ΗΣΑΙΑΣ,
κεφαλίς 50,
στἰχοι 4-9
4 κύριος δίδωσίν μοι γλω̃σσαν παιδείας του̃ γνω̃ναι ἐν καιρω̨̃ ἡνίκα δει̃ εἰπει̃ν λόγον ἔθηκέν μοι πρωί προσέθηκέν μοι ὠτίον ἀκούειν |
5 καὶ ἡ παιδεία κυρίου ἀνοίγει μου τὰ ὠ̃τα ἐγὼ δὲ οὐκ ἀπειθω̃ οὐδὲ ἀντιλέγω |
6 τὸν νω̃τόν μου δέδωκα εἰς μάστιγας τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων |
7 καὶ κύριος βοηθός μου ἐγενήθη διὰ του̃το οὐκ ἐνετράπην ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθω̃ |
8 ὅτι ἐγγίζει ὁ δικαιώσας με τίς ὁ κρινόμενός μοι ἀντιστήτω μοι ἅμα καὶ τίς ὁ κρινόμενός μοι ἐγγισάτω μοι |
9 ἰδοὺ κύριος βοηθει̃ μοι τίς κακώσει με ἰδοὺ πάντες ὑμει̃ς ὡς ἱμάτιον παλαιωθήσεσθε καὶ ὡς σὴς καταφάγεται ὑμα̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.