Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 11

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
2 ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ
3 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἐπικατάρατος ὁ ἄνθρωπος ὃς οὐκ ἀκούσεται τω̃ν λόγων τη̃ς διαθήκης ταύτης
4 ἡ̃ς ἐνετειλάμην τοι̃ς πατράσιν ὑμω̃ν ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐκ καμίνου τη̃ς σιδηρα̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ποιήσατε πάντα ὅσα ἐὰν ἐντείλωμαι ὑμι̃ν καὶ ἔσεσθέ μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι ὑμι̃ν εἰς θεόν
5 ὅπως στήσω τὸν ὅρκον μου ὃν ὤμοσα τοι̃ς πατράσιν ὑμω̃ν του̃ δου̃ναι αὐτοι̃ς γη̃ν ῥέουσαν γάλα καὶ μέλι καθὼς ἡ ἡμέρα αὕτη καὶ ἀπεκρίθην καὶ εἰ̃πα γένοιτο κύριε
6 καὶ εἰ̃πεν κύριος πρός με ἀνάγνωθι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ λέγων ἀκούσατε τοὺς λόγους τη̃ς διαθήκης ταύτης καὶ ποιήσατε αὐτούς
7 ...
8 καὶ οὐκ ἐποίησαν
9 καὶ εἰ̃πεν κύριος πρός με εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοι̃ς κατοικου̃σιν Ιερουσαλημ
10 ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τω̃ν πατέρων αὐτω̃ν τω̃ν πρότερον οἳ οὐκ ἤθελον εἰσακου̃σαι τω̃ν λόγων μου καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ διεσκέδασαν οἰ̃κος Ισραηλ καὶ οἰ̃κος Ιουδα τὴν διαθήκην μου ἣν διεθέμην πρὸς τοὺς πατέρας αὐτω̃ν
11 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν του̃τον κακά ἐξ ὡ̃ν οὐ δυνήσονται ἐξελθει̃ν ἐξ αὐτω̃ν καὶ κεκράξονται πρός με καὶ οὐκ εἰσακούσομαι αὐτω̃ν
12 καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς θεούς οἱ̃ς αὐτοὶ θυμιω̃σιν αὐτοι̃ς μὴ σώσουσιν αὐτοὺς ἐν καιρω̨̃ τω̃ν κακω̃ν αὐτω̃ν
13 ὅτι κατ' ἀριθμὸν τω̃ν πόλεών σου ἠ̃σαν θεοί σου Ιουδα καὶ κατ' ἀριθμὸν ἐξόδων τη̃ς Ιερουσαλημ ἐτάξατε βωμοὺς θυμια̃ν τη̨̃ Βααλ
14 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου περὶ αὐτω̃ν ἐν δεήσει καὶ προσευχη̨̃ ὅτι οὐκ εἰσακούσομαι ἐν τω̨̃ καιρω̨̃ ἐν ὡ̨̃ ἐπικαλου̃νταί με ἐν καιρω̨̃ κακώσεως αὐτω̃ν
15 τί ἡ ἠγαπημένη ἐν τω̨̃ οἴκω̨ μου ἐποίησεν βδέλυγμα μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀφελου̃σιν ἀπὸ σου̃ τὰς κακίας σου ἢ τούτοις διαφεύξη̨
16 ἐλαίαν ὡραίαν εὔσκιον τω̨̃ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομη̃ς αὐτη̃ς ἀνήφθη πυ̃ρ ἐπ' αὐτήν μεγάλη ἡ θλι̃ψις ἐπὶ σέ ἠχρεώθησαν οἱ κλάδοι αὐτη̃ς
17 καὶ κύριος ὁ καταφυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τη̃ς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα ὅτι ἐποίησαν ἑαυτοι̃ς του̃ παροργίσαι με ἐν τω̨̃ θυμια̃ν αὐτοὺς τη̨̃ Βααλ
18 κύριε γνώρισόν μοι καὶ γνώσομαι τότε εἰ̃δον τὰ ἐπιτηδεύματα αὐτω̃ν
19 ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον του̃ θύεσθαι οὐκ ἔγνων ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες δευ̃τε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτου̃ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γη̃ς ζώντων καὶ τὸ ὄνομα αὐτου̃ οὐ μὴ μνησθη̨̃ ἔτι
20 κύριε κρίνων δίκαια δοκιμάζων νεφροὺς καὶ καρδίας ἴδοιμι τὴν παρὰ σου̃ ἐκδίκησιν ἐξ αὐτω̃ν ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου
21 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναθωθ τοὺς ζητου̃ντας τὴν ψυχήν μου τοὺς λέγοντας οὐ μὴ προφητεύση̨ς ἐπὶ τω̨̃ ὀνόματι κυρίου εἰ δὲ μή ἀποθανη̨̃ ἐν ται̃ς χερσὶν ἡμω̃ν
22 ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς οἱ νεανίσκοι αὐτω̃ν ἐν μαχαίρα̨ ἀποθανου̃νται καὶ οἱ υἱοὶ αὐτω̃ν καὶ αἱ θυγατέρες αὐτω̃ν τελευτήσουσιν ἐν λιμω̨̃
23 καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτω̃ν ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικου̃ντας ἐν Αναθωθ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτω̃ν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 12

1 δίκαιος εἰ̃ κύριε ὅτι ἀπολογήσομαι πρὸς σέ πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβω̃ν εὐοδου̃ται εὐθήνησαν πάντες οἱ ἀθετου̃ντες ἀθετήματα
2 ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἰ̃ σὺ του̃ στόματος αὐτω̃ν καὶ πόρρω ἀπὸ τω̃ν νεφρω̃ν αὐτω̃ν
3 καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγη̃ς αὐτω̃ν
4 ἕως πότε πενθήσει ἡ γη̃ καὶ πα̃ς ὁ χόρτος του̃ ἀγρου̃ ξηρανθήσεται ἀπὸ κακίας τω̃ν κατοικούντων ἐν αὐτη̨̃ ἠφανίσθησαν κτήνη καὶ πετεινά ὅτι εἰ̃παν οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμω̃ν
5 σου̃ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε πω̃ς παρασκευάση̨ ἐφ' ἵπποις καὶ ἐν γη̨̃ εἰρήνης σὺ πέποιθας πω̃ς ποιήσεις ἐν φρυάγματι του̃ Ιορδάνου
6 ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἰ̃κος του̃ πατρός σου καὶ οὑ̃τοι ἠθέτησάν σε καὶ αὐτοὶ ἐβόησαν ἐκ τω̃ν ὀπίσω σου ἐπισυνήχθησαν μὴ πιστεύση̨ς ἐν αὐτοι̃ς ὅτι λαλήσουσιν πρὸς σὲ καλά
7 ἐγκαταλέλοιπα τὸν οἰ̃κόν μου ἀφη̃κα τὴν κληρονομίαν μου ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χει̃ρας ἐχθρω̃ν αὐτη̃ς
8 ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμω̨̃ ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτη̃ς διὰ του̃το ἐμίσησα αὐτήν
9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλω̨ αὐτη̃ς βαδίσατε συναγάγετε πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ ἐλθέτωσαν του̃ φαγει̃ν αὐτήν
10 ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελω̃νά μου ἐμόλυναν τὴν μερίδα μου ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον
11 ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας δι' ἐμὲ ἀφανισμω̨̃ ἠφανίσθη πα̃σα ἡ γη̃ ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδία̨
12 ἐπὶ πα̃σαν διεκβολὴν ἐν τη̨̃ ἐρήμω̨ ἠ̃λθον ταλαιπωρου̃ντες ὅτι μάχαιρα του̃ κυρίου καταφάγεται ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς οὐκ ἔστιν εἰρήνη πάση̨ σαρκί
13 σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλη̃ροι αὐτω̃ν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμω̃ν ἀπὸ ὀνειδισμου̃ ἔναντι κυρίου
14 ὅτι τάδε λέγει κύριος περὶ πάντων τω̃ν γειτόνων τω̃ν πονηρω̃ν τω̃ν ἁπτομένων τη̃ς κληρονομίας μου ἡ̃ς ἐμέρισα τω̨̃ λαω̨̃ μου Ισραηλ ἰδοὺ ἐγὼ ἀποσπω̃ αὐτοὺς ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν καὶ τὸν Ιουδαν ἐκβαλω̃ ἐκ μέσου αὐτω̃ν
15 καὶ ἔσται μετὰ τὸ ἐκβαλει̃ν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιω̃ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ ἕκαστον εἰς τὴν γη̃ν αὐτου̃
16 καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν του̃ λαου̃ μου του̃ ὀμνύειν τω̨̃ ὀνόματί μου ζη̨̃ κύριος καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τη̨̃ Βααλ καὶ οἰκοδομηθήσονται ἐν μέσω̨ του̃ λαου̃ μου
17 ἐὰν δὲ μὴ ἐπιστρέψωσιν καὶ ἐξαρω̃ τὸ ἔθνος ἐκει̃νο ἐξάρσει καὶ ἀπωλεία̨
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 13
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).