ΓΕΝΕΣΙΣ,
κεφαλίς 2,
στἰχοι 19-25
19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τη̃ς γη̃ς πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Αδαμ ἰδει̃ν τί καλέσει αὐτά καὶ πα̃ν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζω̃σαν του̃το ὄνομα αὐτου̃ |
20 καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πα̃σιν τοι̃ς κτήνεσιν καὶ πα̃σι τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ πα̃σι τοι̃ς θηρίοις του̃ ἀγρου̃ τω̨̃ δὲ Αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτω̨̃ |
21 καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τω̃ν πλευρω̃ν αὐτου̃ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτη̃ς |
22 καὶ ὠ̨κοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ του̃ Αδαμ εἰς γυναι̃κα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Αδαμ |
23 καὶ εἰ̃πεν Αδαμ του̃το νυ̃ν ὀστου̃ν ἐκ τω̃ν ὀστέων μου καὶ σὰρξ ἐκ τη̃ς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ του̃ ἀνδρὸς αὐτη̃ς ἐλήμφθη αὕτη |
24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτου̃ καὶ τὴν μητέρα αὐτου̃ καὶ προσκολληθήσεται πρὸς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν |
25 καὶ ἠ̃σαν οἱ δύο γυμνοί ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτου̃ καὶ οὐκ ἠ̨σχύνοντο |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.