Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 25,  στἰχοι 1-12

ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν ἐπὶ πάντα τὸν λαὸν Ιουδα ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ του̃ Ιωακιμ υἱου̃ Ιωσια βασιλέως Ιουδα
ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ιουδα καὶ πρὸς τοὺς κατοικου̃ντας Ιερουσαλημ λέγων
ἐν τρισκαιδεκάτω̨ ἔτει Ιωσια υἱου̃ Αμως βασιλέως Ιουδα καὶ ἕως τη̃ς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη καὶ ἐλάλησα πρὸς ὑμα̃ς ὀρθρίζων καὶ λέγων
καὶ ἀπέστελλον πρὸς ὑμα̃ς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου ἀποστέλλων καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοι̃ς ὠσὶν ὑμω̃ν
λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ ἀπὸ τω̃ν πονηρω̃ν ἐπιτηδευμάτων ὑμω̃ν καὶ κατοικήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν ἀπ' αἰω̃νος καὶ ἕως αἰω̃νος
μὴ πορεύεσθε ὀπίσω θεω̃ν ἀλλοτρίων του̃ δουλεύειν αὐτοι̃ς καὶ του̃ προσκυνει̃ν αὐτοι̃ς ὅπως μὴ παροργίζητέ με ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν ὑμω̃ν του̃ κακω̃σαι ὑμα̃ς
καὶ οὐκ ἠκούσατέ μου
διὰ του̃το τάδε λέγει κύριος ἐπειδὴ οὐκ ἐπιστεύσατε τοι̃ς λόγοις μου
ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι τὴν πατριὰν ἀπὸ βορρα̃ καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γη̃ν ταύτην καὶ ἐπὶ τοὺς κατοικου̃ντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλω̨ αὐτη̃ς καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον
10 καὶ ἀπολω̃ ἀπ' αὐτω̃ν φωνὴν χαρα̃ς καὶ φωνὴν εὐφροσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης ὀσμὴν μύρου καὶ φω̃ς λύχνου
11 καὶ ἔσται πα̃σα ἡ γη̃ εἰς ἀφανισμόν καὶ δουλεύσουσιν ἐν τοι̃ς ἔθνεσιν ἑβδομήκοντα ἔτη
12 καὶ ἐν τω̨̃ πληρωθη̃ναι τὰ ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκει̃νο φησὶν κύριος καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 25
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).