Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 26

...
τη̨̃ Αἰγύπτω̨ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου ὃς ἠ̃ν ἐπὶ τω̨̃ ποταμω̨̃ Εὐφράτη̨ ἐν Χαρχαμις ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ Ιωακιμ βασιλέως Ιουδα
ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον
ἐπισάξατε τοὺς ἵππους ἐπίβητε οἱ ἱππει̃ς καὶ κατάστητε ἐν ται̃ς περικεφαλαίαις ὑμω̃ν προβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμω̃ν
τί ὅτι αὐτοὶ πτοου̃νται καὶ ἀποχωρου̃σιν ὀπίσω διότι οἱ ἰσχυροὶ αὐτω̃ν κοπήσονται φυγη̨̃ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν λέγει κύριος
μὴ φευγέτω ὁ κου̃φος καὶ μὴ ἀνασω̨ζέσθω ὁ ἰσχυρός ἐπὶ βορρα̃ν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν πεπτώκασιν
τίς οὑ̃τος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ
ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἰ̃πεν ἀναβήσομαι καὶ κατακαλύψω γη̃ν καὶ ἀπολω̃ κατοικου̃ντας ἐν αὐτη̨̃
ἐπίβητε ἐπὶ τοὺς ἵππους παρασκευάσατε τὰ ἅρματα ἐξέλθατε οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις καὶ Λυδοί ἀνάβητε ἐντείνατε τόξον
10 καὶ ἡ ἡμέρα ἐκείνη κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἡμέρα ἐκδικήσεως του̃ ἐκδικη̃σαι τοὺς ἐχθροὺς αὐτου̃ καὶ καταφάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ του̃ αἵματος αὐτω̃ν ὅτι θυσία τω̨̃ κυρίω̨ σαβαωθ ἀπὸ γη̃ς βορρα̃ ἐπὶ ποταμω̨̃ Εὐφράτη̨
11 ἀνάβηθι Γαλααδ καὶ λαβὲ ῥητίνην τη̨̃ παρθένω̨ θυγατρὶ Αἰγύπτου εἰς κενὸν ἐπλήθυνας ἰάματά σου ὠφέλεια οὐκ ἔστιν σοί
12 ἤκουσαν ἔθνη φωνήν σου καὶ τη̃ς κραυγη̃ς σου ἐπλήσθη ἡ γη̃ ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι
13 ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου του̃ ἐλθει̃ν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλω̃νος του̃ κόψαι τὴν γη̃ν Αἰγύπτου
14 ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν εἴπατε ἐπίστηθι καὶ ἑτοίμασον ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά σου
15 διὰ τί ἔφυγεν ὁ 'Α̃πις ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν ὅτι κύριος παρέλυσεν αὐτόν
16 καὶ τὸ πλη̃θός σου ἠσθένησεν καὶ ἔπεσεν καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἐλάλει ἀναστω̃μεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμω̃ν εἰς τὴν πατρίδα ἡμω̃ν ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς
17 καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων-εσβι-εμωηδ
18 ζω̃ ἐγώ λέγει κύριος ὁ θεός ὅτι ὡς τὸ 'Ιταβύριον ἐν τοι̃ς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τη̨̃ θαλάσση̨ ἥξει
19 σκεύη ἀποικισμου̃ ποίησον σεαυτη̨̃ κατοικου̃σα θύγατερ Αἰγύπτου ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικου̃ντας ἐν αὐτη̨̃
20 δάμαλις κεκαλλωπισμένη Αἴγυπτος ἀπόσπασμα ἀπὸ βορρα̃ ἠ̃λθεν ἐπ' αὐτήν
21 καὶ οἱ μισθωτοὶ αὐτη̃ς ἐν αὐτη̨̃ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτη̨̃ διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν οὐκ ἔστησαν ὅτι ἡμέρα ἀπωλείας ἠ̃λθεν ἐπ' αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν
22 φωνὴ ὡς ὄφεως συρίζοντος ὅτι ἐν ἄμμω̨ πορεύσονται ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν ὡς κόπτοντες ξύλα
23 ἐκκόψουσιν τὸν δρυμὸν αὐτη̃ς λέγει κύριος ὁ θεός ὅτι οὐ μὴ εἰκασθη̨̃ ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοι̃ς ἀριθμός
24 κατη̨σχύνθη θυγάτηρ Αἰγύπτου παρεδόθη εἰς χει̃ρας λαου̃ ἀπὸ βορρα̃
25 ἰδοὺ ἐγὼ ἐκδικω̃ τὸν Αμων τὸν υἱὸν αὐτη̃ς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτω̨̃
26 ...
27 σὺ δὲ μὴ φοβηθη̨̃ς δου̃λός μου Ιακωβ μηδὲ πτοηθη̨̃ς Ισραηλ διότι ἰδοὺ ἐγὼ σώ̨ζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τη̃ς αἰχμαλωσίας αὐτω̃ν καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει καὶ οὐκ ἔσται ὁ παρενοχλω̃ν αὐτόν
28 μὴ φοβου̃ παι̃ς μου Ιακωβ λέγει κύριος ὅτι μετὰ σου̃ ἐγώ εἰμι ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει εἰς οὓς ἐξω̃σά σε ἐκει̃ σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπει̃ν καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθω̨̃ον οὐκ ἀθω̨ώσω σε

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 27

λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλω̃να
ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατη̨σχύνθη Βη̃λος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ
ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βορρα̃ οὑ̃τος θήσει τὴν γη̃ν αὐτη̃ς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικω̃ν ἐν αὐτη̨̃ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους
ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτω̃ν ζητου̃ντες
ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὡ̃δε γὰρ τὸ πρόσωπον αὐτω̃ν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται
πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτω̃ν ἐξω̃σαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ὤ̨χοντο ἐπελάθοντο κοίτης αὐτω̃ν
πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτω̃ν εἰ̃παν μὴ ἀνω̃μεν αὐτούς ἀνθ' ὡ̃ν ἥμαρτον τω̨̃ κυρίω̨ νομη̨̃ δικαιοσύνης τω̨̃ συναγαγόντι τοὺς πατέρας αὐτω̃ν
ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀπὸ γη̃ς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων
ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλω̃να συναγωγὰς ἐθνω̃ν ἐκ γη̃ς βορρα̃ καὶ παρατάξονται αὐτη̨̃ ἐκει̃θεν ἁλώσεται ὡς βολὶς μαχητου̃ συνετου̃ οὐκ ἐπιστρέψει κενή
10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται
11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχα̃σθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτα̃τε ὡς βοΐδια ἐν βοτάνη̨ καὶ ἐκερατίζετε ὡς ταυ̃ροι
12 ἠ̨σχύνθη ἡ μήτηρ ὑμω̃ν σφόδρα μήτηρ ἐπ' ἀγαθὰ ἐσχάτη ἐθνω̃ν ἔρημος
13 ἀπὸ ὀργη̃ς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πα̃σα καὶ πα̃ς ὁ διοδεύων διὰ Βαβυλω̃νος σκυθρωπάσει καὶ συριου̃σιν ἐπὶ πα̃σαν τὴν πληγὴν αὐτη̃ς
14 παρατάξασθε ἐπὶ Βαβυλω̃να κύκλω̨ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ' αὐτήν μὴ φείσησθε ἐπὶ τοι̃ς τοξεύμασιν ὑμω̃ν
15 κατακροτήσατε ἐπ' αὐτήν παρελύθησαν αἱ χει̃ρες αὐτη̃ς ἔπεσαν αἱ ἐπάλξεις αὐτη̃ς καὶ κατεσκάφη τὸ τει̃χος αὐτη̃ς ὅτι ἐκδίκησις παρὰ θεου̃ ἐστιν ἐκδικει̃τε ἐπ' αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτη̨̃
16 ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλω̃νος κατέχοντα δρέπανον ἐν καιρω̨̃ θερισμου̃ ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς ἕκαστος εἰς τὸν λαὸν αὐτου̃ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ φεύξεται
17 πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξω̃σαν αὐτόν ὁ πρω̃τος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὑ̃τος ὕστερον τὰ ὀστα̃ αὐτου̃ βασιλεὺς Βαβυλω̃νος
18 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικω̃ ἐπὶ τὸν βασιλέα Βαβυλω̃νος καὶ ἐπὶ τὴν γη̃ν αὐτου̃ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ
19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτου̃ καὶ νεμήσεται ἐν τω̨̃ Καρμήλω̨ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τω̨̃ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτου̃
20 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθω̃σιν ὅτι ἵλεως ἔσομαι τοι̃ς ὑπολελειμμένοις ἐπὶ τη̃ς γη̃ς λέγει κύριος
21 πικρω̃ς ἐπίβηθι ἐπ' αὐτὴν καὶ ἐπὶ τοὺς κατοικου̃ντας ἐπ' αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι
22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων
23 πω̃ς συνεκλάσθη καὶ συνετρίβη ἡ σφυ̃ρα πάσης τη̃ς γη̃ς πω̃ς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν
24 ἐπιθήσονταί σοι καὶ ἁλώση̨ ὠ̃ Βαβυλών καὶ οὐ γνώση̨ εὑρέθης καὶ ἐλήμφθης ὅτι τω̨̃ κυρίω̨ ἀντέστης
25 ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτου̃ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργη̃ς αὐτου̃ ὅτι ἔργον τω̨̃ κυρίω̨ θεω̨̃ ἐν γη̨̃ Χαλδαίων
26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτη̃ς ἀνοίξατε τὰς ἀποθήκας αὐτη̃ς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτη̃ς κατάλειμμα
27 ἀναξηράνατε αὐτη̃ς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοι̃ς ὅτι ἥκει ἡ ἡμέρα αὐτω̃ν καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν
28 φωνὴ φευγόντων καὶ ἀνασω̨ζομένων ἐκ γη̃ς Βαβυλω̃νος του̃ ἀναγγει̃λαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεου̃ ἡμω̃ν
29 παραγγείλατε ἐπὶ Βαβυλω̃να πολλοι̃ς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ' αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτη̃ς ἀνασω̨ζόμενος ἀνταπόδοτε αὐτη̨̃ κατὰ τὰ ἔργα αὐτη̃ς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτη̨̃ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον του̃ Ισραηλ
30 διὰ του̃το πεσου̃νται οἱ νεανίσκοι αὐτη̃ς ἐν ται̃ς πλατείαις αὐτη̃ς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτη̃ς ῥιφήσονται εἰ̃πεν κύριος
31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου
32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσει̃ται καὶ οὐκ ἔσται ὁ ἀνιστω̃ν αὐτήν καὶ ἀνάψω πυ̃ρ ἐν τω̨̃ δρυμω̨̃ αὐτη̃ς καὶ καταφάγεται πάντα τὰ κύκλω̨ αὐτη̃ς
33 τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστει̃λαι αὐτούς
34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃ κρίσιν κρινει̃ πρὸς τοὺς ἀντιδίκους αὐτου̃ ὅπως ἐξάρη̨ τὴν γη̃ν καὶ παροξυνει̃ τοι̃ς κατοικου̃σι Βαβυλω̃να
35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να καὶ ἐπὶ τοὺς μεγιστα̃νας αὐτη̃ς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτη̃ς
36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτη̃ς καὶ παραλυθήσονται
37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτω̃ν καὶ ἐπὶ τὰ ἅρματα αὐτω̃ν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτω̃ν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσω̨ αὐτη̃ς καὶ ἔσονται ὡσεὶ γυναι̃κες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτη̃ς καὶ διασκορπισθήσονται
38 ἐπὶ τω̨̃ ὕδατι αὐτη̃ς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γη̃ τω̃ν γλυπτω̃ν ἐστιν καὶ ἐν ται̃ς νήσοις οὑ̃ κατεκαυχω̃ντο
39 διὰ του̃το κατοικήσουσιν ἰνδάλματα ἐν ται̃ς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτη̨̃ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθη̨̃ οὐκέτι εἰς τὸν αἰω̃να
40 καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐται̃ς εἰ̃πεν κύριος οὐ μὴ κατοικήση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ παροικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρα̃ καὶ ἔθνος μέγα καὶ βασιλει̃ς πολλοὶ ἐξεγερθήσονται ἀπ' ἐσχάτου τη̃ς γη̃ς
42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήση̨ φωνὴ αὐτω̃ν ὡς θάλασσα ἠχήσει ἐφ' ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πυ̃ρ εἰς πόλεμον πρὸς σέ θύγατερ Βαβυλω̃νος
43 ἤκουσεν βασιλεὺς Βαβυλω̃νος τὴν ἀκοὴν αὐτω̃ν καὶ παρελύθησαν αἱ χει̃ρες αὐτου̃ θλι̃ψις κατεκράτησεν αὐτου̃ ὠδι̃νες ὡς τικτούσης
44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ του̃ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ' αὐτη̃ς καὶ πάντα νεανίσκον ἐπ' αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὑ̃τος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
45 διὰ του̃το ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλω̃να καὶ λογισμοὺς αὐτου̃ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐὰν μὴ διαφθαρη̨̃ τὰ ἀρνία τω̃ν προβάτων αὐτω̃ν ἐὰν μὴ ἀφανισθη̨̃ νομὴ ἀπ' αὐτω̃ν
46 ὅτι ἀπὸ φωνη̃ς ἁλώσεως Βαβυλω̃νος σεισθήσεται ἡ γη̃ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 28

τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλω̃να καὶ ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα
καὶ ἐξαποστελω̃ εἰς Βαβυλω̃να ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανου̃νται τὴν γη̃ν αὐτη̃ς οὐαὶ ἐπὶ Βαβυλω̃να κυκλόθεν ἐν ἡμέρα̨ κακώσεως αὐτη̃ς
ἐπ' αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτου̃ καὶ περιθέσθω ὡ̨̃ ἐστιν ὅπλα αὐτω̨̃ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτη̃ς καὶ ἀφανίσατε πα̃σαν τὴν δύναμιν αὐτη̃ς
καὶ πεσου̃νται τραυματίαι ἐν γη̨̃ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτη̃ς
διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεου̃ αὐτω̃ν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γη̃ αὐτω̃ν ἐπλήσθη ἀδικίας ἀπὸ τω̃ν ἁγίων Ισραηλ
φεύγετε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀνασώ̨ζετε ἕκαστος τὴν ψυχὴν αὐτου̃ καὶ μὴ ἀπορριφη̃τε ἐν τη̨̃ ἀδικία̨ αὐτη̃ς ὅτι καιρὸς ἐκδικήσεως αὐτη̃ς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτη̨̃
ποτήριον χρυσου̃ν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πα̃σαν τὴν γη̃ν ἀπὸ του̃ οἴνου αὐτη̃ς ἐπίοσαν ἔθνη διὰ του̃το ἐσαλεύθησαν
καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνει̃τε αὐτήν λάβετε ῥητίνην τη̨̃ διαφθορα̨̃ αὐτη̃ς εἴ πως ἰαθήσεται
ἰατρεύσαμεν τὴν Βαβυλω̃να καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτη̃ς ἐξη̃ρεν ἕως τω̃ν ἄστρων
10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτου̃ δευ̃τε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεου̃ ἡμω̃ν
11 παρασκευάζετε τὰ τοξεύματα πληρου̃τε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνευ̃μα βασιλέως Μήδων ὅτι εἰς Βαβυλω̃να ἡ ὀργὴ αὐτου̃ του̃ ἐξολεθρευ̃σαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαου̃ αὐτου̃ ἐστιν
12 ἐπὶ τειχέων Βαβυλω̃νος ἄρατε σημει̃ον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να
13 κατασκηνου̃ντας ἐφ' ὕδασι πολλοι̃ς καὶ ἐπὶ πλήθει θησαυρω̃ν αὐτη̃ς ἥκει τὸ πέρας σου ἀληθω̃ς εἰς τὰ σπλάγχα σου
14 ὅτι ὤμοσεν κύριος κατὰ του̃ βραχίονος αὐτου̃ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες
15 ποιω̃ν γη̃ν ἐν τη̨̃ ἰσχύι αὐτου̃ ἑτοιμάζων οἰκουμένην ἐν τη̨̃ σοφία̨ αὐτου̃ ἐν τη̨̃ συνέσει αὐτου̃ ἐξέτεινεν τὸν οὐρανόν
16 εἰς φωνὴν ἔθετο ἠ̃χος ὕδατος ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἀνήγαγεν νεφέλας ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φω̃ς ἐκ θησαυρω̃ν αὐτου̃
17 ἐμωράνθη πα̃ς ἄνθρωπος ἀπὸ γνώσεως κατη̨σχύνθη πα̃ς χρυσοχόος ἀπὸ τω̃ν γλυπτω̃ν αὐτου̃ ὅτι ψευδη̃ ἐχώνευσαν οὐκ ἔστιν πνευ̃μα ἐν αὐτοι̃ς
18 μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρω̨̃ ἐπισκέψεως αὐτω̃ν ἀπολου̃νται
19 οὐ τοιαύτη μερὶς τω̨̃ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτου̃ κύριος ὄνομα αὐτω̨̃
20 διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιω̃ ἐν σοὶ ἔθνη καὶ ἐξαρω̃ ἐκ σου̃ βασιλει̃ς
21 καὶ διασκορπιω̃ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτω̃ν
22 καὶ διασκορπιω̃ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιω̃ ἐν σοὶ ἄνδρα καὶ γυναι̃κα
23 καὶ διασκορπιω̃ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου
24 καὶ ἀνταποδώσω τη̨̃ Βαβυλω̃νι καὶ πα̃σι τοι̃ς κατοικου̃σι Χαλδαίοις πάσας τὰς κακίας αὐτω̃ν ἃς ἐποίησαν ἐπὶ Σιων κατ' ὀφθαλμοὺς ὑμω̃ν λέγει κύριος
25 ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθει̃ρον πα̃σαν τὴν γη̃ν καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ κατακυλιω̃ σε ἀπὸ τω̃ν πετρω̃ν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον
26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σου̃ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰω̃να ἔση̨ λέγει κύριος
27 ἄρατε σημει̃ον ἐπὶ τη̃ς γη̃ς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη παραγγείλατε ἐπ' αὐτὴν βασιλείαις Αραρατ παρ' ἐμου̃ καὶ τοι̃ς Ασχαναζαίοις ἐπιστήσατε ἐπ' αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ' αὐτὴν ἵππον ὡς ἀκρίδων πλη̃θος
28 ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη τὸν βασιλέα τω̃ν Μήδων καὶ πάσης τη̃ς γη̃ς τοὺς ἡγουμένους αὐτου̃ καὶ πάντας τοὺς στρατηγοὺς αὐτου̃
29 ἐσείσθη ἡ γη̃ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλω̃να λογισμὸς κυρίου του̃ θει̃ναι τὴν γη̃ν Βαβυλω̃νος εἰς ἀφανισμὸν καὶ μὴ κατοικει̃σθαι αὐτήν
30 ἐξέλιπεν μαχητὴς Βαβυλω̃νος του̃ πολεμει̃ν καθήσονται ἐκει̃ ἐν περιοχη̨̃ ἐθραύσθη ἡ δυναστεία αὐτω̃ν ἐγενήθησαν ὡσεὶ γυναι̃κες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτη̃ς συνετρίβησαν οἱ μοχλοὶ αὐτη̃ς
31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος του̃ ἀναγγει̃λαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος ὅτι ἑάλωκεν ἡ πόλις αὐτου̃
32 ἀπ' ἐσχάτου τω̃ν διαβάσεων αὐτου̃ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτω̃ν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτου̃ οἱ πολεμισταὶ ἐξέρχονται
33 διότι τάδε λέγει κύριος οἰ̃κοι βασιλέως Βαβυλω̃νος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτη̃ς
34 κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκευ̃ος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτου̃ ἀπὸ τη̃ς τρυφη̃ς μου ἐξω̃σέν με
35 οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλω̃να ἐρει̃ κατοικου̃σα Σιων καὶ τὸ αἱ̃μά μου ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐρει̃ Ιερουσαλημ
36 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινω̃ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτη̃ς καὶ ξηρανω̃ τὴν πηγὴν αὐτη̃ς
37 καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται
38 ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων
39 ἐν τη̨̃ θερμασία̨ αὐτω̃ν δώσω πότημα αὐτοι̃ς καὶ μεθύσω αὐτούς ὅπως καρωθω̃σιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθω̃σι λέγει κύριος
40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ' ἐρίφων
41 πω̃ς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τη̃ς γη̃ς πω̃ς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοι̃ς ἔθνεσιν
42 ἀνέβη ἐπὶ Βαβυλω̃να ἡ θάλασσα ἐν ἤχω̨ κυμάτων αὐτη̃ς καὶ κατεκαλύφθη
43 ἐγενήθησαν αἱ πόλεις αὐτη̃ς γη̃ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτη̨̃ οὐδὲ εἱ̃ς οὐδὲ μὴ καταλύση̨ ἐν αὐτη̨̃ υἱὸς ἀνθρώπου
44 καὶ ἐκδικήσω ἐπὶ Βαβυλω̃να καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ του̃ στόματος αὐτη̃ς καὶ οὐ μὴ συναχθω̃σιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη
45 ...
46 ...
47 ...
48 ...
49 καὶ ἐν Βαβυλω̃νι πεσου̃νται τραυματίαι πάσης τη̃ς γη̃ς
50 ἀνασω̨ζόμενοι ἐκ γη̃ς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε του̃ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμω̃ν
51 ἠ̨σχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμω̃ν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμω̃ν εἰση̃λθον ἀλλογενει̃ς εἰς τὰ ἅγια ἡμω̃ν εἰς οἰ̃κον κυρίου
52 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτη̃ς καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτη̃ς πεσου̃νται τραυματίαι
53 ὅτι ἐὰν ἀναβη̨̃ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώση̨ ὕψος ἰσχύος αὐτη̃ς παρ' ἐμου̃ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος
54 φωνὴ κραυγη̃ς ἐν Βαβυλω̃νι καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων
55 ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλω̃να καὶ ἀπώλεσεν ἀπ' αὐτη̃ς φωνὴν μεγάλην ἠχου̃σαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτη̃ς
56 ὅτι ἠ̃λθεν ἐπὶ Βαβυλω̃να ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτη̃ς ἐπτόηται τὸ τόξον αὐτω̃ν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοι̃ς κύριος ἀνταποδίδωσιν αὐτη̨̃ τὴν ἀνταπόδοσιν
57 καὶ μεθύσει μέθη̨ τοὺς ἡγεμόνας αὐτη̃ς καὶ τοὺς σοφοὺς αὐτη̃ς καὶ τοὺς στρατηγοὺς αὐτη̃ς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃
58 τάδε λέγει κύριος τει̃χος Βαβυλω̃νος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτη̃ς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχη̨̃ ἐκλείψουσιν
59 ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τω̨̃ προφήτη̨ εἰπει̃ν τω̨̃ Σαραια υἱω̨̃ Νηριου υἱου̃ Μαασαιου ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλω̃να ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ τη̃ς βασιλείας αὐτου̃ καὶ Σαραιας ἄρχων δώρων
60 καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά ἃ ἥξει ἐπὶ Βαβυλω̃να ἐν βιβλίω̨ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλω̃να
61 καὶ εἰ̃πεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθη̨ς εἰς Βαβυλω̃να καὶ ὄψη̨ καὶ ἀναγνώση̨ πάντας τοὺς λόγους τούτους
62 καὶ ἐρει̃ς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον του̃τον του̃ ἐξολεθρευ̃σαι αὐτὸν καὶ του̃ μὴ εἰ̃ναι ἐν αὐτω̨̃ κατοικου̃ντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰω̃να ἔσται
63 καὶ ἔσται ὅταν παύση̨ του̃ ἀναγινώσκειν τὸ βιβλίον του̃το καὶ ἐπιδήσεις ἐπ' αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον του̃ Εὐφράτου
64 καὶ ἐρει̃ς οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστη̨̃ ἀπὸ προσώπου τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ ἐπάγω ἐπ' αὐτήν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 29

ἐπὶ τοὺς ἀλλοφύλους
τάδε λέγει κύριος ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρα̃ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς πόλιν καὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ καὶ κεκράξονται οἱ ἄνθρωποι καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικου̃ντες τὴν γη̃ν
ἀπὸ φωνη̃ς ὁρμη̃ς αὐτου̃ ἀπὸ τω̃ν ὁπλω̃ν τω̃ν ποδω̃ν αὐτου̃ καὶ ἀπὸ σεισμου̃ τω̃ν ἁρμάτων αὐτου̃ ἤχου τροχω̃ν αὐτου̃ οὐκ ἐπέστρεψαν πατέρες ἐφ' υἱοὺς αὐτω̃ν ἀπὸ ἐκλύσεως χειρω̃ν αὐτω̃ν
ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἐρχομένη̨ του̃ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους καὶ ἀφανιω̃ τὴν Τύρον καὶ τὴν Σιδω̃να καὶ πάντας τοὺς καταλοίπους τη̃ς βοηθείας αὐτω̃ν ὅτι ἐξολεθρεύσει κύριος τοὺς καταλοίπους τω̃ν νήσων
ἥκει φαλάκρωμα ἐπὶ Γάζαν ἀπερρίφη 'Ασκαλὼν καὶ οἱ κατάλοιποι Ενακιμ ἕως τίνος κόψεις
ἡ μάχαιρα του̃ κυρίου ἕως τίνος οὐχ ἡσυχάσεις ἀποκατάστηθι εἰς τὸν κολεόν σου ἀνάπαυσαι καὶ ἐπάρθητι
πω̃ς ἡσυχάσει καὶ κύριος ἐνετείλατο αὐτη̨̃ ἐπὶ τὴν 'Ασκαλω̃να καὶ ἐπὶ τὰς παραθαλασσίους ἐπὶ τὰς καταλοίπους ἐπεγερθη̃ναι

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 30

τη̨̃ Ιδουμαία̨ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετω̃ν ὤχετο σοφία αὐτω̃ν
ἠπατήθη ὁ τόπος αὐτω̃ν βαθύνατε εἰς κάθισιν οἱ κατοικου̃ντες ἐν Δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ' αὐτὸν ἐν χρόνω̨ ὡ̨̃ ἐπεσκεψάμην ἐπ' αὐτόν
ὅτι τρυγηταὶ ἠ̃λθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χει̃ρα αὐτω̃ν
ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτω̃ν κρυβη̃ναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χει̃ρα ἀδελφου̃ αὐτου̃ καὶ γείτονος αὐτου̃ καὶ οὐκ ἔστιν
ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χη̃ραι ἐπ' ἐμὲ πεποίθασιν
ὅτι τάδε εἰ̃πεν κύριος οἱ̃ς οὐκ ἠ̃ν νόμος πιει̃ν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθω̨ωμένη οὐ μὴ ἀθω̨ωθη̨̃ς ὅτι πίνων πίεσαι
ὅτι κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔση̨ ἐν μέσω̨ αὐτη̃ς καὶ πα̃σαι αἱ πόλεις αὐτη̃ς ἔσονται ἔρημοι εἰς αἰω̃να
ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον
μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις
10 ἡ παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρω̃ν συνέλαβεν ἰσχὺν βουνου̃ ὑψηλου̃ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτου̃ ἐκει̃θεν καθελω̃ σε
11 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον πα̃ς ὁ παραπορευόμενος ἐπ' αὐτὴν συριει̃
12 ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτη̃ς εἰ̃πεν κύριος παντοκράτωρ οὐ μὴ καθίση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου του̃ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ' αὐτη̃ς καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὑ̃τος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
14 διὰ του̃το ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν καὶ λογισμὸν αὐτου̃ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικου̃ντας Θαιμαν ἐὰν μὴ συμψησθω̃σιν τὰ ἐλάχιστα τω̃ν προβάτων ἐὰν μὴ ἀβατωθη̨̃ ἐπ' αὐτὴν κατάλυσις αὐτω̃ν
15 ὅτι ἀπὸ φωνη̃ς πτώσεως αὐτω̃ν ἐσείσθη ἡ γη̃ καὶ κραυγή σου ἐν θαλάσση̨ ἠκούσθη
16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενει̃ τὰς πτέρυγας ἐπ' ὀχυρώματα αὐτη̃ς καὶ ἔσται ἡ καρδία τω̃ν ἰσχυρω̃ν τη̃ς Ιδουμαίας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς καρδία γυναικὸς ὠδινούσης
17 τοι̃ς υἱοι̃ς Αμμων οὕτως εἰ̃πεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοι̃ς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ ὁ λαὸς αὐτω̃ν ἐν πόλεσιν αὐτω̃ν ἐνοικήσει
18 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιω̃ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτη̃ς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτου̃
19 ἀλάλαξον Εσεβων ὅτι ὤλετο Γαι κεκράξατε θυγατέρες Ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικία̨ βαδιει̃ται οἱ ἱερει̃ς αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ ἅμα
20 τί ἀγαλλιάση̨ ἐν τοι̃ς πεδίοις Ενακιμ θύγατερ ἰταμίας ἡ πεποιθυι̃α ἐπὶ θησαυροι̃ς αὐτη̃ς ἡ λέγουσα τίς εἰσελεύσεται ἐπ' ἐμέ
21 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἰ̃πεν κύριος ἀπὸ πάσης τη̃ς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτου̃ καὶ οὐκ ἔσται ὁ συνάγων
22 ...
23 τη̨̃ Κηδαρ βασιλίσση̨ τη̃ς αὐλη̃ς ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος οὕτως εἰ̃πεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ
24 σκηνὰς αὐτω̃ν καὶ πρόβατα αὐτω̃ν λήμψονται ἱμάτια αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ καμήλους αὐτω̃ν λήμψονται ἑαυτοι̃ς καὶ καλέσατε ἐπ' αὐτοὺς ἀπώλειαν κυκλόθεν
25 φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τη̨̃ αὐλη̨̃ ὅτι ἐβουλεύσατο ἐφ' ὑμα̃ς βασιλεὺς Βαβυλω̃νος βουλὴν καὶ ἐλογίσατο ἐφ' ὑμα̃ς λογισμόν
26 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ' ἔθνος εὐσταθου̃ν καθήμενον εἰς ἀναψυχήν οἱ̃ς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν
27 καὶ ἔσονται κάμηλοι αὐτω̃ν εἰς προνομὴν καὶ πλη̃θος κτηνω̃ν αὐτω̃ν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτω̃ν ἐκ παντὸς πέραν αὐτω̃ν οἴσω τὴν τροπὴν αὐτω̃ν εἰ̃πεν κύριος
28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθω̃ν καὶ ἄβατος ἕως αἰω̃νος οὐ μὴ καθίση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ κατοικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
29 τη̨̃ Δαμασκω̨̃ κατη̨σχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται
30 ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτη̃ς
31 πω̃ς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν
32 διὰ του̃το πεσου̃νται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσου̃νται φησὶν κύριος
33 καὶ καύσω πυ̃ρ ἐν τείχει Δαμασκου̃ καὶ καταφάγεται ἄμφοδα υἱου̃ Αδερ

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 31

τη̨̃ Μωαβ οὕτως εἰ̃πεν κύριος οὐαὶ ἐπὶ Ναβαυ ὅτι ὤλετο ἐλήμφθη Καριαθαιμ ἠ̨σχύνθη Αμαθ καὶ ἡττήθη
οὐκ ἔστιν ἔτι ἰατρεία Μωαβ ἀγαυρίαμα ἐν Εσεβων ἐλογίσαντο ἐπ' αὐτὴν κακά ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους καὶ παυ̃σιν παύσεται ὄπισθέν σου βαδιει̃ται μάχαιρα
ὅτι φωνὴ κεκραγότων ἐξ Ωρωναιμ ὄλεθρος καὶ σύντριμμα μέγα
συνετρίβη Μωαβ ἀναγγείλατε εἰς Ζογορα
ὅτι ἐπλήσθη Αλαωθ ἐν κλαυθμω̨̃ ἀναβήσεται κλαίων ἐν ὁδω̨̃ Ωρωναιμ κραυγὴν συντρίμματος ἠκούσατε
φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμω̃ν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμω̨
ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου καὶ σὺ συλλημφθήση̨ καὶ ἐξελεύσεται Χαμως ἐν ἀποικία̨ οἱ ἱερει̃ς αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ ἅμα
καὶ ἥξει ὄλεθρος ἐπὶ πα̃σαν πόλιν καὶ πόλις οὐ μὴ σωθη̨̃ καὶ ἀπολει̃ται ὁ αὐλών καὶ ἐξολεθρευθήσεται ἡ πεδινή καθὼς εἰ̃πεν κύριος
δότε σημει̃α τη̨̃ Μωαβ ὅτι ἁφη̨̃ ἀναφθήσεται καὶ πα̃σαι αἱ πόλεις αὐτη̃ς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτη̨̃
10 ἐπικατάρατος ὁ ποιω̃ν τὰ ἔργα κυρίου ἀμελω̃ς ἐξαίρων μάχαιραν αὐτου̃ ἀφ' αἵματος
11 ἀνεπαύσατο Μωαβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἠ̃ν ἐπὶ τη̨̃ δόξη̨ αὐτου̃ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγει̃ον καὶ εἰς ἀποικισμὸν οὐκ ὤ̨χετο διὰ του̃το ἔστη γευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ καὶ ὀσμὴ αὐτου̃ οὐκ ἐξέλιπεν
12 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστελω̃ αὐτω̨̃ κλίνοντας καὶ κλινου̃σιν αὐτὸν καὶ τὰ σκεύη αὐτου̃ λεπτυνου̃σιν καὶ τὰ κέρατα αὐτου̃ συγκόψουσιν
13 καὶ καταισχυνθήσεται Μωαβ ἀπὸ Χαμως ὥσπερ κατη̨σχύνθη οἰ̃κος Ισραηλ ἀπὸ Βαιθηλ ἐλπίδος αὐτω̃ν πεποιθότες ἐπ' αὐτοι̃ς
14 πω̃ς ἐρει̃τε ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά
15 ὤλετο Μωαβ πόλις αὐτου̃ καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτου̃ κατέβησαν εἰς σφαγήν
16 ἐγγὺς ἡμέρα Μωαβ ἐλθει̃ν καὶ πονηρία αὐτου̃ ταχει̃α σφόδρα
17 κινήσατε αὐτω̨̃ πάντες κυκλόθεν αὐτου̃ πάντες εἰδότες ὄνομα αὐτου̃ εἴπατε πω̃ς συνετρίβη βακτηρία εὐκλεής ῥάβδος μεγαλώματος
18 κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασία̨ καθημένη Δαιβων ἐκτρίβητε ὅτι ὤλετο Μωαβ ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου
19 ἐφ' ὁδου̃ στη̃θι καὶ ἔπιδε καθημένη ἐν Αροηρ καὶ ἐρώτησον φεύγοντα καὶ σω̨ζόμενον καὶ εἰπόν τί ἐγένετο
20 κατη̨σχύνθη Μωαβ ὅτι συνετρίβη ὀλόλυξον καὶ κέκραξον ἀνάγγειλον ἐν Αρνων ὅτι ὤλετο Μωαβ
21 καὶ κρίσις ἔρχεται εἰς γη̃ν του̃ Μισωρ ἐπὶ Χαιλων καὶ ἐπὶ Ιασσα καὶ ἐπὶ Μωφαθ
22 καὶ ἐπὶ Δαιβων καὶ ἐπὶ Ναβαυ καὶ ἐπ' οἰ̃κον Δεβλαθαιμ
23 καὶ ἐπὶ Καριαθαιμ καὶ ἐπ' οἰ̃κον Γαμωλ καὶ ἐπ' οἰ̃κον Μαων
24 καὶ ἐπὶ Καριωθ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς
25 κατεάχθη κέρας Μωαβ καὶ τὸ ἐπίχειρον αὐτου̃ συνετρίβη
26 μεθύσατε αὐτόν ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη καὶ ἐπικρούσει Μωαβ ἐν χειρὶ αὐτου̃ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός
27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἠ̃ν σοι Ισραηλ εἰ ἐν κλοπαι̃ς σου εὑρέθη ὅτι ἐπολέμεις αὐτόν
28 κατέλιπον τὰς πόλεις καὶ ὤ̨κησαν ἐν πέτραις οἱ κατοικου̃ντες Μωαβ ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου
29 ἤκουσα ὕβριν Μωαβ ὕβρισεν λίαν ὕβριν αὐτου̃ καὶ ὑπερηφανίαν αὐτου̃ καὶ ὑψώθη ἡ καρδία αὐτου̃
30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτου̃ οὐχὶ τὸ ἱκανὸν αὐτου̃ οὐχ οὕτως ἐποίησεν
31 διὰ του̃το ἐπὶ Μωαβ ὀλολύζετε πάντοθεν βοήσατε ἐπ' ἄνδρας Κιραδας αὐχμου̃
32 ὡς κλαυθμὸν Ιαζηρ ἀποκλαύσομαί σοι ἄμπελος Σεβημα κλήματά σου διη̃λθεν θάλασσαν Ιαζηρ ἥψαντο ἐπὶ ὀπώραν σου ἐπὶ τρυγηται̃ς σου ὄλεθρος ἐπέπεσεν
33 συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τη̃ς Μωαβίτιδος καὶ οἰ̃νος ἠ̃ν ἐπὶ ληνοι̃ς σου πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης οὐκ ἐποίησαν αιδαδ
34 ἀπὸ κραυγη̃ς Εσεβων ἕως Ελεαλη αἱ πόλεις αὐτω̃ν ἔδωκαν φωνὴν αὐτω̃ν ἀπὸ Ζογορ ἕως Ωρωναιμ καὶ Αγλαθ-σαλισια ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται
35 καὶ ἀπολω̃ τὸν Μωαβ φησὶν κύριος ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιω̃ντα θεοι̃ς αὐτου̃
36 διὰ του̃το καρδία μου Μωαβ ὥσπερ αὐλοὶ βομβήσουσιν καρδία μου ἐπ' ἀνθρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει διὰ του̃το ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου
37 πα̃σαν κεφαλὴν ἐν παντὶ τόπω̨ ξυρήσονται καὶ πα̃ς πώγων ξυρηθήσεται καὶ πα̃σαι χει̃ρες κόψονται καὶ ἐπὶ πάσης ὀσφύος σάκκος
38 καὶ ἐπὶ πάντων τω̃ν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτη̃ς ὅτι συνέτριψα τὸν Μωαβ φησὶν κύριος ὡς ἀγγει̃ον οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃
39 πω̃ς κατήλλαξεν πω̃ς ἔστρεψεν νω̃τον Μωαβ ἠ̨σχύνθη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πα̃σιν τοι̃ς κύκλω̨ αὐτη̃ς
40 ὅτι οὕτως εἰ̃πεν κύριος
41 ἐλήμφθη Ακκαριωθ καὶ τὰ ὀχυρώματα συνελήμφθη
42 καὶ ἀπολει̃ται Μωαβ ἀπὸ ὄχλου ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη
43 παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί καθήμενος Μωαβ
44 ὁ φεύγων ἀπὸ προσώπου του̃ φόβου ἐμπεσει̃ται εἰς τὸν βόθυνον καὶ ὁ ἀναβαίνων ἐκ του̃ βοθύνου συλλημφθήσεται ἐν τη̨̃ παγίδι ὅτι ἐπάξω ταυ̃τα ἐπὶ Μωαβ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτη̃ς

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 32

...
...
...
...
...
...
...
...
...
10 ...
11 ...
12 ...
13 ὅσα ἐπροφήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔθνη
14 ...
15 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λαβὲ τὸ ποτήριον του̃ οἴνου του̃ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιει̃ς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς
16 καὶ πίονται καὶ ἐξεμου̃νται καὶ μανήσονται ἀπὸ προσώπου τη̃ς μαχαίρας ἡ̃ς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτω̃ν
17 καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ' αὐτά
18 τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα καὶ βασιλει̃ς Ιουδα καὶ ἄρχοντας αὐτου̃ του̃ θει̃ναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν
19 καὶ τὸν Φαραω βασιλέα Αἰγύπτου καὶ τοὺς παι̃δας αὐτου̃ καὶ τοὺς μεγιστα̃νας αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃
20 καὶ πάντας τοὺς συμμίκτους αὐτου̃ καὶ πάντας τοὺς βασιλει̃ς ἀλλοφύλων τὴν 'Ασκαλω̃να καὶ τὴν Γάζαν καὶ τὴν Ακκαρων καὶ τὸ ἐπίλοιπον 'Αζώτου
21 καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβι̃τιν καὶ τοὺς υἱοὺς Αμμων
22 καὶ πάντας βασιλει̃ς Τύρου καὶ βασιλει̃ς Σιδω̃νος καὶ βασιλει̃ς τοὺς ἐν τω̨̃ πέραν τη̃ς θαλάσσης
23 καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πα̃ν περικεκαρμένον κατὰ πρόσωπον αὐτου̃
24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τη̨̃ ἐρήμω̨
25 καὶ πάντας βασιλει̃ς Αιλαμ καὶ πάντας βασιλει̃ς Περσω̃ν
26 καὶ πάντας βασιλει̃ς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτου̃ καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τη̃ς γη̃ς
27 καὶ ἐρει̃ς αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος παντοκράτωρ πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσατε καὶ πεσει̃σθε καὶ οὐ μὴ ἀναστη̃τε ἀπὸ προσώπου τη̃ς μαχαίρας ἡ̃ς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμω̃ν
28 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τη̃ς χειρός σου ὥστε πιει̃ν καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος πιόντες πίεσθε
29 ὅτι ἐν πόλει ἐν ἡ̨̃ ὠνομάσθη τὸ ὄνομά μου ἐπ' αὐτήν ἐγὼ ἄρχομαι κακω̃σαι καὶ ὑμει̃ς καθάρσει οὐ μὴ καθαρισθη̃τε ὅτι μάχαιραν ἐγὼ καλω̃ ἐπὶ τοὺς καθημένους ἐπὶ τη̃ς γη̃ς
30 καὶ σὺ προφητεύσεις ἐπ' αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρει̃ς κύριος ἀφ' ὑψηλου̃ χρηματιει̃ ἀπὸ του̃ ἁγίου αὐτου̃ δώσει φωνὴν αὐτου̃ λόγον χρηματιει̃ ἐπὶ του̃ τόπου αὐτου̃ καὶ αιδαδ ὥσπερ τρυγω̃ντες ἀποκριθήσονται καὶ ἐπὶ τοὺς καθημένους ἐπὶ τὴν γη̃ν
31 ἥκει ὄλεθρος ἐπὶ μέρος τη̃ς γη̃ς ὅτι κρίσις τω̨̃ κυρίω̨ ἐν τοι̃ς ἔθνεσιν κρίνεται αὐτὸς πρὸς πα̃σαν σάρκα οἱ δὲ ἀσεβει̃ς ἐδόθησαν εἰς μάχαιραν λέγει κύριος
32 οὕτως εἰ̃πεν κύριος ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος καὶ λαι̃λαψ μεγάλη ἐκπορεύεται ἀπ' ἐσχάτου τη̃ς γη̃ς
33 καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρα̨ κυρίου ἐκ μέρους τη̃ς γη̃ς καὶ ἕως εἰς μέρος τη̃ς γη̃ς οὐ μὴ κατορυγω̃σιν εἰς κόπρια ἐπὶ προσώπου τη̃ς γη̃ς ἔσονται
34 ἀλαλάξατε ποιμένες καὶ κεκράξατε καὶ κόπτεσθε οἱ κριοὶ τω̃ν προβάτων ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμω̃ν εἰς σφαγήν καὶ πεσει̃σθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί
35 καὶ ἀπολει̃ται φυγὴ ἀπὸ τω̃ν ποιμένων καὶ σωτηρία ἀπὸ τω̃ν κριω̃ν τω̃ν προβάτων
36 φωνὴ κραυγη̃ς τω̃ν ποιμένων καὶ ἀλαλαγμὸς τω̃ν προβάτων καὶ τω̃ν κριω̃ν ὅτι ὠλέθρευσεν κύριος τὰ βοσκήματα αὐτω̃ν
37 καὶ παύσεται τὰ κατάλοιπα τη̃ς εἰρήνης ἀπὸ προσώπου ὀργη̃ς θυμου̃ μου
38 ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτου̃ ὅτι ἐγενήθη ἡ γη̃ αὐτω̃ν εἰς ἄβατον ἀπὸ προσώπου τη̃ς μαχαίρας τη̃ς μεγάλης

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 33

ἐν ἀρχη̨̃ βασιλέως Ιωακιμ υἱου̃ Ιωσια ἐγενήθη ὁ λόγος οὑ̃τος παρὰ κυρίου
οὕτως εἰ̃πεν κύριος στη̃θι ἐν αὐλη̨̃ οἴκου κυρίου καὶ χρηματιει̃ς ἅπασι τοι̃ς Ιουδαίοις καὶ πα̃σι τοι̃ς ἐρχομένοις προσκυνει̃ν ἐν οἴκω̨ κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοι̃ς χρηματίσαι μὴ ἀφέλη̨ς ῥη̃μα
ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ παύσομαι ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ λογίζομαι του̃ ποιη̃σαι αὐτοι̃ς ἕνεκεν τω̃ν πονηρω̃ν ἐπιτηδευμάτων αὐτω̃ν
καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος ἐὰν μὴ ἀκούσητέ μου του̃ πορεύεσθαι ἐν τοι̃ς νομίμοις μου οἱ̃ς ἔδωκα κατὰ πρόσωπον ὑμω̃ν
εἰσακούειν τω̃ν λόγων τω̃ν παίδων μου τω̃ν προφητω̃ν οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμα̃ς ὄρθρου καὶ ἀπέστειλα καὶ οὐκ εἰσηκούσατέ μου
καὶ δώσω τὸν οἰ̃κον του̃τον ὥσπερ Σηλωμ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πα̃σιν τοι̃ς ἔθνεσιν πάσης τη̃ς γη̃ς
καὶ ἤκουσαν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται καὶ πα̃ς ὁ λαὸς του̃ Ιερεμιου λαλου̃ντος τοὺς λόγους τούτους ἐν οἴκω̨ κυρίου
καὶ ἐγένετο Ιερεμιου παυσαμένου λαλου̃ντος πάντα ἃ συνέταξεν αὐτω̨̃ κύριος λαλη̃σαι παντὶ τω̨̃ λαω̨̃ καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται καὶ πα̃ς ὁ λαὸς λέγων θανάτω̨ ἀποθανη̨̃
ὅτι ἐπροφήτευσας τω̨̃ ὀνόματι κυρίου λέγων ὥσπερ Σηλωμ ἔσται ὁ οἰ̃κος οὑ̃τος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων καὶ ἐξεκκλησιάσθη πα̃ς ὁ λαὸς ἐπὶ Ιερεμιαν ἐν οἴκω̨ κυρίου
10 καὶ ἤκουσαν οἱ ἄρχοντες Ιουδα τὸν λόγον του̃τον καὶ ἀνέβησαν ἐξ οἴκου του̃ βασιλέως εἰς οἰ̃κον κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης κυρίου τη̃ς καινη̃ς
11 καὶ εἰ̃παν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τω̨̃ λαω̨̃ κρίσις θανάτου τω̨̃ ἀνθρώπω̨ τούτω̨ ὅτι ἐπροφήτευσεν κατὰ τη̃ς πόλεως ταύτης καθὼς ἠκούσατε ἐν τοι̃ς ὠσὶν ὑμω̃ν
12 καὶ εἰ̃πεν Ιερεμιας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τω̨̃ λαω̨̃ λέγων κύριος ἀπέστειλέν με προφητευ̃σαι ἐπὶ τὸν οἰ̃κον του̃τον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους τούτους οὓς ἠκούσατε
13 καὶ νυ̃ν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἔργα ὑμω̃ν καὶ ἀκούσατε τη̃ς φωνη̃ς κυρίου καὶ παύσεται κύριος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐλάλησεν ἐφ' ὑμα̃ς
14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμω̃ν ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμι̃ν
15 ἀλλ' ἢ γνόντες γνώσεσθε ὅτι εἰ ἀναιρει̃τέ με αἱ̃μα ἀθω̨̃ον δίδοτε ἐφ' ὑμα̃ς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ ὅτι ἐν ἀληθεία̨ ἀπέσταλκέν με κύριος πρὸς ὑμα̃ς λαλη̃σαι εἰς τὰ ὠ̃τα ὑμω̃ν πάντας τοὺς λόγους τούτους
16 καὶ εἰ̃παν οἱ ἄρχοντες καὶ πα̃ς ὁ λαὸς πρὸς τοὺς ἱερει̃ς καὶ πρὸς τοὺς ψευδοπροφήτας οὐκ ἔστιν τω̨̃ ἀνθρώπω̨ τούτω̨ κρίσις θανάτου ὅτι ἐπὶ τω̨̃ ὀνόματι κυρίου του̃ θεου̃ ἡμω̃ν ἐλάλησεν πρὸς ἡμα̃ς
17 καὶ ἀνέστησαν ἄνδρες τω̃ν πρεσβυτέρων τη̃ς γη̃ς καὶ εἰ̃παν πάση̨ τη̨̃ συναγωγη̨̃ του̃ λαου̃
18 Μιχαιας ὁ Μωραθίτης ἠ̃ν ἐν ται̃ς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἰ̃πεν παντὶ τω̨̃ λαω̨̃ Ιουδα οὕτως εἰ̃πεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος του̃ οἴκου εἰς ἄλσος δρυμου̃
19 μὴ ἀνελὼν ἀνει̃λεν αὐτὸν Εζεκιας καὶ πα̃ς Ιουδα οὐχὶ ὅτι ἐφοβήθησαν τὸν κύριον καὶ ὅτι ἐδεήθησαν του̃ προσώπου κυρίου καὶ ἐπαύσατο κύριος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐλάλησεν ἐπ' αὐτούς καὶ ἡμει̃ς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμω̃ν
20 καὶ ἄνθρωπος ἠ̃ν προφητεύων τω̨̃ ὀνόματι κυρίου Ουριας υἱὸς Σαμαιου ἐκ Καριαθιαριμ καὶ ἐπροφήτευσεν περὶ τη̃ς γη̃ς ταύτης κατὰ πάντας τοὺς λόγους Ιερεμιου
21 καὶ ἤκουσεν ὁ βασιλεὺς Ιωακιμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτου̃ καὶ ἐζήτουν ἀποκτει̃ναι αὐτόν καὶ ἤκουσεν Ουριας καὶ εἰση̃λθεν εἰς Αἴγυπτον
22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον
23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκει̃θεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρα̨ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνη̃μα υἱω̃ν λαου̃ αὐτου̃
24 πλὴν χεὶρ Αχικαμ υἱου̃ Σαφαν ἠ̃ν μετὰ Ιερεμιου του̃ μὴ παραδου̃ναι αὐτὸν εἰς χει̃ρας του̃ λαου̃ του̃ μὴ ἀνελει̃ν αὐτόν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 34

...
οὕτως εἰ̃πεν κύριος ποίησον δεσμοὺς καὶ κλοιοὺς καὶ περίθου περὶ τὸν τράχηλόν σου
καὶ ἀποστελει̃ς αὐτοὺς πρὸς βασιλέα Ιδουμαίας καὶ πρὸς βασιλέα Μωαβ καὶ πρὸς βασιλέα υἱω̃ν Αμμων καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδω̃νος ἐν χερσὶν ἀγγέλων αὐτω̃ν τω̃ν ἐρχομένων εἰς ἀπάντησιν αὐτω̃ν εἰς Ιερουσαλημ πρὸς Σεδεκιαν βασιλέα Ιουδα
καὶ συντάξεις αὐτοι̃ς πρὸς τοὺς κυρίους αὐτω̃ν εἰπει̃ν οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ οὕτως ἐρει̃τε πρὸς τοὺς κυρίους ὑμω̃ν
ὅτι ἐγὼ ἐποίησα τὴν γη̃ν ἐν τη̨̃ ἰσχύι μου τη̨̃ μεγάλη̨ καὶ ἐν τω̨̃ ἐπιχείρω̨ μου τω̨̃ ὑψηλω̨̃ καὶ δώσω αὐτὴν ὡ̨̃ ἐὰν δόξη̨ ἐν ὀφθαλμοι̃ς μου
ἔδωκα τὴν γη̃ν τω̨̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος δουλεύειν αὐτω̨̃ καὶ τὰ θηρία του̃ ἀγρου̃ ἐργάζεσθαι αὐτω̨̃
...
καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτω̃ν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ ἐπισκέψομαι αὐτούς εἰ̃πεν κύριος ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτου̃
καὶ ὑμει̃ς μὴ ἀκούετε τω̃ν ψευδοπροφητω̃ν ὑμω̃ν καὶ τω̃ν μαντευομένων ὑμι̃ν καὶ τω̃ν ἐνυπνιαζομένων ὑμι̃ν καὶ τω̃ν οἰωνισμάτων ὑμω̃ν καὶ τω̃ν φαρμακω̃ν ὑμω̃ν τω̃ν λεγόντων οὐ μὴ ἐργάσησθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος
10 ὅτι ψευδη̃ αὐτοὶ προφητεύουσιν ὑμι̃ν πρὸς τὸ μακρυ̃ναι ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ὑμω̃ν
11 καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγη̨ τὸν τράχηλον αὐτου̃ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος καὶ ἐργάσηται αὐτω̨̃ καὶ καταλείψω αὐτὸν ἐπὶ τη̃ς γη̃ς αὐτου̃ καὶ ἐργα̃ται αὐτω̨̃ καὶ ἐνοικήσει ἐν αὐτη̨̃
12 καὶ πρὸς Σεδεκιαν βασιλέα Ιουδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων εἰσαγάγετε τὸν τράχηλον ὑμω̃ν
13 ...
14 καὶ ἐργάσασθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν
15 ὅτι οὐκ ἀπέστειλα αὐτούς φησὶν κύριος καὶ προφητεύουσιν τω̨̃ ὀνόματί μου ἐπ' ἀδίκω̨ πρὸς τὸ ἀπολέσαι ὑμα̃ς καὶ ἀπολει̃σθε ὑμει̃ς καὶ οἱ προφη̃ται ὑμω̃ν οἱ προφητεύοντες ὑμι̃ν ἐπ' ἀδίκω̨ ψευδη̃
16 ὑμι̃ν καὶ παντὶ τω̨̃ λαω̨̃ τούτω̨ καὶ τοι̃ς ἱερευ̃σιν ἐλάλησα λέγων οὕτως εἰ̃πεν κύριος μὴ ἀκούετε τω̃ν λόγων τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ὑμι̃ν λεγόντων ἰδοὺ σκεύη οἴκου κυρίου ἐπιστρέψει ἐκ Βαβυλω̃νος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν οὐκ ἀπέστειλα αὐτούς
17 ...
18 εἰ προφη̃ταί εἰσιν καὶ εἰ ἔστιν λόγος κυρίου ἐν αὐτοι̃ς ἀπαντησάτωσάν μοι
19 ὅτι οὕτως εἰ̃πεν κύριος καὶ τω̃ν ἐπιλοίπων σκευω̃ν
20 ὡ̃ν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλω̃νος ὅτε ἀπώ̨κισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ
21 ...
22 εἰς Βαβυλω̃να εἰσελεύσεται λέγει κύριος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 35

καὶ ἐγένετο ἐν τω̨̃ τετάρτω̨ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τω̨̃ πέμπτω̨ εἰ̃πέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκω̨ κυρίου κατ' ὀφθαλμοὺς τω̃ν ἱερέων καὶ παντὸς του̃ λαου̃ λέγων
οὕτως εἰ̃πεν κύριος συνέτριψα τὸν ζυγὸν του̃ βασιλέως Βαβυλω̃νος
ἔτι δύο ἔτη ἡμερω̃ν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον του̃τον τὰ σκεύη οἴκου κυρίου
καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος
καὶ εἰ̃πεν Ιερεμιας πρὸς Ανανιαν κατ' ὀφθαλμοὺς παντὸς του̃ λαου̃ καὶ κατ' ὀφθαλμοὺς τω̃ν ἱερέων τω̃ν ἑστηκότων ἐν οἴκω̨ κυρίου
καὶ εἰ̃πεν Ιερεμιας ἀληθω̃ς οὕτω ποιήσαι κύριος στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις του̃ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πα̃σαν τὴν ἀποικίαν ἐκ Βαβυλω̃νος εἰς τὸν τόπον του̃τον
πλὴν ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὠ̃τα ὑμω̃ν καὶ εἰς τὰ ὠ̃τα παντὸς του̃ λαου̃
οἱ προφη̃ται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμω̃ν ἀπὸ του̃ αἰω̃νος καὶ ἐπροφήτευσαν ἐπὶ γη̃ς πολλη̃ς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον
ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην ἐλθόντος του̃ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοι̃ς κύριος ἐν πίστει
10 καὶ ἔλαβεν Ανανιας ἐν ὀφθαλμοι̃ς παντὸς του̃ λαου̃ τοὺς κλοιοὺς ἀπὸ του̃ τραχήλου Ιερεμιου καὶ συνέτριψεν αὐτούς
11 καὶ εἰ̃πεν Ανανιας κατ' ὀφθαλμοὺς παντὸς του̃ λαου̃ λέγων οὕτως εἰ̃πεν κύριος οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος ἀπὸ τραχήλων πάντων τω̃ν ἐθνω̃ν καὶ ὤ̨χετο Ιερεμιας εἰς τὴν ὁδὸν αὐτου̃
12 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ συντρι̃ψαι Ανανιαν τοὺς κλοιοὺς ἀπὸ του̃ τραχήλου αὐτου̃ λέγων
13 βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων οὕτως εἰ̃πεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ' αὐτω̃ν κλοιοὺς σιδηρου̃ς
14 ὅτι οὕτως εἰ̃πεν κύριος ζυγὸν σιδηρου̃ν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τω̃ν ἐθνω̃ν ἐργάζεσθαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος
15 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ Ανανια οὐκ ἀπέσταλκέν σε κύριος καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν του̃τον ἐπ' ἀδίκω̨
16 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τη̃ς γη̃ς τούτω̨ τω̨̃ ἐνιαυτω̨̃ ἀποθανη̨̃
17 καὶ ἀπέθανεν ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 36
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).