1 τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἰ̃κον του̃ βασιλέως Ιουδα καὶ λαλήσεις ἐκει̃ τὸν λόγον του̃τον |
2 καὶ ἐρει̃ς ἄκουε λόγον κυρίου βασιλευ̃ Ιουδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυιδ σὺ καὶ ὁ οἰ̃κός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ται̃ς πύλαις ταύταις |
3 τάδε λέγει κύριος ποιει̃τε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρει̃σθε διηρπασμένον ἐκ χειρὸς ἀδικου̃ντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβει̃τε καὶ αἱ̃μα ἀθω̨̃ον μὴ ἐκχέητε ἐν τω̨̃ τόπω̨ τούτω̨ |
4 διότι ἐὰν ποιου̃ντες ποιήσητε τὸν λόγον του̃τον καὶ εἰσελεύσονται ἐν ται̃ς πύλαις του̃ οἴκου τούτου βασιλει̃ς καθήμενοι ἐπὶ θρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παι̃δες αὐτω̃ν καὶ ὁ λαὸς αὐτω̃ν |
5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἰ̃κος οὑ̃τος |
6 ὅτι τάδε λέγει κύριος κατὰ του̃ οἴκου βασιλέως Ιουδα Γαλααδ σύ μοι ἀρχὴ του̃ Λιβάνου ἐὰν μὴ θω̃ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας |
7 καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτου̃ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλου̃σιν εἰς τὸ πυ̃ρ |
8 καὶ διελεύσονται ἔθνη διὰ τη̃ς πόλεως ταύτης καὶ ἐρου̃σιν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ διὰ τί ἐποίησεν κύριος οὕτως τη̨̃ πόλει τη̨̃ μεγάλη̨ ταύτη̨ |
9 καὶ ἐρου̃σιν ἀνθ' ὡ̃ν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεου̃ αὐτω̃ν καὶ προσεκύνησαν θεοι̃ς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοι̃ς |
10 μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνει̃τε αὐτόν κλαύσατε κλαυθμω̨̃ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδη̨ τὴν γη̃ν πατρίδος αὐτου̃ |
11 διότι τάδε λέγει κύριος ἐπὶ Σελλημ υἱὸν Ιωσια τὸν βασιλεύοντα ἀντὶ Ιωσια του̃ πατρὸς αὐτου̃ ὃς ἐξη̃λθεν ἐκ του̃ τόπου τούτου οὐκ ἀναστρέψει ἐκει̃ οὐκέτι |
12 ἀλλ' ἢ ἐν τω̨̃ τόπω̨ οὑ̃ μετώ̨κισα αὐτόν ἐκει̃ ἀποθανει̃ται καὶ τὴν γη̃ν ταύτην οὐκ ὄψεται ἔτι |
13 ὠ̃ ὁ οἰκοδομω̃ν οἰκίαν αὐτου̃ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερω̨̃α αὐτου̃ οὐκ ἐν κρίματι παρὰ τω̨̃ πλησίον αὐτου̃ ἐργα̃ται δωρεὰν καὶ τὸν μισθὸν αὐτου̃ οὐ μὴ ἀποδώσει αὐτω̨̃ |
14 ὠ̨κοδόμησας σεαυτω̨̃ οἰ̃κον σύμμετρον ὑπερω̨̃α ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρω̨ καὶ κεχρισμένα ἐν μίλτω̨ |
15 μὴ βασιλεύσεις ὅτι σὺ παροξύνη̨ ἐν Αχαζ τω̨̃ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἠ̃ν σε ποιει̃ν κρίμα καὶ δικαιοσύνην καλήν |
16 οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινω̨̃ οὐδὲ κρίσιν πένητος οὐ του̃τό ἐστιν τὸ μὴ γνω̃ναί σε ἐμέ λέγει κύριος |
17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἱ̃μα τὸ ἀθω̨̃ον του̃ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον του̃ ποιει̃ν |
18 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα του̃τον οὐ μὴ κόψωνται αὐτόν ὠ̃ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε |
19 ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τη̃ς πύλης Ιερουσαλημ |