Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 13

ἡ φιλαδελφία μενέτω
τη̃ς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους
μιμνή̨σκεσθε τω̃ν δεσμίων ὡς συνδεδεμένοι τω̃ν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι
τίμιος ὁ γάμος ἐν πα̃σιν καὶ ἡ κοίτη ἀμίαντος πόρνους γὰρ καὶ μοιχοὺς κρινει̃ ὁ θεός
ἀφιλάργυρος ὁ τρόπος ἀρκούμενοι τοι̃ς παρου̃σιν αὐτòς γὰρ εἴρηκεν οὐ μή σε ἀνω̃ οὐδ' οὐ μή σε ἐγκαταλίπω
ὥστε θαρρου̃ντας ἡμα̃ς λέγειν κύριος ἐμοὶ βοηθός καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος
μνημονεύετε τω̃ν ἡγουμένων ὑμω̃ν οἵτινες ἐλάλησαν ὑμι̃ν τòν λόγον του̃ θεου̃ ὡ̃ν ἀναθεωρου̃ντες τὴν ἔκβασιν τη̃ς ἀναστροφη̃ς μιμει̃σθε τὴν πίστιν
’Ιησου̃ς Χριστòς ἐχθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰω̃νας
διδαχαι̃ς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε καλòν γὰρ χάριτι βεβαιου̃σθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἱ̃ς οὐκ ὠφελήθησαν οἱ περιπατου̃ντες
10 ἔχομεν θυσιαστήριον ἐξ οὑ̃ φαγει̃ν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τη̨̃ σκηνη̨̃ λατρεύοντες
11 ὡ̃ν γὰρ εἰσφέρεται ζώ̨ων τò αἱ̃μα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ του̃ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τη̃ς παρεμβολη̃ς
12 διò καὶ ’Ιησου̃ς ἵνα ἁγιάση̨ διὰ του̃ ἰδίου αἵματος τòν λαόν ἔξω τη̃ς πύλης ἔπαθεν
13 τοίνυν ἐξερχώμεθα πρòς αὐτòν ἔξω τη̃ς παρεμβολη̃ς τòν ὀνειδισμòν αὐτου̃ φέροντες
14 οὐ γὰρ ἔχομεν ὡ̃δε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητου̃μεν
15 δι' αὐτου̃ οὐ̃ν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντòς τω̨̃ θεω̨̃ του̃τ' ἔστιν καρπòν χειλέων ὁμολογούντων τω̨̃ ὀνόματι αὐτου̃
16 τη̃ς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε τοιαύταις γὰρ θυσίαις εὐαρεστει̃ται ὁ θεός
17 πείθεσθε τοι̃ς ἡγουμένοις ὑμω̃ν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνου̃σιν ὑπὲρ τω̃ν ψυχω̃ν ὑμω̃ν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρα̃ς του̃το ποιω̃σιν καὶ μὴ στενάζοντες ἀλυσιτελὲς γὰρ ὑμι̃ν του̃το
18 προσεύχεσθε περὶ ἡμω̃ν πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πα̃σιν καλω̃ς θέλοντες ἀναστρέφεσθαι
19 περισσοτέρως δὲ παρακαλω̃ του̃το ποιη̃σαι ἵνα τάχιον ἀποκατασταθω̃ ὑμι̃ν
20 ὁ δὲ θεòς τη̃ς εἰρήνης ὁ ἀναγαγὼν ἐκ νεκρω̃ν τòν ποιμένα τω̃ν προβάτων τòν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τòν κύριον ἡμω̃ν ’Ιησου̃ν
21 καταρτίσαι ὑμα̃ς ἐν παντὶ ἀγαθω̨̃ εἰς τò ποιη̃σαι τò θέλημα αὐτου̃ ποιω̃ν ἐν ἡμι̃ν τò εὐάρεστον ἐνώπιον αὐτου̃ διὰ ’Ιησου̃ Χριστου̃ ὡ̨̃ ἡ δόξα εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων ἀμήν
22 παρακαλω̃ δὲ ὑμα̃ς ἀδελφοί ἀνέχεσθε του̃ λόγου τη̃ς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμι̃ν
23 γινώσκετε τòν ἀδελφòν ἡμω̃ν Τιμόθεον ἀπολελυμένον μεθ' οὑ̃ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμα̃ς
24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμω̃ν καὶ πάντας τοὺς ἁγίους ἀσπάζονται ὑμα̃ς οἱ ἀπò τη̃ς ’Ιταλίας
25 ἡ χάρις μετὰ πάντων ὑμω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).