ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 12
1 δίκαιος εἰ̃ κύριε ὅτι ἀπολογήσομαι πρὸς σέ πλὴν κρίματα λαλήσω πρὸς σέ τί ὅτι ὁδὸς ἀσεβω̃ν εὐοδου̃ται εὐθήνησαν πάντες οἱ ἀθετου̃ντες ἀθετήματα |
2 ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν ἐγγὺς εἰ̃ σὺ του̃ στόματος αὐτω̃ν καὶ πόρρω ἀπὸ τω̃ν νεφρω̃ν αὐτω̃ν |
3 καὶ σύ κύριε γινώσκεις με δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγη̃ς αὐτω̃ν |
4 ἕως πότε πενθήσει ἡ γη̃ καὶ πα̃ς ὁ χόρτος του̃ ἀγρου̃ ξηρανθήσεται ἀπὸ κακίας τω̃ν κατοικούντων ἐν αὐτη̨̃ ἠφανίσθησαν κτήνη καὶ πετεινά ὅτι εἰ̃παν οὐκ ὄψεται ὁ θεὸς ὁδοὺς ἡμω̃ν |
5 σου̃ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε πω̃ς παρασκευάση̨ ἐφ' ἵπποις καὶ ἐν γη̨̃ εἰρήνης σὺ πέποιθας πω̃ς ποιήσεις ἐν φρυάγματι του̃ Ιορδάνου |
6 ὅτι καὶ οἱ ἀδελφοί σου καὶ ὁ οἰ̃κος του̃ πατρός σου καὶ οὑ̃τοι ἠθέτησάν σε καὶ αὐτοὶ ἐβόησαν ἐκ τω̃ν ὀπίσω σου ἐπισυνήχθησαν μὴ πιστεύση̨ς ἐν αὐτοι̃ς ὅτι λαλήσουσιν πρὸς σὲ καλά |
7 ἐγκαταλέλοιπα τὸν οἰ̃κόν μου ἀφη̃κα τὴν κληρονομίαν μου ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χει̃ρας ἐχθρω̃ν αὐτη̃ς |
8 ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμω̨̃ ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτη̃ς διὰ του̃το ἐμίσησα αὐτήν |
9 μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ ἢ σπήλαιον κύκλω̨ αὐτη̃ς βαδίσατε συναγάγετε πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ ἐλθέτωσαν του̃ φαγει̃ν αὐτήν |
10 ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελω̃νά μου ἐμόλυναν τὴν μερίδα μου ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον |
11 ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας δι' ἐμὲ ἀφανισμω̨̃ ἠφανίσθη πα̃σα ἡ γη̃ ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδία̨ |
12 ἐπὶ πα̃σαν διεκβολὴν ἐν τη̨̃ ἐρήμω̨ ἠ̃λθον ταλαιπωρου̃ντες ὅτι μάχαιρα του̃ κυρίου καταφάγεται ἀπ' ἄκρου τη̃ς γη̃ς ἕως ἄκρου τη̃ς γη̃ς οὐκ ἔστιν εἰρήνη πάση̨ σαρκί |
13 σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλη̃ροι αὐτω̃ν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμω̃ν ἀπὸ ὀνειδισμου̃ ἔναντι κυρίου |
14 ὅτι τάδε λέγει κύριος περὶ πάντων τω̃ν γειτόνων τω̃ν πονηρω̃ν τω̃ν ἁπτομένων τη̃ς κληρονομίας μου ἡ̃ς ἐμέρισα τω̨̃ λαω̨̃ μου Ισραηλ ἰδοὺ ἐγὼ ἀποσπω̃ αὐτοὺς ἀπὸ τη̃ς γη̃ς αὐτω̃ν καὶ τὸν Ιουδαν ἐκβαλω̃ ἐκ μέσου αὐτω̃ν |
15 καὶ ἔσται μετὰ τὸ ἐκβαλει̃ν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιω̃ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτου̃ καὶ ἕκαστον εἰς τὴν γη̃ν αὐτου̃ |
16 καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν του̃ λαου̃ μου του̃ ὀμνύειν τω̨̃ ὀνόματί μου ζη̨̃ κύριος καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τη̨̃ Βααλ καὶ οἰκοδομηθήσονται ἐν μέσω̨ του̃ λαου̃ μου |
17 ἐὰν δὲ μὴ ἐπιστρέψωσιν καὶ ἐξαρω̃ τὸ ἔθνος ἐκει̃νο ἐξάρσει καὶ ἀπωλεία̨ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.