ΗΣΑΙΑΣ,
κεφαλίς 37,
στἰχοι 23-38
23 τίνα ὠνείδισας καὶ παρώξυνας ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου καὶ οὐκ ἠ̃ρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου εἰς τὸν ἅγιον του̃ Ισραηλ |
24 ὅτι δι' ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἰ̃πας τω̨̃ πλήθει τω̃ν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα του̃ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τη̃ς κέδρου αὐτου̃ καὶ τὸ κάλλος τη̃ς κυπαρίσσου καὶ εἰση̃λθον εἰς ὕψος μέρους του̃ δρυμου̃ |
25 καὶ ἔθηκα γέφυραν καὶ ἠρήμωσα ὕδατα καὶ πα̃σαν συναγωγὴν ὕδατος |
26 οὐ ταυ̃τα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερω̃ν συνέταξα νυ̃ν δὲ ἐπέδειξα ἐξερημω̃σαι ἔθνη ἐν ὀχυροι̃ς καὶ ἐνοικου̃ντας ἐν πόλεσιν ὀχυραι̃ς |
27 ἀνη̃κα τὰς χει̃ρας καὶ ἐξηράνθησαν καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις |
28 νυ̃ν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι |
29 ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρός με καὶ ἐμβαλω̃ φιμὸν εἰς τὴν ῥι̃νά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου καὶ ἀποστρέψω σε τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθες ἐν αὐτη̨̃ |
30 του̃το δέ σοι τὸ σημει̃ον φάγε του̃τον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας τω̨̃ δὲ ἐνιαυτω̨̃ τω̨̃ δευτέρω̨ τὸ κατάλειμμα τω̨̃ δὲ τρίτω̨ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελω̃νας καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν |
31 καὶ ἔσονται οἱ καταλελειμμένοι ἐν τη̨̃ Ιουδαία̨ φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω |
32 ὅτι ἐξ Ιερουσαλημ ἐξελεύσονται οἱ καταλελειμμένοι καὶ οἱ σω̨ζόμενοι ἐξ ὄρους Σιων ὁ ζη̃λος κυρίου σαβαωθ ποιήσει ταυ̃τα |
33 διὰ του̃το οὕτως λέγει κύριος ἐπὶ βασιλέα 'Ασσυρίων οὐ μὴ εἰσέλθη̨ εἰς τὴν πόλιν ταύτην οὐδὲ μὴ βάλη̨ ἐπ' αὐτὴν βέλος οὐδὲ μὴ ἐπιβάλη̨ ἐπ' αὐτὴν θυρεὸν οὐδὲ μὴ κυκλώση̨ ἐπ' αὐτὴν χάρακα |
34 ἀλλὰ τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἠ̃λθεν ἐν αὐτη̨̃ ἀποστραφήσεται τάδε λέγει κύριος |
35 ὑπερασπιω̃ ὑπὲρ τη̃ς πόλεως ταύτης του̃ σω̃σαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαυιδ τὸν παι̃δά μου |
36 καὶ ἐξη̃λθεν ἄγγελος κυρίου καὶ ἀνει̃λεν ἐκ τη̃ς παρεμβολη̃ς τω̃ν 'Ασσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας καὶ ἐξαναστάντες τὸ πρωὶ εὑ̃ρον πάντα τὰ σώματα νεκρά |
37 καὶ ἀποστραφεὶς ἀπη̃λθεν βασιλεὺς 'Ασσυρίων καὶ ὤ̨κησεν ἐν Νινευη |
38 καὶ ἐν τω̨̃ αὐτὸν προσκυνει̃ν ἐν τω̨̃ οἴκω̨ Νασαραχ τὸν παταχρον αὐτου̃ Αδραμελεχ καὶ Σαρασαρ οἱ υἱοὶ αὐτου̃ ἐπάταξαν αὐτὸν μαχαίραις αὐτοὶ δὲ διεσώθησαν εἰς 'Αρμενίαν καὶ ἐβασίλευσεν Ασορδαν ὁ υἱὸς αὐτου̃ ἀντ' αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.