ΗΣΑΙΑΣ,
κεφαλίς 52
1 ἐξεγείρου ἐξεγείρου Σιων ἔνδυσαι τὴν ἰσχύν σου Σιων καὶ ἔνδυσαι τὴν δόξαν σου Ιερουσαλημ πόλις ἡ ἁγία οὐκέτι προστεθήσεται διελθει̃ν διὰ σου̃ ἀπερίτμητος καὶ ἀκάθαρτος |
2 ἐκτίναξαι τὸν χου̃ν καὶ ἀνάστηθι κάθισον Ιερουσαλημ ἔκδυσαι τὸν δεσμὸν του̃ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιων |
3 ὅτι τάδε λέγει κύριος δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε |
4 οὕτως λέγει κύριος εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικη̃σαι ἐκει̃ καὶ εἰς 'Ασσυρίους βία̨ ἤχθησαν |
5 καὶ νυ̃ν τί ὡ̃δέ ἐστε τάδε λέγει κύριος ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν θαυμάζετε καὶ ὀλολύζετε τάδε λέγει κύριος δι' ὑμα̃ς διὰ παντὸς τὸ ὄνομά μου βλασφημει̃ται ἐν τοι̃ς ἔθνεσιν |
6 διὰ του̃το γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλω̃ν πάρειμι |
7 ὡς ὥρα ἐπὶ τω̃ν ὀρέων ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης ὡς εὐαγγελιζόμενος ἀγαθά ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιων βασιλεύσει σου ὁ θεός |
8 ὅτι φωνὴ τω̃ν φυλασσόντων σε ὑψώθη καὶ τη̨̃ φωνη̨̃ ἅμα εὐφρανθήσονται ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται ἡνίκα ἂν ἐλεήση̨ κύριος τὴν Σιων |
9 ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ιερουσαλημ ὅτι ἠλέησεν κύριος αὐτὴν καὶ ἐρρύσατο Ιερουσαλημ |
10 καὶ ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτου̃ τὸν ἅγιον ἐνώπιον πάντων τω̃ν ἐθνω̃ν καὶ ὄψονται πάντα τὰ ἄκρα τη̃ς γη̃ς τὴν σωτηρίαν τὴν παρὰ του̃ θεου̃ |
11 ἀπόστητε ἀπόστητε ἐξέλθατε ἐκει̃θεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε ἐξέλθατε ἐκ μέσου αὐτη̃ς ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου |
12 ὅτι οὐ μετὰ ταραχη̃ς ἐξελεύσεσθε οὐδὲ φυγη̨̃ πορεύσεσθε πορεύσεται γὰρ πρότερος ὑμω̃ν κύριος καὶ ὁ ἐπισυνάγων ὑμα̃ς κύριος ὁ θεὸς Ισραηλ |
13 ἰδοὺ συνήσει ὁ παι̃ς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα |
14 ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοί οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἰ̃δός σου καὶ ἡ δόξα σου ἀπὸ τω̃ν ἀνθρώπων |
15 οὕτως θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτω̨̃ καὶ συνέξουσιν βασιλει̃ς τὸ στόμα αὐτω̃ν ὅτι οἱ̃ς οὐκ ἀνηγγέλη περὶ αὐτου̃ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.