειν
17 καὶ ἐφοβήθη καὶ εἰ̃πεν ὡς φοβερὸς ὁ τόπος οὑ̃τος οὐκ ἔστιν του̃το ἀλλ' ἢ οἰ̃κος θεου̃ καὶ αὕτη ἡ πύλη του̃ οὐρανου̃
18 καὶ ἀνέστη Ιακωβ τὸ πρωὶ καὶ ἔλαβεν τὸν λίθον ὃν ὑπέθηκεν ἐκει̃ πρὸς κεφαλη̃ς αὐτου̃ καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτη̃ς
19 καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα του̃ τόπου ἐκείνου Οἰ̃κος θεου̃ καὶ Ουλαμλους ἠ̃ν ὄνομα τη̨̃ πόλει τὸ πρότερον
20 καὶ ηὔξατο Ιακωβ εὐχὴν λέγων ἐὰν ἠ̨̃ κύριος ὁ θεὸς μετ' ἐμου̃ καὶ διαφυλάξη̨ με ἐν τη̨̃ ὁδω̨̃ ταύτη̨ ἡ̨̃ ἐγὼ πορεύομαι καὶ δω̨̃ μοι ἄρτον φαγει̃ν καὶ ἱμάτιον περιβαλέσθαι
21 καὶ ἀποστρέψη̨ με μετὰ σωτηρίας εἰς τὸν οἰ̃κον του̃ πατρός μου καὶ ἔσται μοι κύριος εἰς θεόν
22 καὶ ὁ λίθος οὑ̃τος ὃν ἔστησα στήλην ἔσται μοι οἰ̃κος θεου̃ καὶ πάντων ὡ̃ν ἐάν μοι δω̨̃ς δεκάτην ἀποδεκατώσω αὐτά σοι
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 29
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).