Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 36

καὶ ἐγένετο του̃ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς 'Ασσυρίων ἐπὶ τὰς πόλεις τη̃ς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς
καὶ ἀπέστειλεν βασιλεὺς 'Ασσυρίων Ραψακην ἐκ Λαχις εἰς Ιερουσαλημ πρὸς τὸν βασιλέα Εζεκιαν μετὰ δυνάμεως πολλη̃ς καὶ ἔστη ἐν τω̨̃ ὑδραγωγω̨̃ τη̃ς κολυμβήθρας τη̃ς ἄνω ἐν τη̨̃ ὁδω̨̃ του̃ ἀγρου̃ του̃ γναφέως
καὶ ἐξη̃λθεν πρὸς αὐτὸν Ελιακιμ ὁ του̃ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς καὶ Ιωαχ ὁ του̃ Ασαφ ὁ ὑπομνηματογράφος
καὶ εἰ̃πεν αὐτοι̃ς Ραψακης εἴπατε Εζεκια τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς 'Ασσυρίων τί πεποιθὼς εἰ̃
μὴ ἐν βουλη̨̃ ἢ λόγοις χειλέων παράταξις γίνεται καὶ νυ̃ν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθει̃ς μοι
ἰδοὺ πεποιθὼς εἰ̃ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον ὃς ἂν ἐπ' αὐτὴν ἐπιστηρισθη̨̃ εἰσελεύσεται εἰς τὴν χει̃ρα αὐτου̃ οὕτως ἐστὶν Φαραω βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτω̨̃
εἰ δὲ λέγετε ἐπὶ κύριον τὸν θεὸν ἡμω̃ν πεποίθαμεν
νυ̃ν μείχθητε τω̨̃ κυρίω̨ μου τω̨̃ βασιλει̃ 'Ασσυρίων καὶ δώσω ὑμι̃ν δισχιλίαν ἵππον εἰ δυνήσεσθε δου̃ναι ἀναβάτας ἐπ' αὐτούς
καὶ πω̃ς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην
10 καὶ νυ̃ν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμη̃σαι αὐτήν
11 καὶ εἰ̃πεν πρὸς αὐτὸν Ελιακιμ καὶ Σομνας καὶ Ιωαχ λάλησον πρὸς τοὺς παι̃δάς σου Συριστί ἀκούομεν γὰρ ἡμει̃ς καὶ μὴ λάλει πρὸς ἡμα̃ς Ιουδαϊστί καὶ ἵνα τί λαλει̃ς εἰς τὰ ὠ̃τα τω̃ν ἀνθρώπων τω̃ν ἐπὶ τω̨̃ τείχει
12 καὶ εἰ̃πεν Ραψακης πρὸς αὐτούς μὴ πρὸς τὸν κύριον ὑμω̃ν ἢ πρὸς ὑμα̃ς ἀπέσταλκέν με ὁ κύριός μου λαλη̃σαι τοὺς λόγους τούτους οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τω̨̃ τείχει ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὐ̃ρον μεθ' ὑμω̃ν ἅμα
13 καὶ ἔστη Ραψακης καὶ ἐβόησεν φωνη̨̃ μεγάλη̨ Ιουδαϊστὶ καὶ εἰ̃πεν ἀκούσατε τοὺς λόγους του̃ βασιλέως του̃ μεγάλου βασιλέως 'Ασσυρίων
14 τάδε λέγει ὁ βασιλεύς μὴ ἀπατάτω ὑμα̃ς Εζεκιας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμα̃ς
15 καὶ μὴ λεγέτω ὑμι̃ν Εζεκιας ὅτι ῥύσεται ὑμα̃ς ὁ θεός καὶ οὐ μὴ παραδοθη̨̃ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως 'Ασσυρίων
16 μὴ ἀκούετε Εζεκιου τάδε λέγει ὁ βασιλεὺς 'Ασσυρίων εἰ βούλεσθε εὐλογηθη̃ναι ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτου̃ καὶ τὰς συκα̃ς καὶ πίεσθε ὕδωρ του̃ λάκκου ὑμω̃ν
17 ἕως ἂν ἔλθω καὶ λάβω ὑμα̃ς εἰς γη̃ν ὡς ἡ γη̃ ὑμω̃ν γη̃ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων
18 μὴ ὑμα̃ς ἀπατάτω Εζεκιας λέγων ὁ θεὸς ὑμω̃ν ῥύσεται ὑμα̃ς μὴ ἐρρύσαντο οἱ θεοὶ τω̃ν ἐθνω̃ν ἕκαστος τὴν ἑαυτου̃ χώραν ἐκ χειρὸς βασιλέως 'Ασσυρίων
19 που̃ ἐστιν ὁ θεὸς Αιμαθ καὶ Αρφαθ καὶ που̃ ὁ θεὸς τη̃ς πόλεως Σεπφαριμ μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου
20 τίς τω̃ν θεω̃ν πάντων τω̃ν ἐθνω̃ν τούτων ἐρρύσατο τὴν γη̃ν αὐτου̃ ἐκ τη̃ς χειρός μου ὅτι ῥύσεται ὁ θεὸς Ιερουσαλημ ἐκ χειρός μου
21 καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτω̨̃ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθη̃ναι
22 καὶ εἰση̃λθεν Ελιακιμ ὁ του̃ Χελκιου ὁ οἰκονόμος καὶ Σομνας ὁ γραμματεὺς τη̃ς δυνάμεως καὶ Ιωαχ ὁ του̃ Ασαφ ὁ ὑπομνηματογράφος πρὸς Εζεκιαν ἐσχισμένοι τοὺς χιτω̃νας καὶ ἀπήγγειλαν αὐτω̨̃ τοὺς λόγους Ραψακου
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 37
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).