ΗΣΑΙΑΣ,
κεφαλίς 55
1 οἱ διψω̃ντες πορεύεσθε ἐφ' ὕδωρ καὶ ὅσοι μὴ ἔχετε ἀργύριον βαδίσαντες ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμη̃ς οἴνου καὶ στέαρ |
2 ἵνα τί τιμα̃σθε ἀργυρίου καὶ τὸν μόχθον ὑμω̃ν οὐκ εἰς πλησμονήν ἀκούσατέ μου καὶ φάγεσθε ἀγαθά καὶ ἐντρυφήσει ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν |
3 προσέχετε τοι̃ς ὠτίοις ὑμω̃ν καὶ ἐπακολουθήσατε ται̃ς ὁδοι̃ς μου ἐπακούσατέ μου καὶ ζήσεται ἐν ἀγαθοι̃ς ἡ ψυχὴ ὑμω̃ν καὶ διαθήσομαι ὑμι̃ν διαθήκην αἰώνιον τὰ ὅσια Δαυιδ τὰ πιστά |
4 ἰδοὺ μαρτύριον ἐν ἔθνεσιν δέδωκα αὐτόν ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν |
5 ἔθνη ἃ οὐκ ἤ̨δεισάν σε ἐπικαλέσονταί σε καὶ λαοί οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται ἕνεκεν του̃ θεου̃ σου του̃ ἁγίου Ισραηλ ὅτι ἐδόξασέν σε |
6 ζητήσατε τὸν θεὸν καὶ ἐν τω̨̃ εὑρίσκειν αὐτὸν ἐπικαλέσασθε ἡνίκα δ' ἂν ἐγγίζη̨ ὑμι̃ν |
7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτου̃ καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτου̃ καὶ ἐπιστραφήτω ἐπὶ κύριον καὶ ἐλεηθήσεται ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμω̃ν |
8 οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμω̃ν οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμω̃ν αἱ ὁδοί μου λέγει κύριος |
9 ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τη̃ς γη̃ς οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν καὶ τὰ διανοήματα ὑμω̃ν ἀπὸ τη̃ς διανοίας μου |
10 ὡς γὰρ ἐὰν καταβη̨̃ ὑετὸς ἢ χιὼν ἐκ του̃ οὐρανου̃ καὶ οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν μεθύση̨ τὴν γη̃ν καὶ ἐκτέκη̨ καὶ ἐκβλαστήση̨ καὶ δω̨̃ σπέρμα τω̨̃ σπείροντι καὶ ἄρτον εἰς βρω̃σιν |
11 οὕτως ἔσται τὸ ῥη̃μά μου ὃ ἐὰν ἐξέλθη̨ ἐκ του̃ στόματός μου οὐ μὴ ἀποστραφη̨̃ ἕως ἂν συντελεσθη̨̃ ὅσα ἠθέλησα καὶ εὐοδώσω τὰς ὁδούς σου καὶ τὰ ἐντάλματά μου |
12 ἐν γὰρ εὐφροσύνη̨ ἐξελεύσεσθε καὶ ἐν χαρα̨̃ διδαχθήσεσθε τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλου̃νται προσδεχόμενοι ὑμα̃ς ἐν χαρα̨̃ καὶ πάντα τὰ ξύλα του̃ ἀγρου̃ ἐπικροτήσει τοι̃ς κλάδοις |
13 καὶ ἀντὶ τη̃ς στοιβη̃ς ἀναβήσεται κυπάρισσος ἀντὶ δὲ τη̃ς κονύζης ἀναβήσεται μυρσίνη καὶ ἔσται κύριος εἰς ὄνομα καὶ εἰς σημει̃ον αἰώνιον καὶ οὐκ ἐκλείψει |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.