Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 22,  στἰχοι 20-30

20 ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κέκραξον καὶ εἰς τὴν Βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τη̃ς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου
21 ἐλάλησα πρὸς σὲ ἐν τη̨̃ παραπτώσει σου καὶ εἰ̃πας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τη̃ς φωνη̃ς μου
22 πάντας τοὺς ποιμένας σου ποιμανει̃ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσία̨ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήση̨ καὶ ἀτιμωθήση̨ ἀπὸ πάντων τω̃ν φιλούντων σε
23 κατοικου̃σα ἐν τω̨̃ Λιβάνω̨ ἐννοσσεύουσα ἐν ται̃ς κέδροις καταστενάξεις ἐν τω̨̃ ἐλθει̃ν σοι ὠδι̃νας ὡς τικτούσης
24 ζω̃ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου ἐκει̃θεν ἐκσπάσω σε
25 καὶ παραδώσω σε εἰς χει̃ρας τω̃ν ζητούντων τὴν ψυχήν σου ὡ̃ν σὺ εὐλαβη̨̃ ἀπὸ προσώπου αὐτω̃ν εἰς χει̃ρας τω̃ν Χαλδαίων
26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκου̃σάν σε εἰς γη̃ν οὑ̃ οὐκ ἐτέχθης ἐκει̃ καὶ ἐκει̃ ἀποθανει̃σθε
27 εἰς δὲ τὴν γη̃ν ἣν αὐτοὶ εὔχονται ται̃ς ψυχαι̃ς αὐτω̃ν οὐ μὴ ἀποστρέψωσιν
28 ἠτιμώθη Ιεχονιας ὡς σκευ̃ος οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γη̃ν ἣν οὐκ ἤ̨δει
29 γη̃ γη̃ ἄκουε λόγον κυρίου
30 γράψον τὸν ἄνδρα του̃τον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθη̨̃ ἐκ του̃ σπέρματος αὐτου̃ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυιδ ἄρχων ἔτι ἐν τω̨̃ Ιουδα
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 23
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).