ΗΣΑΙΑΣ,
κεφαλίς 46
1 ἔπεσε Βηλ συνετρίβη Δαγων ἐγένετο τὰ γλυπτὰ αὐτω̃ν εἰς θηρία καὶ κτήνη αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιω̃ντι |
2 καὶ πεινω̃ντι καὶ ἐκλελυμένω̨ οὐκ ἰσχύοντι ἅμα οἳ οὐ δυνήσονται σωθη̃ναι ἀπὸ πολέμου αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν |
3 ἀκούσατέ μου οἰ̃κος του̃ Ιακωβ καὶ πα̃ν τὸ κατάλοιπον του̃ Ισραηλ οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου |
4 ἕως γήρους ἐγώ εἰμι καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι ἐγὼ ἀνέχομαι ὑμω̃ν ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμα̃ς |
5 τίνι με ὡμοιώσατε ἴδετε τεχνάσασθε οἱ πλανώμενοι |
6 οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγω̨̃ στήσουσιν ἐν σταθμω̨̃ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα καὶ κύψαντες προσκυνου̃σιν αὐτοι̃ς |
7 αἴρουσιν αὐτὸ ἐπὶ τω̃ν ὤμων καὶ πορεύονται ἐὰν δὲ θω̃σιν αὐτό ἐπὶ του̃ τόπου αὐτου̃ μένει οὐ μὴ κινηθη̨̃ καὶ ὃς ἂν βοήση̨ πρὸς αὐτόν οὐ μὴ εἰσακούση̨ ἀπὸ κακω̃ν οὐ μὴ σώση̨ αὐτόν |
8 μνήσθητε ταυ̃τα καὶ στενάξατε μετανοήσατε οἱ πεπλανημένοι ἐπιστρέψατε τη̨̃ καρδία̨ |
9 καὶ μνήσθητε τὰ πρότερα ἀπὸ του̃ αἰω̃νος ὅτι ἐγώ εἰμι ὁ θεός καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμου̃ |
10 ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν αὐτὰ γενέσθαι καὶ ἅμα συνετελέσθη καὶ εἰ̃πα πα̃σά μου ἡ βουλὴ στήσεται καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω |
11 καλω̃ν ἀπ' ἀνατολω̃ν πετεινὸν καὶ ἀπὸ γη̃ς πόρρωθεν περὶ ὡ̃ν βεβούλευμαι ἐλάλησα καὶ ἤγαγον ἔκτισα καὶ ἐποίησα ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτου̃ |
12 ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν οἱ μακρὰν ἀπὸ τη̃ς δικαιοσύνης |
13 ἤγγισα τὴν δικαιοσύνην μου καὶ τὴν σωτηρίαν τὴν παρ' ἐμου̃ οὐ βραδυνω̃ δέδωκα ἐν Σιων σωτηρίαν τω̨̃ Ισραηλ εἰς δόξασμα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.