ΗΣΑΙΑΣ,
κεφαλίς 20
1 του̃ ἔτους οὑ̃ εἰση̃λθεν Ταναθαν εἰς 'Άζωτον ἡνίκα ἀπεστάλη ὑπὸ Αρνα βασιλέως 'Ασσυρίων καὶ ἐπολέμησεν τὴν 'Άζωτον καὶ κατελάβετο αὐτήν |
2 τότε ἐλάλησεν κύριος πρὸς Ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τη̃ς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τω̃ν ποδω̃ν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος |
3 καὶ εἰ̃πεν κύριος ὃν τρόπον πεπόρευται Ησαιας ὁ παι̃ς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημει̃α καὶ τέρατα τοι̃ς Αἰγυπτίοις καὶ Αἰθίοψιν |
4 ὅτι οὕτως ἄξει βασιλεὺς 'Ασσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου |
5 καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοι̃ς Αἰθίοψιν ἐφ' οἱ̃ς ἠ̃σαν πεποιθότες οἱ Αἰγύπτιοι ἠ̃σαν γὰρ αὐτοι̃ς δόξα |
6 καὶ ἐρου̃σιν οἱ κατοικου̃ντες ἐν τη̨̃ νήσω̨ ταύτη̨ ἰδοὺ ἡμει̃ς ἠ̃μεν πεποιθότες του̃ φυγει̃ν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθη̃ναι ἀπὸ βασιλέως 'Ασσυρίων καὶ πω̃ς ἡμει̃ς σωθησόμεθα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.