ΗΣΑΙΑΣ,
κεφαλίς 30,
στἰχοι 8-17
8 νυ̃ν οὐ̃ν καθίσας γράψον ἐπὶ πυξίου ταυ̃τα καὶ εἰς βιβλίον ὅτι ἔσται εἰς ἡμέρας καιρω̃ν ταυ̃τα καὶ ἕως εἰς τὸν αἰω̃να |
9 ὅτι λαὸς ἀπειθής ἐστιν υἱοὶ ψευδει̃ς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον του̃ θεου̃ |
10 οἱ λέγοντες τοι̃ς προφήταις μὴ ἀναγγέλλετε ἡμι̃ν καὶ τοι̃ς τὰ ὁράματα ὁρω̃σιν μὴ λαλει̃τε ἡμι̃ν ἀλλὰ ἡμι̃ν λαλει̃τε καὶ ἀναγγέλλετε ἡμι̃ν ἑτέραν πλάνησιν |
11 καὶ ἀποστρέψατε ἡμα̃ς ἀπὸ τη̃ς ὁδου̃ ταύτης ἀφέλετε ἀφ' ἡμω̃ν τὸν τρίβον του̃τον καὶ ἀφέλετε ἀφ' ἡμω̃ν τὸν ἅγιον του̃ Ισραηλ |
12 διὰ του̃το οὕτως λέγει κύριος ὁ ἅγιος του̃ Ισραηλ ὅτι ἠπειθήσατε τοι̃ς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τω̨̃ λόγω̨ τούτω̨ |
13 διὰ του̃το ἔσται ὑμι̃ν ἡ ἁμαρτία αὕτη ὡς τει̃χος πι̃πτον παραχρη̃μα πόλεως ὀχυρα̃ς ἑαλωκυίας ἡ̃ς παραχρη̃μα πάρεστιν τὸ πτω̃μα |
14 καὶ τὸ πτω̃μα αὐτη̃ς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρει̃ν ἐν αὐτοι̃ς ὄστρακον ἐν ὡ̨̃ πυ̃ρ ἀρει̃ς καὶ ἐν ὡ̨̃ ἀποσυριει̃ς ὕδωρ μικρόν |
15 οὕτω λέγει κύριος ὁ ἅγιος του̃ Ισραηλ ὅταν ἀποστραφεὶς στενάξη̨ς τότε σωθήση̨ καὶ γνώση̨ που̃ ἠ̃σθα ὅτε ἐπεποίθεις ἐπὶ τοι̃ς ματαίοις ματαία ἡ ἰσχὺς ὑμω̃ν ἐγενήθη καὶ οὐκ ἠβούλεσθε ἀκούειν |
16 ἀλλ' εἴπατε ἐφ' ἵππων φευξόμεθα διὰ του̃το φεύξεσθε καὶ εἴπατε ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα διὰ του̃το κου̃φοι ἔσονται οἱ διώκοντες ὑμα̃ς |
17 διὰ φωνὴν ἑνὸς φεύξονται χίλιοι καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί ἕως ἂν καταλειφθη̃τε ὡς ἱστὸς ἐπ' ὄρους καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.