Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 49

ἐκάλεσεν δὲ Ιακωβ τοὺς υἱοὺς αὐτου̃ καὶ εἰ̃πεν συνάχθητε ἵνα ἀναγγείλω ὑμι̃ν τί ἀπαντήσει ὑμι̃ν ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν
ἀθροίσθητε καὶ ἀκούσατε υἱοὶ Ιακωβ ἀκούσατε Ισραηλ του̃ πατρὸς ὑμω̃ν
Ρουβην πρωτότοκός μου σύ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου σκληρὸς φέρεσθαι καὶ σκληρὸς αὐθάδης
ἐξύβρισας ὡς ὕδωρ μὴ ἐκζέση̨ς ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην του̃ πατρός σου τότε ἐμίανας τὴν στρωμνήν οὑ̃ ἀνέβης
Συμεων καὶ Λευι ἀδελφοί συνετέλεσαν ἀδικίαν ἐξ αἱρέσεως αὐτω̃ν
εἰς βουλὴν αὐτω̃ν μὴ ἔλθοι ἡ ψυχή μου καὶ ἐπὶ τη̨̃ συστάσει αὐτω̃ν μὴ ἐρείσαι τὰ ἥπατά μου ὅτι ἐν τω̨̃ θυμω̨̃ αὐτω̃ν ἀπέκτειναν ἀνθρώπους καὶ ἐν τη̨̃ ἐπιθυμία̨ αὐτω̃ν ἐνευροκόπησαν ταυ̃ρον
ἐπικατάρατος ὁ θυμὸς αὐτω̃ν ὅτι αὐθάδης καὶ ἡ μη̃νις αὐτω̃ν ὅτι ἐσκληρύνθη διαμεριω̃ αὐτοὺς ἐν Ιακωβ καὶ διασπερω̃ αὐτοὺς ἐν Ισραηλ
Ιουδα σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου αἱ χει̃ρές σου ἐπὶ νώτου τω̃ν ἐχθρω̃ν σου προσκυνήσουσίν σοι οἱ υἱοὶ του̃ πατρός σου
σκύμνος λέοντος Ιουδα ἐκ βλαστου̃ υἱέ μου ἀνέβης ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος τίς ἐγερει̃ αὐτόν
10 οὐκ ἐκλείψει ἄρχων ἐξ Ιουδα καὶ ἡγούμενος ἐκ τω̃ν μηρω̃ν αὐτου̃ ἕως ἂν ἔλθη̨ τὰ ἀποκείμενα αὐτω̨̃ καὶ αὐτὸς προσδοκία ἐθνω̃ν
11 δεσμεύων πρὸς ἄμπελον τὸν πω̃λον αὐτου̃ καὶ τη̨̃ ἕλικι τὸν πω̃λον τη̃ς ὄνου αὐτου̃ πλυνει̃ ἐν οἴνω̨ τὴν στολὴν αὐτου̃ καὶ ἐν αἵματι σταφυλη̃ς τὴν περιβολὴν αὐτου̃
12 χαροποὶ οἱ ὀφθαλμοὶ αὐτου̃ ἀπὸ οἴνου καὶ λευκοὶ οἱ ὀδόντες αὐτου̃ ἢ γάλα
13 Ζαβουλων παράλιος κατοικήσει καὶ αὐτὸς παρ' ὅρμον πλοίων καὶ παρατενει̃ ἕως Σιδω̃νος
14 Ισσαχαρ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τω̃ν κλήρων
15 καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλή καὶ τὴν γη̃ν ὅτι πίων ὑπέθηκεν τὸν ὠ̃μον αὐτου̃ εἰς τὸ πονει̃ν καὶ ἐγενήθη ἀνὴρ γεωργός
16 Δαν κρινει̃ τὸν ἑαυτου̃ λαὸν ὡσεὶ καὶ μία φυλὴ ἐν Ισραηλ
17 καὶ γενηθήτω Δαν ὄφις ἐφ' ὁδου̃ ἐγκαθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου καὶ πεσει̃ται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω
18 τὴν σωτηρίαν περιμένω κυρίου
19 Γαδ πειρατήριον πειρατεύσει αὐτόν αὐτὸς δὲ πειρατεύσει αὐτω̃ν κατὰ πόδας
20 Ασηρ πίων αὐτου̃ ὁ ἄρτος καὶ αὐτὸς δώσει τρυφὴν ἄρχουσιν
21 Νεφθαλι στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τω̨̃ γενήματι κάλλος
22 υἱὸς ηὐξημένος Ιωσηφ υἱὸς ηὐξημένος ζηλωτός υἱός μου νεώτατος πρός με ἀνάστρεψον
23 εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν καὶ ἐνει̃χον αὐτω̨̃ κύριοι τοξευμάτων
24 καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτω̃ν καὶ ἐξελύθη τὰ νευ̃ρα βραχιόνων χειρω̃ν αὐτω̃ν διὰ χει̃ρα δυνάστου Ιακωβ ἐκει̃θεν ὁ κατισχύσας Ισραηλ
25 παρὰ θεου̃ του̃ πατρός σου καὶ ἐβοήθησέν σοι ὁ θεὸς ὁ ἐμὸς καὶ εὐλόγησέν σε εὐλογίαν οὐρανου̃ ἄνωθεν καὶ εὐλογίαν γη̃ς ἐχούσης πάντα ἕνεκεν εὐλογίας μαστω̃ν καὶ μήτρας
26 εὐλογίας πατρός σου καὶ μητρός σου ὑπερίσχυσεν ἐπ' εὐλογίαις ὀρέων μονίμων καὶ ἐπ' εὐλογίαις θινω̃ν ἀενάων ἔσονται ἐπὶ κεφαλὴν Ιωσηφ καὶ ἐπὶ κορυφη̃ς ὡ̃ν ἡγήσατο ἀδελφω̃ν
27 Βενιαμιν λύκος ἅρπαξ τὸ πρωινὸν ἔδεται ἔτι καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν
28 πάντες οὑ̃τοι υἱοὶ Ιακωβ δώδεκα καὶ ταυ̃τα ἐλάλησεν αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν καὶ εὐλόγησεν αὐτούς ἕκαστον κατὰ τὴν εὐλογίαν αὐτου̃ εὐλόγησεν αὐτούς
29 καὶ εἰ̃πεν αὐτοι̃ς ἐγὼ προστίθεμαι πρὸς τὸν ἐμὸν λαόν θάψατέ με μετὰ τω̃ν πατέρων μου ἐν τω̨̃ σπηλαίω̨ ὅ ἐστιν ἐν τω̨̃ ἀγρω̨̃ Εφρων του̃ Χετταίου
30 ἐν τω̨̃ σπηλαίω̨ τω̨̃ διπλω̨̃ τω̨̃ ἀπέναντι Μαμβρη ἐν τη̨̃ γη̨̃ Χανααν ὃ ἐκτήσατο Αβρααμ τὸ σπήλαιον παρὰ Εφρων του̃ Χετταίου ἐν κτήσει μνημείου
31 ἐκει̃ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναι̃κα αὐτου̃ ἐκει̃ ἔθαψαν Ισαακ καὶ Ρεβεκκαν τὴν γυναι̃κα αὐτου̃ καὶ ἐκει̃ ἔθαψα Λειαν
32 ἐν κτήσει του̃ ἀγρου̃ καὶ του̃ σπηλαίου του̃ ὄντος ἐν αὐτω̨̃ παρὰ τω̃ν υἱω̃ν Χετ
33 καὶ κατέπαυσεν Ιακωβ ἐπιτάσσων τοι̃ς υἱοι̃ς αὐτου̃ καὶ ἐξάρας τοὺς πόδας αὐτου̃ ἐπὶ τὴν κλίνην ἐξέλιπεν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτου̃
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 50
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).