Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 41

ἐγκαινίζεσθε πρός με νη̃σοι οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα τότε κρίσιν ἀναγγειλάτωσαν
τίς ἐξήγειρεν ἀπὸ ἀνατολω̃ν δικαιοσύνην ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτου̃ καὶ πορεύσεται δώσει ἐναντίον ἐθνω̃ν καὶ βασιλει̃ς ἐκστήσει καὶ δώσει εἰς γη̃ν τὰς μαχαίρας αὐτω̃ν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτω̃ν
καὶ διώξεται αὐτοὺς καὶ διελεύσεται ἐν εἰρήνη̨ ἡ ὁδὸς τω̃ν ποδω̃ν αὐτου̃
τίς ἐνήργησεν καὶ ἐποίησεν ταυ̃τα ἐκάλεσεν αὐτὴν ὁ καλω̃ν αὐτὴν ἀπὸ γενεω̃ν ἀρχη̃ς ἐγὼ θεὸς πρω̃τος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι
εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν τὰ ἄκρα τη̃ς γη̃ς ἤγγισαν καὶ ἤλθοσαν ἅμα
κρίνων ἕκαστος τω̨̃ πλησίον καὶ τω̨̃ ἀδελφω̨̃ βοηθη̃σαι καὶ ἐρει̃
ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρη̨ ἅμα ἐλαύνων ποτὲ μὲν ἐρει̃ σύμβλημα καλόν ἐστιν ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται
σὺ δέ Ισραηλ παι̃ς μου Ιακωβ ὃν ἐξελεξάμην σπέρμα Αβρααμ ὃν ἠγάπησα
οὑ̃ ἀντελαβόμην ἀπ' ἄκρων τη̃ς γη̃ς καὶ ἐκ τω̃ν σκοπιω̃ν αὐτη̃ς ἐκάλεσά σε καὶ εἰ̃πά σοι παι̃ς μου εἰ̃ ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε
10 μὴ φοβου̃ μετὰ σου̃ γάρ εἰμι μὴ πλανω̃ ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τη̨̃ δεξια̨̃ τη̨̃ δικαία̨ μου
11 ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ ἀπολου̃νται πάντες οἱ ἀντίδικοί σου
12 ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρη̨ς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ ἔσονται γὰρ ὡς οὐκ ὄντες καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμου̃ντές σε
13 ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατω̃ν τη̃ς δεξια̃ς σου ὁ λέγων σοι μὴ φοβου̃
14 Ιακωβ ὀλιγοστὸς Ισραηλ ἐγὼ ἐβοήθησά σοι λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ισραηλ
15 ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοω̃ντας καινοὺς πριστηροειδει̃ς καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνει̃ς βουνοὺς καὶ ὡς χνου̃ν θήσεις
16 καὶ λικμήσεις καὶ ἄνεμος λήμψεται αὐτούς καὶ καταιγὶς διασπερει̃ αὐτούς σὺ δὲ εὐφρανθήση̨ ἐν τοι̃ς ἁγίοις Ισραηλ καὶ ἀγαλλιάσονται
17 οἱ πτωχοὶ καὶ οἱ ἐνδεει̃ς ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται ἡ γλω̃σσα αὐτω̃ν ἀπὸ τη̃ς δίψης ἐξηράνθη ἐγὼ κύριος ὁ θεός ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ισραηλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς
18 ἀλλὰ ἀνοίξω ἐπὶ τω̃ν ὀρέων ποταμοὺς καὶ ἐν μέσω̨ πεδίων πηγάς ποιήσω τὴν ἔρημον εἰς ἕλη καὶ τὴν διψω̃σαν γη̃ν ἐν ὑδραγωγοι̃ς
19 θήσω εἰς τὴν ἄνυδρον γη̃ν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην
20 ἵνα ἴδωσιν καὶ γνω̃σιν καὶ ἐννοηθω̃σιν καὶ ἐπιστω̃νται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησεν ταυ̃τα πάντα καὶ ὁ ἅγιος του̃ Ισραηλ κατέδειξεν
21 ἐγγίζει ἡ κρίσις ὑμω̃ν λέγει κύριος ὁ θεός ἤγγισαν αἱ βουλαὶ ὑμω̃ν λέγει ὁ βασιλεὺς Ιακωβ
22 ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμι̃ν ἃ συμβήσεται ἢ τὰ πρότερα τίνα ἠ̃ν εἴπατε καὶ ἐπιστήσομεν τὸν νου̃ν καὶ γνωσόμεθα τί τὰ ἔσχατα καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμι̃ν
23 ἀναγγείλατε ἡμι̃ν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου καὶ γνωσόμεθα ὅτι θεοί ἐστε εὐ̃ ποιήσατε καὶ κακώσατε καὶ θαυμασόμεθα καὶ ὀψόμεθα ἅμα
24 ὅτι πόθεν ἐστὲ ὑμει̃ς καὶ πόθεν ἡ ἐργασία ὑμω̃ν ἐκ γη̃ς βδέλυγμα ἐξελέξαντο ὑμα̃ς
25 ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρα̃ καὶ τὸν ἀφ' ἡλίου ἀνατολω̃ν κληθήσονται τω̨̃ ὀνόματί μου ἐρχέσθωσαν ἄρχοντες καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατω̃ν τὸν πηλόν οὕτως καταπατηθήσεσθε
26 τίς γὰρ ἀναγγελει̃ τὰ ἐξ ἀρχη̃ς ἵνα γνω̃μεν καὶ τὰ ἔμπροσθεν καὶ ἐρου̃μεν ὅτι ἀληθη̃ ἐστιν οὐκ ἔστιν ὁ προλέγων οὐδὲ ὁ ἀκούων ὑμω̃ν τοὺς λόγους
27 ἀρχὴν Σιων δώσω καὶ Ιερουσαλημ παρακαλέσω εἰς ὁδόν
28 ἀπὸ γὰρ τω̃ν ἐθνω̃ν ἰδοὺ οὐδείς καὶ ἀπὸ τω̃ν εἰδώλων αὐτω̃ν οὐκ ἠ̃ν ὁ ἀναγγέλλων καὶ ἐὰν ἐρωτήσω αὐτούς πόθεν ἐστέ οὐ μὴ ἀποκριθω̃σίν μοι
29 εἰσὶν γὰρ οἱ ποιου̃ντες ὑμα̃ς καὶ μάτην οἱ πλανω̃ντες ὑμα̃ς
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 42
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).