Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 2

διὰ του̃το δει̃ περισσοτέρως προσέχειν ἡμα̃ς τοι̃ς ἀκουσθει̃σιν μήποτε παραρυω̃μεν
εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος καὶ πα̃σα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν
πω̃ς ἡμει̃ς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας ἥτις ἀρχὴν λαβου̃σα λαλει̃σθαι διὰ του̃ κυρίου ὑπò τω̃ν ἀκουσάντων εἰς ἡμα̃ς ἐβεβαιώθη
συνεπιμαρτυρου̃ντος του̃ θεου̃ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοι̃ς κατὰ τὴν αὐτου̃ θέλησιν
οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν περὶ ἡ̃ς λαλου̃μεν
διεμαρτύρατο δέ πού τις λέγων τί ἐστιν ἄνθρωπος ὅτι μιμνή̨σκη̨ αὐτου̃ ἢ υἱòς ἀνθρώπου ὅτι ἐπισκέπτη̨ αὐτόν
ἠλάττωσας αὐτòν βραχύ τι παρ' ἀγγέλους δόξη̨ καὶ τιμη̨̃ ἐστεφάνωσας αὐτόν
πάντα ὑπέταξας ὑποκάτω τω̃ν ποδω̃ν αὐτου̃ ἐν τω̨̃ γὰρ ὑποτάξαι αὐτω̨̃ τὰ πάντα οὐδὲν ἀφη̃κεν αὐτω̨̃ ἀνυπότακτον νυ̃ν δὲ οὔπω ὁρω̃μεν αὐτω̨̃ τὰ πάντα ὑποτεταγμένα
τòν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν ’Ιησου̃ν διὰ τò πάθημα του̃ θανάτου δόξη̨ καὶ τιμη̨̃ ἐστεφανωμένον ὅπως χάριτι θεου̃ ὑπὲρ παντòς γεύσηται θανάτου
10 ἔπρεπεν γὰρ αὐτω̨̃ δι' ὃν τὰ πάντα καὶ δι' οὑ̃ τὰ πάντα πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τòν ἀρχηγòν τη̃ς σωτηρίας αὐτω̃ν διὰ παθημάτων τελειω̃σαι
11 ὁ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνòς πάντες δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλει̃ν
12 λέγων ἀπαγγελω̃ τò ὄνομά σου τοι̃ς ἀδελφοι̃ς μου ἐν μέσω̨ ἐκκλησίας ὑμνήσω σε
13 καὶ πάλιν ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτω̨̃ καὶ πάλιν ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός
14 ἐπεὶ οὐ̃ν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός καὶ αὐτòς παραπλησίως μετέσχεν τω̃ν αὐτω̃ν ἵνα διὰ του̃ θανάτου καταργήση̨ τòν τò κράτος ἔχοντα του̃ θανάτου του̃τ' ἔστιν τòν διάβολον
15 καὶ ἀπαλλάξη̨ τούτους ὅσοι φόβω̨ θανάτου διὰ παντòς του̃ ζη̃ν ἔνοχοι ἠ̃σαν δουλείας
16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται ἀλλὰ σπέρματος ’Αβραὰμ ἐπιλαμβάνεται
17 ὅθεν ὤφειλεν κατὰ πάντα τοι̃ς ἀδελφοι̃ς ὁμοιωθη̃ναι ἵνα ἐλεήμων γένηται καὶ πιστòς ἀρχιερεὺς τὰ πρòς τòν θεόν εἰς τò ἱλάσκεσθαι τὰς ἁμαρτίας του̃ λαου̃
18 ἐν ὡ̨̃ γὰρ πέπονθεν αὐτòς πειρασθείς δύναται τοι̃ς πειραζομένοις βοηθη̃σαι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).