ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 22,
στἰχοι 13-30
13 ὠ̃ ὁ οἰκοδομω̃ν οἰκίαν αὐτου̃ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερω̨̃α αὐτου̃ οὐκ ἐν κρίματι παρὰ τω̨̃ πλησίον αὐτου̃ ἐργα̃ται δωρεὰν καὶ τὸν μισθὸν αὐτου̃ οὐ μὴ ἀποδώσει αὐτω̨̃ |
14 ὠ̨κοδόμησας σεαυτω̨̃ οἰ̃κον σύμμετρον ὑπερω̨̃α ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρω̨ καὶ κεχρισμένα ἐν μίλτω̨ |
15 μὴ βασιλεύσεις ὅτι σὺ παροξύνη̨ ἐν Αχαζ τω̨̃ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἠ̃ν σε ποιει̃ν κρίμα καὶ δικαιοσύνην καλήν |
16 οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινω̨̃ οὐδὲ κρίσιν πένητος οὐ του̃τό ἐστιν τὸ μὴ γνω̃ναί σε ἐμέ λέγει κύριος |
17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἱ̃μα τὸ ἀθω̨̃ον του̃ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον του̃ ποιει̃ν |
18 διὰ του̃το τάδε λέγει κύριος ἐπὶ Ιωακιμ υἱὸν Ιωσια βασιλέα Ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα του̃τον οὐ μὴ κόψωνται αὐτόν ὠ̃ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε |
19 ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τη̃ς πύλης Ιερουσαλημ |
20 ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τη̃ς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου |
21 ἐλάλησα πρὸς σὲ ἐν τη̨̃ παραπτώσει σου καὶ εἰ̃πας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τη̃ς φωνη̃ς μου |
22 πάντας τοὺς ποιμένας σου ποιμανει̃ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσία̨ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήση̨ καὶ ἀτιμωθήση̨ ἀπὸ πάντων τω̃ν φιλούντων σε |
23 κατοικου̃σα ἐν τω̨̃ Λιβάνω̨ ἐννοσσεύουσα ἐν ται̃ς κέδροις καταστενάξεις ἐν τω̨̃ ἐλθει̃ν σοι ὠδι̃νας ὡς τικτούσης |
24 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου ἐκει̃θεν ἐκσπάσω σε |
25 καὶ παραδώσω σε εἰς χει̃ρας τω̃ν ζητούντων τὴν ψυχήν σου ὡ̃ν σὺ εὐλαβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν εἰς χει̃ρας τω̃ν Χαλδαίων |
26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκου̃σάν σε εἰς γη̃ν οὑ̃ οὐκ ἐτέχθης ἐκει̃ καὶ ἐκει̃ ἀποθανει̃σθε |
27 εἰς δὲ τὴν γη̃ν ἣν αὐτοὶ εὔχονται ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐ μὴ ἀποστρέψωσιν |
28 ἠτιμώθη Ιεχονιας ὡς σκευ̃ος οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γη̃ν ἣν οὐκ ἤ̨δει |
29 γη̃ γη̃ ἄκουε λόγον κυρίου |
30 γράψον τὸν ἄνδρα του̃τον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθη̨̃ ἐκ του̃ σπέρματος αὐτου̃ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τω̨̃ Ιουδα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.