ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 17,
στἰχοι 14-18
14 ἴασαί με κύριε καὶ ἰαθήσομαι σω̃σόν με καὶ σωθήσομαι ὅτι καύχημά μου σὺ εἰ̃ |
15 ἰδοὺ αὐτοὶ λέγουσι πρός με που̃ ἐστιν ὁ λόγος κυρίου ἐλθάτω |
16 ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθω̃ν ὀπίσω σου καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα σὺ ἐπίστη̨ τὰ ἐκπορευόμενα διὰ τω̃ν χειλέων μου πρὸ προσώπου σού ἐστιν |
17 μὴ γενηθη̨̃ς μοι εἰς ἀλλοτρίωσιν φειδόμενός μου ἐν ἡμέρα̨ πονηρα̨̃ |
18 καταισχυνθήτωσαν οἱ διώκοντές με καὶ μὴ καταισχυνθείην ἐγώ πτοηθείησαν αὐτοί καὶ μὴ πτοηθείην ἐγώ ἐπάγαγε ἐπ' αὐτοὺς ἡμέραν πονηράν δισσὸν σύντριμμα σύντριψον αὐτούς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.