ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 18,
στἰχοι 18-23
18 καὶ εἰ̃παν δευ̃τε λογισώμεθα ἐπὶ Ιερεμιαν λογισμόν ὅτι οὐκ ἀπολει̃ται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετου̃ καὶ λόγος ἀπὸ προφήτου δευ̃τε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσση̨ καὶ ἀκουσόμεθα πάντας τοὺς λόγους αὐτου̃ |
19 εἰσάκουσόν μου κύριε καὶ εἰσάκουσον τη̃ς φωνη̃ς του̃ δικαιώματός μου |
20 εἰ ἀνταποδίδοται ἀντὶ ἀγαθω̃ν κακά ὅτι συνελάλησαν ῥήματα κατὰ τη̃ς ψυχη̃ς μου καὶ τὴν κόλασιν αὐτω̃ν ἔκρυψάν μοι μνήσθητι ἑστηκότος μου κατὰ πρόσωπόν σου του̃ λαλη̃σαι ὑπὲρ αὐτω̃ν ἀγαθὰ του̃ ἀποστρέψαι τὸν θυμόν σου ἀπ' αὐτω̃ν |
21 διὰ του̃το δὸς τοὺς υἱοὺς αὐτω̃ν εἰς λιμὸν καὶ ἄθροισον αὐτοὺς εἰς χει̃ρας μαχαίρας γενέσθωσαν αἱ γυναι̃κες αὐτω̃ν ἄτεκνοι καὶ χη̃ραι καὶ οἱ ἄνδρες αὐτω̃ν γενέσθωσαν ἀνη̨ρημένοι θανάτω̨ καὶ οἱ νεανίσκοι αὐτω̃ν πεπτωκότες μαχαίρα̨ ἐν πολέμω̨ |
22 γενηθήτω κραυγὴ ἐν ται̃ς οἰκίαις αὐτω̃ν ἐπάξεις ἐπ' αὐτοὺς λη̨στὰς ἄφνω ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ' ἐμέ |
23 καὶ σύ κύριε ἔγνως ἅπασαν τὴν βουλὴν αὐτω̃ν ἐπ' ἐμὲ εἰς θάνατον μὴ ἀθω̨ώση̨ς τὰς ἀδικίας αὐτω̃ν καὶ τὰς ἁμαρτίας αὐτω̃ν ἀπὸ προσώπου σου μὴ ἐξαλείψη̨ς γενέσθω ἡ ἀσθένεια αὐτω̃ν ἐναντίον σου ἐν καιρω̨̃ θυμου̃ σου ποίησον ἐν αὐτοι̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.