Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 26

1 ...
2 τη̨̃ Αἰγύπτω̨ ἐπὶ δύναμιν Φαραω Νεχαω βασιλέως Αἰγύπτου ὃς ἠ̃ν ἐπὶ τω̨̃ ποταμω̨̃ Εὐφράτη̨ ἐν Χαρχαμις ὃν ἐπάταξε Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ Ιωακιμ βασιλέως Ιουδα
3 ἀναλάβετε ὅπλα καὶ ἀσπίδας καὶ προσαγάγετε εἰς πόλεμον
4 ἐπισάξατε τοὺς ἵππους ἐπίβητε οἱ ἱππει̃ς καὶ κατάστητε ἐν ται̃ς περικεφαλαίαις ὑμω̃ν προβάλετε τὰ δόρατα καὶ ἐνδύσασθε τοὺς θώρακας ὑμω̃ν
5 τί ὅτι αὐτοὶ πτοου̃νται καὶ ἀποχωρου̃σιν ὀπίσω διότι οἱ ἰσχυροὶ αὐτω̃ν κοπήσονται φυγη̨̃ ἔφυγον καὶ οὐκ ἀνέστρεψαν περιεχόμενοι κυκλόθεν λέγει κύριος
6 μὴ φευγέτω ὁ κου̃φος καὶ μὴ ἀνασω̨ζέσθω ὁ ἰσχυρός ἐπὶ βορρα̃ν τὰ παρὰ τὸν Εὐφράτην ἠσθένησαν πεπτώκασιν
7 τίς οὑ̃τος ὡς ποταμὸς ἀναβήσεται καὶ ὡς ποταμοὶ κυμαίνουσιν ὕδωρ
8 ὕδατα Αἰγύπτου ὡσεὶ ποταμὸς ἀναβήσεται καὶ εἰ̃πεν ἀναβήσομαι καὶ κατακαλύψω γη̃ν καὶ ἀπολω̃ κατοικου̃ντας ἐν αὐτη̨̃
9 ἐπίβητε ἐπὶ τοὺς ἵππους παρασκευάσατε τὰ ἅρματα ἐξέλθατε οἱ μαχηταὶ Αἰθιόπων καὶ Λίβυες καθωπλισμένοι ὅπλοις καὶ Λυδοί ἀνάβητε ἐντείνατε τόξον
10 καὶ ἡ ἡμέρα ἐκείνη κυρίω̨ τω̨̃ θεω̨̃ ἡμω̃ν ἡμέρα ἐκδικήσεως του̃ ἐκδικη̃σαι τοὺς ἐχθροὺς αὐτου̃ καὶ καταφάγεται ἡ μάχαιρα κυρίου καὶ ἐμπλησθήσεται καὶ μεθυσθήσεται ἀπὸ του̃ αἵματος αὐτω̃ν ὅτι θυσία τω̨̃ κυρίω̨ σαβαωθ ἀπὸ γη̃ς βορρα̃ ἐπὶ ποταμω̨̃ Εὐφράτη̨
11 ἀνάβηθι Γαλααδ καὶ λαβὲ ῥητίνην τη̨̃ παρθένω̨ θυγατρὶ Αἰγύπτου εἰς κενὸν ἐπλήθυνας ἰάματά σου ὠφέλεια οὐκ ἔστιν σοί
12 ἤκουσαν ἔθνη φωνήν σου καὶ τη̃ς κραυγη̃ς σου ἐπλήσθη ἡ γη̃ ὅτι μαχητὴς πρὸς μαχητὴν ἠσθένησεν ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφότεροι
13 ἃ ἐλάλησεν κύριος ἐν χειρὶ Ιερεμιου του̃ ἐλθει̃ν Ναβουχοδονοσορ τὸν βασιλέα Βαβυλω̃νος του̃ κόψαι τὴν γη̃ν Αἰγύπτου
14 ἀναγγείλατε εἰς Μάγδωλον καὶ παραγγείλατε εἰς Μέμφιν εἴπατε ἐπίστηθι καὶ ἑτοίμασον ὅτι κατέφαγεν μάχαιρα τὴν σμίλακά σου
15 διὰ τί ἔφυγεν ὁ 'Α̃πις ὁ μόσχος ὁ ἐκλεκτός σου οὐκ ἔμεινεν ὅτι κύριος παρέλυσεν αὐτόν
16 καὶ τὸ πλη̃θός σου ἠσθένησεν καὶ ἔπεσεν καὶ ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἐλάλει ἀναστω̃μεν καὶ ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμω̃ν εἰς τὴν πατρίδα ἡμω̃ν ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς
17 καλέσατε τὸ ὄνομα Φαραω Νεχαω βασιλέως Αἰγύπτου Σαων-εσβι-εμωηδ
18 ζω̃ ἐγώ λέγει κύριος ὁ θεός ὅτι ὡς τὸ 'Ιταβύριον ἐν τοι̃ς ὄρεσιν καὶ ὡς ὁ Κάρμηλος ἐν τη̨̃ θαλάσση̨ ἥξει
19 σκεύη ἀποικισμου̃ ποίησον σεαυτη̨̃ κατοικου̃σα θύγατερ Αἰγύπτου ὅτι Μέμφις εἰς ἀφανισμὸν ἔσται καὶ κληθήσεται οὐαὶ διὰ τὸ μὴ ὑπάρχειν κατοικου̃ντας ἐν αὐτη̨̃
20 δάμαλις κεκαλλωπισμένη Αἴγυπτος ἀπόσπασμα ἀπὸ βορρα̃ ἠ̃λθεν ἐπ' αὐτήν
21 καὶ οἱ μισθωτοὶ αὐτη̃ς ἐν αὐτη̨̃ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτη̨̃ διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν οὐκ ἔστησαν ὅτι ἡμέρα ἀπωλείας ἠ̃λθεν ἐπ' αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν
22 φωνὴ ὡς ὄφεως συρίζοντος ὅτι ἐν ἄμμω̨ πορεύσονται ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν ὡς κόπτοντες ξύλα
23 ἐκκόψουσιν τὸν δρυμὸν αὐτη̃ς λέγει κύριος ὁ θεός ὅτι οὐ μὴ εἰκασθη̨̃ ὅτι πληθύνει ὑπὲρ ἀκρίδα καὶ οὐκ ἔστιν αὐτοι̃ς ἀριθμός
24 κατη̨σχύνθη θυγάτηρ Αἰγύπτου παρεδόθη εἰς χει̃ρας λαου̃ ἀπὸ βορρα̃
25 ἰδοὺ ἐγὼ ἐκδικω̃ τὸν Αμων τὸν υἱὸν αὐτη̃ς ἐπὶ Φαραω καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτω̨̃
26 ...
27 σὺ δὲ μὴ φοβηθη̨̃ς δου̃λός μου Ιακωβ μηδὲ πτοηθη̨̃ς Ισραηλ διότι ἰδοὺ ἐγὼ σώ̨ζων σε μακρόθεν καὶ τὸ σπέρμα σου ἐκ τη̃ς αἰχμαλωσίας αὐτω̃ν καὶ ἀναστρέψει Ιακωβ καὶ ἡσυχάσει καὶ ὑπνώσει καὶ οὐκ ἔσται ὁ παρενοχλω̃ν αὐτόν
28 μὴ φοβου̃ παι̃ς μου Ιακωβ λέγει κύριος ὅτι μετὰ σου̃ ἐγώ εἰμι ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει εἰς οὓς ἐξω̃σά σε ἐκει̃ σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπει̃ν καὶ παιδεύσω σε εἰς κρίμα καὶ ἀθω̨̃ον οὐκ ἀθω̨ώσω σε

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 27

1 λόγος κυρίου ὃν ἐλάλησεν ἐπὶ Βαβυλω̃να
2 ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατη̨σχύνθη Βη̃λος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ
3 ὅτι ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βορρα̃ οὑ̃τος θήσει τὴν γη̃ν αὐτη̃ς εἰς ἀφανισμόν καὶ οὐκ ἔσται ὁ κατοικω̃ν ἐν αὐτη̨̃ ἀπὸ ἀνθρώπου καὶ ἕως κτήνους
4 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ἥξουσιν οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ υἱοὶ Ιουδα ἐπὶ τὸ αὐτό βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν κύριον θεὸν αὐτω̃ν ζητου̃ντες
5 ἕως Σιων ἐρωτήσουσιν τὴν ὁδόν ὡ̃δε γὰρ τὸ πρόσωπον αὐτω̃ν δώσουσιν καὶ ἥξουσιν καὶ καταφεύξονται πρὸς κύριον τὸν θεόν διαθήκη γὰρ αἰώνιος οὐκ ἐπιλησθήσεται
6 πρόβατα ἀπολωλότα ἐγενήθη ὁ λαός μου οἱ ποιμένες αὐτω̃ν ἐξω̃σαν αὐτούς ἐπὶ τὰ ὄρη ἀπεπλάνησαν αὐτούς ἐξ ὄρους ἐπὶ βουνὸν ὤ̨χοντο ἐπελάθοντο κοίτης αὐτω̃ν
7 πάντες οἱ εὑρίσκοντες αὐτοὺς κατανάλισκον αὐτούς οἱ ἐχθροὶ αὐτω̃ν εἰ̃παν μὴ ἀνω̃μεν αὐτούς ἀνθ' ὡ̃ν ἥμαρτον τω̨̃ κυρίω̨ νομη̨̃ δικαιοσύνης τω̨̃ συναγαγόντι τοὺς πατέρας αὐτω̃ν
8 ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀπὸ γη̃ς Χαλδαίων καὶ ἐξέλθατε καὶ γένεσθε ὥσπερ δράκοντες κατὰ πρόσωπον προβάτων
9 ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλω̃να συναγωγὰς ἐθνω̃ν ἐκ γη̃ς βορρα̃ καὶ παρατάξονται αὐτη̨̃ ἐκει̃θεν ἁλώσεται ὡς βολὶς μαχητου̃ συνετου̃ οὐκ ἐπιστρέψει κενή
10 καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται
11 ὅτι ηὐφραίνεσθε καὶ κατεκαυχα̃σθε διαρπάζοντες τὴν κληρονομίαν μου διότι ἐσκιρτα̃τε ὡς βοΐδια ἐν βοτάνη̨ καὶ ἐκερατίζετε ὡς ταυ̃ροι
12 ἠ̨σχύνθη ἡ μήτηρ ὑμω̃ν σφόδρα μήτηρ ἐπ' ἀγαθὰ ἐσχάτη ἐθνω̃ν ἔρημος
13 ἀπὸ ὀργη̃ς κυρίου οὐ κατοικηθήσεται καὶ ἔσται εἰς ἀφανισμὸν πα̃σα καὶ πα̃ς ὁ διοδεύων διὰ Βαβυλω̃νος σκυθρωπάσει καὶ συριου̃σιν ἐπὶ πα̃σαν τὴν πληγὴν αὐτη̃ς
14 παρατάξασθε ἐπὶ Βαβυλω̃να κύκλω̨ πάντες τείνοντες τόξον τοξεύσατε ἐπ' αὐτήν μὴ φείσησθε ἐπὶ τοι̃ς τοξεύμασιν ὑμω̃ν
15 κατακροτήσατε ἐπ' αὐτήν παρελύθησαν αἱ χει̃ρες αὐτη̃ς ἔπεσαν αἱ ἐπάλξεις αὐτη̃ς καὶ κατεσκάφη τὸ τει̃χος αὐτη̃ς ὅτι ἐκδίκησις παρὰ θεου̃ ἐστιν ἐκδικει̃τε ἐπ' αὐτήν καθὼς ἐποίησεν ποιήσατε αὐτη̨̃
16 ἐξολεθρεύσατε σπέρμα ἐκ Βαβυλω̃νος κατέχοντα δρέπανον ἐν καιρω̨̃ θερισμου̃ ἀπὸ προσώπου μαχαίρας 'Ελληνικη̃ς ἕκαστος εἰς τὸν λαὸν αὐτου̃ ἀποστρέψουσιν καὶ ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ φεύξεται
17 πρόβατον πλανώμενον Ισραηλ λέοντες ἐξω̃σαν αὐτόν ὁ πρω̃τος ἔφαγεν αὐτὸν βασιλεὺς Ασσουρ καὶ οὑ̃τος ὕστερον τὰ ὀστα̃ αὐτου̃ βασιλεὺς Βαβυλω̃νος
18 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐκδικω̃ ἐπὶ τὸν βασιλέα Βαβυλω̃νος καὶ ἐπὶ τὴν γη̃ν αὐτου̃ καθὼς ἐξεδίκησα ἐπὶ τὸν βασιλέα Ασσουρ
19 καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτου̃ καὶ νεμήσεται ἐν τω̨̃ Καρμήλω̨ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τω̨̃ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτου̃
20 ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ ζητήσουσιν τὴν ἀδικίαν Ισραηλ καὶ οὐχ ὑπάρξει καὶ τὰς ἁμαρτίας Ιουδα καὶ οὐ μὴ εὑρεθω̃σιν ὅτι ἵλεως ἔσομαι τοι̃ς ὑπολελειμμένοις ἐπὶ τη̃ς γη̃ς λέγει κύριος
21 πικρω̃ς ἐπίβηθι ἐπ' αὐτὴν καὶ ἐπὶ τοὺς κατοικου̃ντας ἐπ' αὐτήν ἐκδίκησον μάχαιρα καὶ ἀφάνισον λέγει κύριος καὶ ποίει κατὰ πάντα ὅσα ἐντέλλομαί σοι
22 φωνὴ πολέμου καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων
23 πω̃ς συνεκλάσθη καὶ συνετρίβη ἡ σφυ̃ρα πάσης τη̃ς γη̃ς πω̃ς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν
24 ἐπιθήσονταί σοι καὶ ἁλώση̨ ὠ̃ Βαβυλών καὶ οὐ γνώση̨ εὑρέθης καὶ ἐλήμφθης ὅτι τω̨̃ κυρίω̨ ἀντέστης
25 ἤνοιξεν κύριος τὸν θησαυρὸν αὐτου̃ καὶ ἐξήνεγκεν τὰ σκεύη ὀργη̃ς αὐτου̃ ὅτι ἔργον τω̨̃ κυρίω̨ θεω̨̃ ἐν γη̨̃ Χαλδαίων
26 ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτη̃ς ἀνοίξατε τὰς ἀποθήκας αὐτη̃ς ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον καὶ ἐξολεθρεύσατε αὐτήν μὴ γενέσθω αὐτη̃ς κατάλειμμα
27 ἀναξηράνατε αὐτη̃ς πάντας τοὺς καρπούς καὶ καταβήτωσαν εἰς σφαγήν οὐαὶ αὐτοι̃ς ὅτι ἥκει ἡ ἡμέρα αὐτω̃ν καὶ καιρὸς ἐκδικήσεως αὐτω̃ν
28 φωνὴ φευγόντων καὶ ἀνασω̨ζομένων ἐκ γη̃ς Βαβυλω̃νος του̃ ἀναγγει̃λαι εἰς Σιων τὴν ἐκδίκησιν παρὰ κυρίου θεου̃ ἡμω̃ν
29 παραγγείλατε ἐπὶ Βαβυλω̃να πολλοι̃ς παντὶ ἐντείνοντι τόξον παρεμβάλετε ἐπ' αὐτὴν κυκλόθεν μὴ ἔστω αὐτη̃ς ἀνασω̨ζόμενος ἀνταπόδοτε αὐτη̨̃ κατὰ τὰ ἔργα αὐτη̃ς κατὰ πάντα ὅσα ἐποίησεν ποιήσατε αὐτη̨̃ ὅτι πρὸς τὸν κύριον ἀντέστη θεὸν ἅγιον του̃ Ισραηλ
30 διὰ του̃το πεσου̃νται οἱ νεανίσκοι αὐτη̃ς ἐν ται̃ς πλατείαις αὐτη̃ς καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ αὐτη̃ς ῥιφήσονται εἰ̃πεν κύριος
31 ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν λέγει κύριος ὅτι ἥκει ἡ ἡμέρα σου καὶ ὁ καιρὸς ἐκδικήσεώς σου
32 καὶ ἀσθενήσει ἡ ὕβρις σου καὶ πεσει̃ται καὶ οὐκ ἔσται ὁ ἀνιστω̃ν αὐτήν καὶ ἀνάψω πυ̃ρ ἐν τω̨̃ δρυμω̨̃ αὐτη̃ς καὶ καταφάγεται πάντα τὰ κύκλω̨ αὐτη̃ς
33 τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστει̃λαι αὐτούς
34 καὶ ὁ λυτρούμενος αὐτοὺς ἰσχυρός κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃ κρίσιν κρινει̃ πρὸς τοὺς ἀντιδίκους αὐτου̃ ὅπως ἐξάρη̨ τὴν γη̃ν καὶ παροξυνει̃ τοι̃ς κατοικου̃σι Βαβυλω̃να
35 μάχαιραν ἐπὶ τοὺς Χαλδαίους καὶ ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να καὶ ἐπὶ τοὺς μεγιστα̃νας αὐτη̃ς καὶ ἐπὶ τοὺς συνετοὺς αὐτη̃ς
36 μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτη̃ς καὶ παραλυθήσονται
37 μάχαιραν ἐπὶ τοὺς ἵππους αὐτω̃ν καὶ ἐπὶ τὰ ἅρματα αὐτω̃ν μάχαιραν ἐπὶ τοὺς μαχητὰς αὐτω̃ν καὶ ἐπὶ τὸν σύμμικτον τὸν ἐν μέσω̨ αὐτη̃ς καὶ ἔσονται ὡσεὶ γυναι̃κες μάχαιραν ἐπὶ τοὺς θησαυροὺς αὐτη̃ς καὶ διασκορπισθήσονται
38 ἐπὶ τω̨̃ ὕδατι αὐτη̃ς ἐπεποίθει καὶ καταισχυνθήσονται ὅτι γη̃ τω̃ν γλυπτω̃ν ἐστιν καὶ ἐν ται̃ς νήσοις οὑ̃ κατεκαυχω̃ντο
39 διὰ του̃το κατοικήσουσιν ἰνδάλματα ἐν ται̃ς νήσοις καὶ κατοικήσουσιν ἐν αὐτη̨̃ θυγατέρες σειρήνων οὐ μὴ κατοικηθη̨̃ οὐκέτι εἰς τὸν αἰω̃να
40 καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ τὰς ὁμορούσας αὐται̃ς εἰ̃πεν κύριος οὐ μὴ κατοικήση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ παροικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
41 ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρα̃ καὶ ἔθνος μέγα καὶ βασιλει̃ς πολλοὶ ἐξεγερθήσονται ἀπ' ἐσχάτου τη̃ς γη̃ς
42 τόξον καὶ ἐγχειρίδιον ἔχοντες ἰταμός ἐστιν καὶ οὐ μὴ ἐλεήση̨ φωνὴ αὐτω̃ν ὡς θάλασσα ἠχήσει ἐφ' ἵπποις ἱππάσονται παρεσκευασμένοι ὥσπερ πυ̃ρ εἰς πόλεμον πρὸς σέ θύγατερ Βαβυλω̃νος
43 ἤκουσεν βασιλεὺς Βαβυλω̃νος τὴν ἀκοὴν αὐτω̃ν καὶ παρελύθησαν αἱ χει̃ρες αὐτου̃ θλι̃ψις κατεκράτησεν αὐτου̃ ὠδι̃νες ὡς τικτούσης
44 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἀπὸ του̃ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχέως ἐκδιώξω αὐτοὺς ἀπ' αὐτη̃ς καὶ πάντα νεανίσκον ἐπ' αὐτὴν ἐπιστήσω ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὑ̃τος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
45 διὰ του̃το ἀκούσατε τὴν βουλὴν κυρίου ἣν βεβούλευται ἐπὶ Βαβυλω̃να καὶ λογισμοὺς αὐτου̃ οὓς ἐλογίσατο ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐὰν μὴ διαφθαρη̨̃ τὰ ἀρνία τω̃ν προβάτων αὐτω̃ν ἐὰν μὴ ἀφανισθη̨̃ νομὴ ἀπ' αὐτω̃ν
46 ὅτι ἀπὸ φωνη̃ς ἁλώσεως Βαβυλω̃νος σεισθήσεται ἡ γη̃ καὶ κραυγὴ ἐν ἔθνεσιν ἀκουσθήσεται

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 28

1 τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλω̃να καὶ ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἄνεμον καύσωνα διαφθείροντα
2 καὶ ἐξαποστελω̃ εἰς Βαβυλω̃να ὑβριστάς καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανου̃νται τὴν γη̃ν αὐτη̃ς οὐαὶ ἐπὶ Βαβυλω̃να κυκλόθεν ἐν ἡμέρα̨ κακώσεως αὐτη̃ς
3 ἐπ' αὐτὴν τεινέτω ὁ τείνων τὸ τόξον αὐτου̃ καὶ περιθέσθω ὡ̨̃ ἐστιν ὅπλα αὐτω̨̃ καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτη̃ς καὶ ἀφανίσατε πα̃σαν τὴν δύναμιν αὐτη̃ς
4 καὶ πεσου̃νται τραυματίαι ἐν γη̨̃ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτη̃ς
5 διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεου̃ αὐτω̃ν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γη̃ αὐτω̃ν ἐπλήσθη ἀδικίας ἀπὸ τω̃ν ἁγίων Ισραηλ
6 φεύγετε ἐκ μέσου Βαβυλω̃νος καὶ ἀνασώ̨ζετε ἕκαστος τὴν ψυχὴν αὐτου̃ καὶ μὴ ἀπορριφη̃τε ἐν τη̨̃ ἀδικία̨ αὐτη̃ς ὅτι καιρὸς ἐκδικήσεως αὐτη̃ς ἐστιν παρὰ κυρίου ἀνταπόδομα αὐτὸς ἀνταποδίδωσιν αὐτη̨̃
7 ποτήριον χρυσου̃ν Βαβυλὼν ἐν χειρὶ κυρίου μεθύσκον πα̃σαν τὴν γη̃ν ἀπὸ του̃ οἴνου αὐτη̃ς ἐπίοσαν ἔθνη διὰ του̃το ἐσαλεύθησαν
8 καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη θρηνει̃τε αὐτήν λάβετε ῥητίνην τη̨̃ διαφθορα̨̃ αὐτη̃ς εἴ πως ἰαθήσεται
9 ἰατρεύσαμεν τὴν Βαβυλω̃να καὶ οὐκ ἰάθη ἐγκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γη̃ν αὐτου̃ ὅτι ἤγγισεν εἰς οὐρανὸν τὸ κρίμα αὐτη̃ς ἐξη̃ρεν ἕως τω̃ν ἄστρων
10 ἐξήνεγκεν κύριος τὸ κρίμα αὐτου̃ δευ̃τε καὶ ἀναγγείλωμεν εἰς Σιων τὰ ἔργα κυρίου θεου̃ ἡμω̃ν
11 παρασκευάζετε τὰ τοξεύματα πληρου̃τε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνευ̃μα βασιλέως Μήδων ὅτι εἰς Βαβυλω̃να ἡ ὀργὴ αὐτου̃ του̃ ἐξολεθρευ̃σαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαου̃ αὐτου̃ ἐστιν
12 ἐπὶ τειχέων Βαβυλω̃νος ἄρατε σημει̃ον ἐπιστήσατε φαρέτρας ἐγείρατε φυλακάς ἑτοιμάσατε ὅπλα ὅτι ἐνεχείρησεν καὶ ποιήσει κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικου̃ντας Βαβυλω̃να
13 κατασκηνου̃ντας ἐφ' ὕδασι πολλοι̃ς καὶ ἐπὶ πλήθει θησαυρω̃ν αὐτη̃ς ἥκει τὸ πέρας σου ἀληθω̃ς εἰς τὰ σπλάγχα σου
14 ὅτι ὤμοσεν κύριος κατὰ του̃ βραχίονος αὐτου̃ διότι πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων καὶ φθέγξονται ἐπὶ σὲ οἱ καταβαίνοντες
15 ποιω̃ν γη̃ν ἐν τη̨̃ ἰσχύι αὐτου̃ ἑτοιμάζων οἰκουμένην ἐν τη̨̃ σοφία̨ αὐτου̃ ἐν τη̨̃ συνέσει αὐτου̃ ἐξέτεινεν τὸν οὐρανόν
16 εἰς φωνὴν ἔθετο ἠ̃χος ὕδατος ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἀνήγαγεν νεφέλας ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φω̃ς ἐκ θησαυρω̃ν αὐτου̃
17 ἐμωράνθη πα̃ς ἄνθρωπος ἀπὸ γνώσεως κατη̨σχύνθη πα̃ς χρυσοχόος ἀπὸ τω̃ν γλυπτω̃ν αὐτου̃ ὅτι ψευδη̃ ἐχώνευσαν οὐκ ἔστιν πνευ̃μα ἐν αὐτοι̃ς
18 μάταιά ἐστιν ἔργα μεμωκημένα ἐν καιρω̨̃ ἐπισκέψεως αὐτω̃ν ἀπολου̃νται
19 οὐ τοιαύτη μερὶς τω̨̃ Ιακωβ ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστιν κληρονομία αὐτου̃ κύριος ὄνομα αὐτω̨̃
20 διασκορπίζεις σύ μοι σκεύη πολέμου καὶ διασκορπιω̃ ἐν σοὶ ἔθνη καὶ ἐξαρω̃ ἐκ σου̃ βασιλει̃ς
21 καὶ διασκορπιω̃ ἐν σοὶ ἵππον καὶ ἀναβάτην αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτω̃ν
22 καὶ διασκορπιω̃ ἐν σοὶ νεανίσκον καὶ παρθένον καὶ διασκορπιω̃ ἐν σοὶ ἄνδρα καὶ γυναι̃κα
23 καὶ διασκορπιω̃ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτου̃ καὶ διασκορπιω̃ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου
24 καὶ ἀνταποδώσω τη̨̃ Βαβυλω̃νι καὶ πα̃σι τοι̃ς κατοικου̃σι Χαλδαίοις πάσας τὰς κακίας αὐτω̃ν ἃς ἐποίησαν ἐπὶ Σιων κατ' ὀφθαλμοὺς ὑμω̃ν λέγει κύριος
25 ἰδοὺ ἐγὼ πρὸς σέ τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθει̃ρον πα̃σαν τὴν γη̃ν καὶ ἐκτενω̃ τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ κατακυλιω̃ σε ἀπὸ τω̃ν πετρω̃ν καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον
26 καὶ οὐ μὴ λάβωσιν ἀπὸ σου̃ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰω̃να ἔση̨ λέγει κύριος
27 ἄρατε σημει̃ον ἐπὶ τη̃ς γη̃ς σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη παραγγείλατε ἐπ' αὐτὴν βασιλείαις Αραρατ παρ' ἐμου̃ καὶ τοι̃ς Ασχαναζαίοις ἐπιστήσατε ἐπ' αὐτὴν βελοστάσεις ἀναβιβάσατε ἐπ' αὐτὴν ἵππον ὡς ἀκρίδων πλη̃θος
28 ἁγιάσατε ἐπ' αὐτὴν ἔθνη τὸν βασιλέα τω̃ν Μήδων καὶ πάσης τη̃ς γη̃ς τοὺς ἡγουμένους αὐτου̃ καὶ πάντας τοὺς στρατηγοὺς αὐτου̃
29 ἐσείσθη ἡ γη̃ καὶ ἐπόνεσεν διότι ἐξανέστη ἐπὶ Βαβυλω̃να λογισμὸς κυρίου του̃ θει̃ναι τὴν γη̃ν Βαβυλω̃νος εἰς ἀφανισμὸν καὶ μὴ κατοικει̃σθαι αὐτήν
30 ἐξέλιπεν μαχητὴς Βαβυλω̃νος του̃ πολεμει̃ν καθήσονται ἐκει̃ ἐν περιοχη̨̃ ἐθραύσθη ἡ δυναστεία αὐτω̃ν ἐγενήθησαν ὡσεὶ γυναι̃κες ἐνεπυρίσθη τὰ σκηνώματα αὐτη̃ς συνετρίβησαν οἱ μοχλοὶ αὐτη̃ς
31 διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος του̃ ἀναγγει̃λαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος ὅτι ἑάλωκεν ἡ πόλις αὐτου̃
32 ἀπ' ἐσχάτου τω̃ν διαβάσεων αὐτου̃ ἐλήμφθησαν καὶ τὰ συστέματα αὐτω̃ν ἐνέπρησαν ἐν πυρί καὶ ἄνδρες αὐτου̃ οἱ πολεμισταὶ ἐξέρχονται
33 διότι τάδε λέγει κύριος οἰ̃κοι βασιλέως Βαβυλω̃νος ὡς ἅλων ὥριμος ἀλοηθήσονται ἔτι μικρὸν καὶ ἥξει ὁ ἄμητος αὐτη̃ς
34 κατέφαγέν με ἐμερίσατό με κατέλαβέν με σκευ̃ος λεπτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος κατέπιέν με ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτου̃ ἀπὸ τη̃ς τρυφη̃ς μου ἐξω̃σέν με
35 οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλω̃να ἐρει̃ κατοικου̃σα Σιων καὶ τὸ αἱ̃μά μου ἐπὶ τοὺς κατοικου̃ντας Χαλδαίους ἐρει̃ Ιερουσαλημ
36 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ἐγὼ κρινω̃ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου καὶ ἐρημώσω τὴν θάλασσαν αὐτη̃ς καὶ ξηρανω̃ τὴν πηγὴν αὐτη̃ς
37 καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμὸν καὶ οὐ κατοικηθήσεται
38 ἅμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων
39 ἐν τη̨̃ θερμασία̨ αὐτω̃ν δώσω πότημα αὐτοι̃ς καὶ μεθύσω αὐτούς ὅπως καρωθω̃σιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθω̃σι λέγει κύριος
40 καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετ' ἐρίφων
41 πω̃ς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τη̃ς γη̃ς πω̃ς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοι̃ς ἔθνεσιν
42 ἀνέβη ἐπὶ Βαβυλω̃να ἡ θάλασσα ἐν ἤχω̨ κυμάτων αὐτη̃ς καὶ κατεκαλύφθη
43 ἐγενήθησαν αἱ πόλεις αὐτη̃ς γη̃ ἄνυδρος καὶ ἄβατος οὐ κατοικήσει ἐν αὐτη̨̃ οὐδὲ εἱ̃ς οὐδὲ μὴ καταλύση̨ ἐν αὐτη̨̃ υἱὸς ἀνθρώπου
44 καὶ ἐκδικήσω ἐπὶ Βαβυλω̃να καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ του̃ στόματος αὐτη̃ς καὶ οὐ μὴ συναχθω̃σιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη
45 ...
46 ...
47 ...
48 ...
49 καὶ ἐν Βαβυλω̃νι πεσου̃νται τραυματίαι πάσης τη̃ς γη̃ς
50 ἀνασω̨ζόμενοι ἐκ γη̃ς πορεύεσθε καὶ μὴ ἵστασθε οἱ μακρόθεν μνήσθητε του̃ κυρίου καὶ Ιερουσαλημ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμω̃ν
51 ἠ̨σχύνθημεν ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμω̃ν κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμω̃ν εἰση̃λθον ἀλλογενει̃ς εἰς τὰ ἅγια ἡμω̃ν εἰς οἰ̃κον κυρίου
52 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτη̃ς καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτη̃ς πεσου̃νται τραυματίαι
53 ὅτι ἐὰν ἀναβη̨̃ Βαβυλὼν ὡς ὁ οὐρανὸς καὶ ὅτι ἐὰν ὀχυρώση̨ ὕψος ἰσχύος αὐτη̃ς παρ' ἐμου̃ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν λέγει κύριος
54 φωνὴ κραυγη̃ς ἐν Βαβυλω̃νι καὶ συντριβὴ μεγάλη ἐν γη̨̃ Χαλδαίων
55 ὅτι ἐξωλέθρευσεν κύριος τὴν Βαβυλω̃να καὶ ἀπώλεσεν ἀπ' αὐτη̃ς φωνὴν μεγάλην ἠχου̃σαν ὡς ὕδατα πολλά ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτη̃ς
56 ὅτι ἠ̃λθεν ἐπὶ Βαβυλω̃να ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτη̃ς ἐπτόηται τὸ τόξον αὐτω̃ν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοι̃ς κύριος ἀνταποδίδωσιν αὐτη̨̃ τὴν ἀνταπόδοσιν
57 καὶ μεθύσει μέθη̨ τοὺς ἡγεμόνας αὐτη̃ς καὶ τοὺς σοφοὺς αὐτη̃ς καὶ τοὺς στρατηγοὺς αὐτη̃ς λέγει ὁ βασιλεύς κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃
58 τάδε λέγει κύριος τει̃χος Βαβυλω̃νος ἐπλατύνθη κατασκαπτόμενον κατασκαφήσεται καὶ αἱ πύλαι αὐτη̃ς αἱ ὑψηλαὶ ἐμπυρισθήσονται καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν καὶ ἔθνη ἐν ἀρχη̨̃ ἐκλείψουσιν
59 ὁ λόγος ὃν ἐνετείλατο κύριος Ιερεμια τω̨̃ προφήτη̨ εἰπει̃ν τω̨̃ Σαραια υἱω̨̃ Νηριου υἱου̃ Μαασαιου ὅτε ἐπορεύετο παρὰ Σεδεκιου βασιλέως Ιουδα εἰς Βαβυλω̃να ἐν τω̨̃ ἔτει τω̨̃ τετάρτω̨ τη̃ς βασιλείας αὐτου̃ καὶ Σαραιας ἄρχων δώρων
60 καὶ ἔγραψεν Ιερεμιας πάντα τὰ κακά ἃ ἥξει ἐπὶ Βαβυλω̃να ἐν βιβλίω̨ ἑνί πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλω̃να
61 καὶ εἰ̃πεν Ιερεμιας πρὸς Σαραιαν ὅταν ἔλθη̨ς εἰς Βαβυλω̃να καὶ ὄψη̨ καὶ ἀναγνώση̨ πάντας τοὺς λόγους τούτους
62 καὶ ἐρει̃ς κύριε κύριε σὺ ἐλάλησας ἐπὶ τὸν τόπον του̃τον του̃ ἐξολεθρευ̃σαι αὐτὸν καὶ του̃ μὴ εἰ̃ναι ἐν αὐτω̨̃ κατοικου̃ντας ἀπὸ ἀνθρώπου ἕως κτήνους ὅτι ἀφανισμὸς εἰς τὸν αἰω̃να ἔσται
63 καὶ ἔσται ὅταν παύση̨ του̃ ἀναγινώσκειν τὸ βιβλίον του̃το καὶ ἐπιδήσεις ἐπ' αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον του̃ Εὐφράτου
64 καὶ ἐρει̃ς οὕτως καταδύσεται Βαβυλὼν καὶ οὐ μὴ ἀναστη̨̃ ἀπὸ προσώπου τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ ἐπάγω ἐπ' αὐτήν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 29

1 ἐπὶ τοὺς ἀλλοφύλους
2 τάδε λέγει κύριος ἰδοὺ ὕδατα ἀναβαίνει ἀπὸ βορρα̃ καὶ ἔσται εἰς χειμάρρουν κατακλύζοντα καὶ κατακλύσει γη̃ν καὶ τὸ πλήρωμα αὐτη̃ς πόλιν καὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ καὶ κεκράξονται οἱ ἄνθρωποι καὶ ἀλαλάξουσιν ἅπαντες οἱ κατοικου̃ντες τὴν γη̃ν
3 ἀπὸ φωνη̃ς ὁρμη̃ς αὐτου̃ ἀπὸ τω̃ν ὁπλω̃ν τω̃ν ποδω̃ν αὐτου̃ καὶ ἀπὸ σεισμου̃ τω̃ν ἁρμάτων αὐτου̃ ἤχου τροχω̃ν αὐτου̃ οὐκ ἐπέστρεψαν πατέρες ἐφ' υἱοὺς αὐτω̃ν ἀπὸ ἐκλύσεως χειρω̃ν αὐτω̃ν
4 ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἐρχομένη̨ του̃ ἀπολέσαι πάντας τοὺς ἀλλοφύλους καὶ ἀφανιω̃ τὴν Τύρον καὶ τὴν Σιδω̃να καὶ πάντας τοὺς καταλοίπους τη̃ς βοηθείας αὐτω̃ν ὅτι ἐξολεθρεύσει κύριος τοὺς καταλοίπους τω̃ν νήσων
5 ἥκει φαλάκρωμα ἐπὶ Γάζαν ἀπερρίφη 'Ασκαλὼν καὶ οἱ κατάλοιποι Ενακιμ ἕως τίνος κόψεις
6 ἡ μάχαιρα του̃ κυρίου ἕως τίνος οὐχ ἡσυχάσεις ἀποκατάστηθι εἰς τὸν κολεόν σου ἀνάπαυσαι καὶ ἐπάρθητι
7 πω̃ς ἡσυχάσει καὶ κύριος ἐνετείλατο αὐτη̨̃ ἐπὶ τὴν 'Ασκαλω̃να καὶ ἐπὶ τὰς παραθαλασσίους ἐπὶ τὰς καταλοίπους ἐπεγερθη̃ναι

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 30

1 τη̨̃ Ιδουμαία̨ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετω̃ν ὤχετο σοφία αὐτω̃ν
2 ἠπατήθη ὁ τόπος αὐτω̃ν βαθύνατε εἰς κάθισιν οἱ κατοικου̃ντες ἐν Δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ' αὐτὸν ἐν χρόνω̨ ὡ̨̃ ἐπεσκεψάμην ἐπ' αὐτόν
3 ὅτι τρυγηταὶ ἠ̃λθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χει̃ρα αὐτω̃ν
4 ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτω̃ν κρυβη̃ναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χει̃ρα ἀδελφου̃ αὐτου̃ καὶ γείτονος αὐτου̃ καὶ οὐκ ἔστιν
5 ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χη̃ραι ἐπ' ἐμὲ πεποίθασιν
6 ὅτι τάδε εἰ̃πεν κύριος οἱ̃ς οὐκ ἠ̃ν νόμος πιει̃ν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθω̨ωμένη οὐ μὴ ἀθω̨ωθη̨̃ς ὅτι πίνων πίεσαι
7 ὅτι κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔση̨ ἐν μέσω̨ αὐτη̃ς καὶ πα̃σαι αἱ πόλεις αὐτη̃ς ἔσονται ἔρημοι εἰς αἰω̃να
8 ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον
9 μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις
10 ἡ παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρω̃ν συνέλαβεν ἰσχὺν βουνου̃ ὑψηλου̃ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτου̃ ἐκει̃θεν καθελω̃ σε
11 καὶ ἔσται ἡ Ιδουμαία εἰς ἄβατον πα̃ς ὁ παραπορευόμενος ἐπ' αὐτὴν συριει̃
12 ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτη̃ς εἰ̃πεν κύριος παντοκράτωρ οὐ μὴ καθίση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου του̃ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ' αὐτη̃ς καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὑ̃τος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
14 διὰ του̃το ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν καὶ λογισμὸν αὐτου̃ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικου̃ντας Θαιμαν ἐὰν μὴ συμψησθω̃σιν τὰ ἐλάχιστα τω̃ν προβάτων ἐὰν μὴ ἀβατωθη̨̃ ἐπ' αὐτὴν κατάλυσις αὐτω̃ν
15 ὅτι ἀπὸ φωνη̃ς πτώσεως αὐτω̃ν ἐσείσθη ἡ γη̃ καὶ κραυγή σου ἐν θαλάσση̨ ἠκούσθη
16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενει̃ τὰς πτέρυγας ἐπ' ὀχυρώματα αὐτη̃ς καὶ ἔσται ἡ καρδία τω̃ν ἰσχυρω̃ν τη̃ς Ιδουμαίας ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς καρδία γυναικὸς ὠδινούσης
17 τοι̃ς υἱοι̃ς Αμμων οὕτως εἰ̃πεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοι̃ς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ ὁ λαὸς αὐτω̃ν ἐν πόλεσιν αὐτω̃ν ἐνοικήσει
18 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιω̃ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτη̃ς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτου̃
19 ἀλάλαξον Εσεβων ὅτι ὤλετο Γαι κεκράξατε θυγατέρες Ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικία̨ βαδιει̃ται οἱ ἱερει̃ς αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ ἅμα
20 τί ἀγαλλιάση̨ ἐν τοι̃ς πεδίοις Ενακιμ θύγατερ ἰταμίας ἡ πεποιθυι̃α ἐπὶ θησαυροι̃ς αὐτη̃ς ἡ λέγουσα τίς εἰσελεύσεται ἐπ' ἐμέ
21 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἰ̃πεν κύριος ἀπὸ πάσης τη̃ς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτου̃ καὶ οὐκ ἔσται ὁ συνάγων
22 ...
23 τη̨̃ Κηδαρ βασιλίσση̨ τη̃ς αὐλη̃ς ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος οὕτως εἰ̃πεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ
24 σκηνὰς αὐτω̃ν καὶ πρόβατα αὐτω̃ν λήμψονται ἱμάτια αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ καμήλους αὐτω̃ν λήμψονται ἑαυτοι̃ς καὶ καλέσατε ἐπ' αὐτοὺς ἀπώλειαν κυκλόθεν
25 φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τη̨̃ αὐλη̨̃ ὅτι ἐβουλεύσατο ἐφ' ὑμα̃ς βασιλεὺς Βαβυλω̃νος βουλὴν καὶ ἐλογίσατο ἐφ' ὑμα̃ς λογισμόν
26 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ' ἔθνος εὐσταθου̃ν καθήμενον εἰς ἀναψυχήν οἱ̃ς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν
27 καὶ ἔσονται κάμηλοι αὐτω̃ν εἰς προνομὴν καὶ πλη̃θος κτηνω̃ν αὐτω̃ν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτω̃ν ἐκ παντὸς πέραν αὐτω̃ν οἴσω τὴν τροπὴν αὐτω̃ν εἰ̃πεν κύριος
28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθω̃ν καὶ ἄβατος ἕως αἰω̃νος οὐ μὴ καθίση̨ ἐκει̃ ἄνθρωπος καὶ οὐ μὴ κατοικήση̨ ἐκει̃ υἱὸς ἀνθρώπου
29 τη̨̃ Δαμασκω̨̃ κατη̨σχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται
30 ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτη̃ς
31 πω̃ς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν
32 διὰ του̃το πεσου̃νται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσου̃νται φησὶν κύριος
33 καὶ καύσω πυ̃ρ ἐν τείχει Δαμασκου̃ καὶ καταφάγεται ἄμφοδα υἱου̃ Αδερ

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 31

1 τη̨̃ Μωαβ οὕτως εἰ̃πεν κύριος οὐαὶ ἐπὶ Ναβαυ ὅτι ὤλετο ἐλήμφθη Καριαθαιμ ἠ̨σχύνθη Αμαθ καὶ ἡττήθη
2 οὐκ ἔστιν ἔτι ἰατρεία Μωαβ ἀγαυρίαμα ἐν Εσεβων ἐλογίσαντο ἐπ' αὐτὴν κακά ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους καὶ παυ̃σιν παύσεται ὄπισθέν σου βαδιει̃ται μάχαιρα
3 ὅτι φωνὴ κεκραγότων ἐξ Ωρωναιμ ὄλεθρος καὶ σύντριμμα μέγα
4 συνετρίβη Μωαβ ἀναγγείλατε εἰς Ζογορα
5 ὅτι ἐπλήσθη Αλαωθ ἐν κλαυθμω̨̃ ἀναβήσεται κλαίων ἐν ὁδω̨̃ Ωρωναιμ κραυγὴν συντρίμματος ἠκούσατε
6 φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμω̃ν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμω̨
7 ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου καὶ σὺ συλλημφθήση̨ καὶ ἐξελεύσεται Χαμως ἐν ἀποικία̨ οἱ ἱερει̃ς αὐτου̃ καὶ οἱ ἄρχοντες αὐτου̃ ἅμα
8 καὶ ἥξει ὄλεθρος ἐπὶ πα̃σαν πόλιν καὶ πόλις οὐ μὴ σωθη̨̃ καὶ ἀπολει̃ται ὁ αὐλών καὶ ἐξολεθρευθήσεται ἡ πεδινή καθὼς εἰ̃πεν κύριος
9 δότε σημει̃α τη̨̃ Μωαβ ὅτι ἁφη̨̃ ἀναφθήσεται καὶ πα̃σαι αἱ πόλεις αὐτη̃ς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτη̨̃
10 ἐπικατάρατος ὁ ποιω̃ν τὰ ἔργα κυρίου ἀμελω̃ς ἐξαίρων μάχαιραν αὐτου̃ ἀφ' αἵματος
11 ἀνεπαύσατο Μωαβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἠ̃ν ἐπὶ τη̨̃ δόξη̨ αὐτου̃ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγει̃ον καὶ εἰς ἀποικισμὸν οὐκ ὤ̨χετο διὰ του̃το ἔστη γευ̃μα αὐτου̃ ἐν αὐτω̨̃ καὶ ὀσμὴ αὐτου̃ οὐκ ἐξέλιπεν
12 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστελω̃ αὐτω̨̃ κλίνοντας καὶ κλινου̃σιν αὐτὸν καὶ τὰ σκεύη αὐτου̃ λεπτυνου̃σιν καὶ τὰ κέρατα αὐτου̃ συγκόψουσιν
13 καὶ καταισχυνθήσεται Μωαβ ἀπὸ Χαμως ὥσπερ κατη̨σχύνθη οἰ̃κος Ισραηλ ἀπὸ Βαιθηλ ἐλπίδος αὐτω̃ν πεποιθότες ἐπ' αὐτοι̃ς
14 πω̃ς ἐρει̃τε ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά
15 ὤλετο Μωαβ πόλις αὐτου̃ καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτου̃ κατέβησαν εἰς σφαγήν
16 ἐγγὺς ἡμέρα Μωαβ ἐλθει̃ν καὶ πονηρία αὐτου̃ ταχει̃α σφόδρα
17 κινήσατε αὐτω̨̃ πάντες κυκλόθεν αὐτου̃ πάντες εἰδότες ὄνομα αὐτου̃ εἴπατε πω̃ς συνετρίβη βακτηρία εὐκλεής ῥάβδος μεγαλώματος
18 κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασία̨ καθημένη Δαιβων ἐκτρίβητε ὅτι ὤλετο Μωαβ ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου
19 ἐφ' ὁδου̃ στη̃θι καὶ ἔπιδε καθημένη ἐν Αροηρ καὶ ἐρώτησον φεύγοντα καὶ σω̨ζόμενον καὶ εἰπόν τί ἐγένετο
20 κατη̨σχύνθη Μωαβ ὅτι συνετρίβη ὀλόλυξον καὶ κέκραξον ἀνάγγειλον ἐν Αρνων ὅτι ὤλετο Μωαβ
21 καὶ κρίσις ἔρχεται εἰς γη̃ν του̃ Μισωρ ἐπὶ Χαιλων καὶ ἐπὶ Ιασσα καὶ ἐπὶ Μωφαθ
22 καὶ ἐπὶ Δαιβων καὶ ἐπὶ Ναβαυ καὶ ἐπ' οἰ̃κον Δεβλαθαιμ
23 καὶ ἐπὶ Καριαθαιμ καὶ ἐπ' οἰ̃κον Γαμωλ καὶ ἐπ' οἰ̃κον Μαων
24 καὶ ἐπὶ Καριωθ καὶ ἐπὶ Βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις Μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς
25 κατεάχθη κέρας Μωαβ καὶ τὸ ἐπίχειρον αὐτου̃ συνετρίβη
26 μεθύσατε αὐτόν ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη καὶ ἐπικρούσει Μωαβ ἐν χειρὶ αὐτου̃ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός
27 καὶ εἰ μὴ εἰς γελοιασμὸν ἠ̃ν σοι Ισραηλ εἰ ἐν κλοπαι̃ς σου εὑρέθη ὅτι ἐπολέμεις αὐτόν
28 κατέλιπον τὰς πόλεις καὶ ὤ̨κησαν ἐν πέτραις οἱ κατοικου̃ντες Μωαβ ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου
29 ἤκουσα ὕβριν Μωαβ ὕβρισεν λίαν ὕβριν αὐτου̃ καὶ ὑπερηφανίαν αὐτου̃ καὶ ὑψώθη ἡ καρδία αὐτου̃
30 ἐγὼ δὲ ἔγνων ἔργα αὐτου̃ οὐχὶ τὸ ἱκανὸν αὐτου̃ οὐχ οὕτως ἐποίησεν
31 διὰ του̃το ἐπὶ Μωαβ ὀλολύζετε πάντοθεν βοήσατε ἐπ' ἄνδρας Κιραδας αὐχμου̃
32 ὡς κλαυθμὸν Ιαζηρ ἀποκλαύσομαί σοι ἄμπελος Σεβημα κλήματά σου διη̃λθεν θάλασσαν Ιαζηρ ἥψαντο ἐπὶ ὀπώραν σου ἐπὶ τρυγηται̃ς σου ὄλεθρος ἐπέπεσεν
33 συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τη̃ς Μωαβίτιδος καὶ οἰ̃νος ἠ̃ν ἐπὶ ληνοι̃ς σου πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης οὐκ ἐποίησαν αιδαδ
34 ἀπὸ κραυγη̃ς Εσεβων ἕως Ελεαλη αἱ πόλεις αὐτω̃ν ἔδωκαν φωνὴν αὐτω̃ν ἀπὸ Ζογορ ἕως Ωρωναιμ καὶ Αγλαθ-σαλισια ὅτι καὶ τὸ ὕδωρ Νεβριμ εἰς κατάκαυμα ἔσται
35 καὶ ἀπολω̃ τὸν Μωαβ φησὶν κύριος ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιω̃ντα θεοι̃ς αὐτου̃
36 διὰ του̃το καρδία μου Μωαβ ὥσπερ αὐλοὶ βομβήσουσιν καρδία μου ἐπ' ἀνθρώπους Κιραδας ὥσπερ αὐλὸς βομβήσει διὰ του̃το ἃ περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου
37 πα̃σαν κεφαλὴν ἐν παντὶ τόπω̨ ξυρήσονται καὶ πα̃ς πώγων ξυρηθήσεται καὶ πα̃σαι χει̃ρες κόψονται καὶ ἐπὶ πάσης ὀσφύος σάκκος
38 καὶ ἐπὶ πάντων τω̃ν δωμάτων Μωαβ καὶ ἐπὶ πλατείαις αὐτη̃ς ὅτι συνέτριψα τὸν Μωαβ φησὶν κύριος ὡς ἀγγει̃ον οὑ̃ οὐκ ἔστιν χρεία αὐτου̃
39 πω̃ς κατήλλαξεν πω̃ς ἔστρεψεν νω̃τον Μωαβ ἠ̨σχύνθη καὶ ἐγένετο Μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πα̃σιν τοι̃ς κύκλω̨ αὐτη̃ς
40 ὅτι οὕτως εἰ̃πεν κύριος
41 ἐλήμφθη Ακκαριωθ καὶ τὰ ὀχυρώματα συνελήμφθη
42 καὶ ἀπολει̃ται Μωαβ ἀπὸ ὄχλου ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη
43 παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί καθήμενος Μωαβ
44 ὁ φεύγων ἀπὸ προσώπου του̃ φόβου ἐμπεσει̃ται εἰς τὸν βόθυνον καὶ ὁ ἀναβαίνων ἐκ του̃ βοθύνου συλλημφθήσεται ἐν τη̨̃ παγίδι ὅτι ἐπάξω ταυ̃τα ἐπὶ Μωαβ ἐν ἐνιαυτω̨̃ ἐπισκέψεως αὐτη̃ς

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 32

1 ...
2 ...
3 ...
4 ...
5 ...
6 ...
7 ...
8 ...
9 ...
10 ...
11 ...
12 ...
13 ὅσα ἐπροφήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔθνη
14 ...
15 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λαβὲ τὸ ποτήριον του̃ οἴνου του̃ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιει̃ς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς
16 καὶ πίονται καὶ ἐξεμου̃νται καὶ μανήσονται ἀπὸ προσώπου τη̃ς μαχαίρας ἡ̃ς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτω̃ν
17 καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔθνη πρὸς ἃ ἀπέστειλέν με κύριος ἐπ' αὐτά
18 τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα καὶ βασιλει̃ς Ιουδα καὶ ἄρχοντας αὐτου̃ του̃ θει̃ναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν
19 καὶ τὸν Φαραω βασιλέα Αἰγύπτου καὶ τοὺς παι̃δας αὐτου̃ καὶ τοὺς μεγιστα̃νας αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃
20 καὶ πάντας τοὺς συμμίκτους αὐτου̃ καὶ πάντας τοὺς βασιλει̃ς ἀλλοφύλων τὴν 'Ασκαλω̃να καὶ τὴν Γάζαν καὶ τὴν Ακκαρων καὶ τὸ ἐπίλοιπον 'Αζώτου
21 καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβι̃τιν καὶ τοὺς υἱοὺς Αμμων
22 καὶ πάντας βασιλει̃ς Τύρου καὶ βασιλει̃ς Σιδω̃νος καὶ βασιλει̃ς τοὺς ἐν τω̨̃ πέραν τη̃ς θαλάσσης
23 καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πα̃ν περικεκαρμένον κατὰ πρόσωπον αὐτου̃
24 καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τη̨̃ ἐρήμω̨
25 καὶ πάντας βασιλει̃ς Αιλαμ καὶ πάντας βασιλει̃ς Περσω̃ν
26 καὶ πάντας βασιλει̃ς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς ἕκαστον πρὸς τὸν ἀδελφὸν αὐτου̃ καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τη̃ς γη̃ς
27 καὶ ἐρει̃ς αὐτοι̃ς οὕτως εἰ̃πεν κύριος παντοκράτωρ πίετε καὶ μεθύσθητε καὶ ἐξεμέσατε καὶ πεσει̃σθε καὶ οὐ μὴ ἀναστη̃τε ἀπὸ προσώπου τη̃ς μαχαίρας ἡ̃ς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμω̃ν
28 καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασθαι τὸ ποτήριον ἐκ τη̃ς χειρός σου ὥστε πιει̃ν καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος πιόντες πίεσθε
29 ὅτι ἐν πόλει ἐν ἡ̨̃ ὠνομάσθη τὸ ὄνομά μου ἐπ' αὐτήν ἐγὼ ἄρχομαι κακω̃σαι καὶ ὑμει̃ς καθάρσει οὐ μὴ καθαρισθη̃τε ὅτι μάχαιραν ἐγὼ καλω̃ ἐπὶ τοὺς καθημένους ἐπὶ τη̃ς γη̃ς
30 καὶ σὺ προφητεύσεις ἐπ' αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρει̃ς κύριος ἀφ' ὑψηλου̃ χρηματιει̃ ἀπὸ του̃ ἁγίου αὐτου̃ δώσει φωνὴν αὐτου̃ λόγον χρηματιει̃ ἐπὶ του̃ τόπου αὐτου̃ καὶ αιδαδ ὥσπερ τρυγω̃ντες ἀποκριθήσονται καὶ ἐπὶ τοὺς καθημένους ἐπὶ τὴν γη̃ν
31 ἥκει ὄλεθρος ἐπὶ μέρος τη̃ς γη̃ς ὅτι κρίσις τω̨̃ κυρίω̨ ἐν τοι̃ς ἔθνεσιν κρίνεται αὐτὸς πρὸς πα̃σαν σάρκα οἱ δὲ ἀσεβει̃ς ἐδόθησαν εἰς μάχαιραν λέγει κύριος
32 οὕτως εἰ̃πεν κύριος ἰδοὺ κακὰ ἔρχεται ἀπὸ ἔθνους ἐπὶ ἔθνος καὶ λαι̃λαψ μεγάλη ἐκπορεύεται ἀπ' ἐσχάτου τη̃ς γη̃ς
33 καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρα̨ κυρίου ἐκ μέρους τη̃ς γη̃ς καὶ ἕως εἰς μέρος τη̃ς γη̃ς οὐ μὴ κατορυγω̃σιν εἰς κόπρια ἐπὶ προσώπου τη̃ς γη̃ς ἔσονται
34 ἀλαλάξατε ποιμένες καὶ κεκράξατε καὶ κόπτεσθε οἱ κριοὶ τω̃ν προβάτων ὅτι ἐπληρώθησαν αἱ ἡμέραι ὑμω̃ν εἰς σφαγήν καὶ πεσει̃σθε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί
35 καὶ ἀπολει̃ται φυγὴ ἀπὸ τω̃ν ποιμένων καὶ σωτηρία ἀπὸ τω̃ν κριω̃ν τω̃ν προβάτων
36 φωνὴ κραυγη̃ς τω̃ν ποιμένων καὶ ἀλαλαγμὸς τω̃ν προβάτων καὶ τω̃ν κριω̃ν ὅτι ὠλέθρευσεν κύριος τὰ βοσκήματα αὐτω̃ν
37 καὶ παύσεται τὰ κατάλοιπα τη̃ς εἰρήνης ἀπὸ προσώπου ὀργη̃ς θυμου̃ μου
38 ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτου̃ ὅτι ἐγενήθη ἡ γη̃ αὐτω̃ν εἰς ἄβατον ἀπὸ προσώπου τη̃ς μαχαίρας τη̃ς μεγάλης

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 33

1 ἐν ἀρχη̨̃ βασιλέως Ιωακιμ υἱου̃ Ιωσια ἐγενήθη ὁ λόγος οὑ̃τος παρὰ κυρίου
2 οὕτως εἰ̃πεν κύριος στη̃θι ἐν αὐλη̨̃ οἴκου κυρίου καὶ χρηματιει̃ς ἅπασι τοι̃ς Ιουδαίοις καὶ πα̃σι τοι̃ς ἐρχομένοις προσκυνει̃ν ἐν οἴκω̨ κυρίου ἅπαντας τοὺς λόγους οὓς συνέταξά σοι αὐτοι̃ς χρηματίσαι μὴ ἀφέλη̨ς ῥη̃μα
3 ἴσως ἀκούσονται καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ παύσομαι ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐγὼ λογίζομαι του̃ ποιη̃σαι αὐτοι̃ς ἕνεκεν τω̃ν πονηρω̃ν ἐπιτηδευμάτων αὐτω̃ν
4 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος ἐὰν μὴ ἀκούσητέ μου του̃ πορεύεσθαι ἐν τοι̃ς νομίμοις μου οἱ̃ς ἔδωκα κατὰ πρόσωπον ὑμω̃ν
5 εἰσακούειν τω̃ν λόγων τω̃ν παίδων μου τω̃ν προφητω̃ν οὓς ἐγὼ ἀποστέλλω πρὸς ὑμα̃ς ὄρθρου καὶ ἀπέστειλα καὶ οὐκ εἰσηκούσατέ μου
6 καὶ δώσω τὸν οἰ̃κον του̃τον ὥσπερ Σηλωμ καὶ τὴν πόλιν δώσω εἰς κατάραν πα̃σιν τοι̃ς ἔθνεσιν πάσης τη̃ς γη̃ς
7 καὶ ἤκουσαν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται καὶ πα̃ς ὁ λαὸς του̃ Ιερεμιου λαλου̃ντος τοὺς λόγους τούτους ἐν οἴκω̨ κυρίου
8 καὶ ἐγένετο Ιερεμιου παυσαμένου λαλου̃ντος πάντα ἃ συνέταξεν αὐτω̨̃ κύριος λαλη̃σαι παντὶ τω̨̃ λαω̨̃ καὶ συνελάβοσαν αὐτὸν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται καὶ πα̃ς ὁ λαὸς λέγων θανάτω̨ ἀποθανη̨̃
9 ὅτι ἐπροφήτευσας τω̨̃ ὀνόματι κυρίου λέγων ὥσπερ Σηλωμ ἔσται ὁ οἰ̃κος οὑ̃τος καὶ ἡ πόλις αὕτη ἐρημωθήσεται ἀπὸ κατοικούντων καὶ ἐξεκκλησιάσθη πα̃ς ὁ λαὸς ἐπὶ Ιερεμιαν ἐν οἴκω̨ κυρίου
10 καὶ ἤκουσαν οἱ ἄρχοντες Ιουδα τὸν λόγον του̃τον καὶ ἀνέβησαν ἐξ οἴκου του̃ βασιλέως εἰς οἰ̃κον κυρίου καὶ ἐκάθισαν ἐν προθύροις πύλης κυρίου τη̃ς καινη̃ς
11 καὶ εἰ̃παν οἱ ἱερει̃ς καὶ οἱ ψευδοπροφη̃ται πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τω̨̃ λαω̨̃ κρίσις θανάτου τω̨̃ ἀνθρώπω̨ τούτω̨ ὅτι ἐπροφήτευσεν κατὰ τη̃ς πόλεως ταύτης καθὼς ἠκούσατε ἐν τοι̃ς ὠσὶν ὑμω̃ν
12 καὶ εἰ̃πεν Ιερεμιας πρὸς τοὺς ἄρχοντας καὶ παντὶ τω̨̃ λαω̨̃ λέγων κύριος ἀπέστειλέν με προφητευ̃σαι ἐπὶ τὸν οἰ̃κον του̃τον καὶ ἐπὶ τὴν πόλιν ταύτην πάντας τοὺς λόγους τούτους οὓς ἠκούσατε
13 καὶ νυ̃ν βελτίους ποιήσατε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἔργα ὑμω̃ν καὶ ἀκούσατε τη̃ς φωνη̃ς κυρίου καὶ παύσεται κύριος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐλάλησεν ἐφ' ὑμα̃ς
14 καὶ ἰδοὺ ἐγὼ ἐν χερσὶν ὑμω̃ν ποιήσατέ μοι ὡς συμφέρει καὶ ὡς βέλτιον ὑμι̃ν
15 ἀλλ' ἢ γνόντες γνώσεσθε ὅτι εἰ ἀναιρει̃τέ με αἱ̃μα ἀθω̨̃ον δίδοτε ἐφ' ὑμα̃ς καὶ ἐπὶ τὴν πόλιν ταύτην καὶ ἐπὶ τοὺς κατοικου̃ντας ἐν αὐτη̨̃ ὅτι ἐν ἀληθεία̨ ἀπέσταλκέν με κύριος πρὸς ὑμα̃ς λαλη̃σαι εἰς τὰ ὠ̃τα ὑμω̃ν πάντας τοὺς λόγους τούτους
16 καὶ εἰ̃παν οἱ ἄρχοντες καὶ πα̃ς ὁ λαὸς πρὸς τοὺς ἱερει̃ς καὶ πρὸς τοὺς ψευδοπροφήτας οὐκ ἔστιν τω̨̃ ἀνθρώπω̨ τούτω̨ κρίσις θανάτου ὅτι ἐπὶ τω̨̃ ὀνόματι κυρίου του̃ θεου̃ ἡμω̃ν ἐλάλησεν πρὸς ἡμα̃ς
17 καὶ ἀνέστησαν ἄνδρες τω̃ν πρεσβυτέρων τη̃ς γη̃ς καὶ εἰ̃παν πάση̨ τη̨̃ συναγωγη̨̃ του̃ λαου̃
18 Μιχαιας ὁ Μωραθίτης ἠ̃ν ἐν ται̃ς ἡμέραις Εζεκιου βασιλέως Ιουδα καὶ εἰ̃πεν παντὶ τω̨̃ λαω̨̃ Ιουδα οὕτως εἰ̃πεν κύριος Σιων ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ιερουσαλημ εἰς ἄβατον ἔσται καὶ τὸ ὄρος του̃ οἴκου εἰς ἄλσος δρυμου̃
19 μὴ ἀνελὼν ἀνει̃λεν αὐτὸν Εζεκιας καὶ πα̃ς Ιουδα οὐχὶ ὅτι ἐφοβήθησαν τὸν κύριον καὶ ὅτι ἐδεήθησαν του̃ προσώπου κυρίου καὶ ἐπαύσατο κύριος ἀπὸ τω̃ν κακω̃ν ὡ̃ν ἐλάλησεν ἐπ' αὐτούς καὶ ἡμει̃ς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμω̃ν
20 καὶ ἄνθρωπος ἠ̃ν προφητεύων τω̨̃ ὀνόματι κυρίου Ουριας υἱὸς Σαμαιου ἐκ Καριαθιαριμ καὶ ἐπροφήτευσεν περὶ τη̃ς γη̃ς ταύτης κατὰ πάντας τοὺς λόγους Ιερεμιου
21 καὶ ἤκουσεν ὁ βασιλεὺς Ιωακιμ καὶ πάντες οἱ ἄρχοντες πάντας τοὺς λόγους αὐτου̃ καὶ ἐζήτουν ἀποκτει̃ναι αὐτόν καὶ ἤκουσεν Ουριας καὶ εἰση̃λθεν εἰς Αἴγυπτον
22 καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς ἄνδρας εἰς Αἴγυπτον
23 καὶ ἐξηγάγοσαν αὐτὸν ἐκει̃θεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρα̨ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνη̃μα υἱω̃ν λαου̃ αὐτου̃
24 πλὴν χεὶρ Αχικαμ υἱου̃ Σαφαν ἠ̃ν μετὰ Ιερεμιου του̃ μὴ παραδου̃ναι αὐτὸν εἰς χει̃ρας του̃ λαου̃ του̃ μὴ ἀνελει̃ν αὐτόν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 34

1 ...
2 οὕτως εἰ̃πεν κύριος ποίησον δεσμοὺς καὶ κλοιοὺς καὶ περίθου περὶ τὸν τράχηλόν σου
3 καὶ ἀποστελει̃ς αὐτοὺς πρὸς βασιλέα Ιδουμαίας καὶ πρὸς βασιλέα Μωαβ καὶ πρὸς βασιλέα υἱω̃ν Αμμων καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδω̃νος ἐν χερσὶν ἀγγέλων αὐτω̃ν τω̃ν ἐρχομένων εἰς ἀπάντησιν αὐτω̃ν εἰς Ιερουσαλημ πρὸς Σεδεκιαν βασιλέα Ιουδα
4 καὶ συντάξεις αὐτοι̃ς πρὸς τοὺς κυρίους αὐτω̃ν εἰπει̃ν οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ οὕτως ἐρει̃τε πρὸς τοὺς κυρίους ὑμω̃ν
5 ὅτι ἐγὼ ἐποίησα τὴν γη̃ν ἐν τη̨̃ ἰσχύι μου τη̨̃ μεγάλη̨ καὶ ἐν τω̨̃ ἐπιχείρω̨ μου τω̨̃ ὑψηλω̨̃ καὶ δώσω αὐτὴν ὡ̨̃ ἐὰν δόξη̨ ἐν ὀφθαλμοι̃ς μου
6 ἔδωκα τὴν γη̃ν τω̨̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος δουλεύειν αὐτω̨̃ καὶ τὰ θηρία του̃ ἀγρου̃ ἐργάζεσθαι αὐτω̨̃
7 ...
8 καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτω̃ν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ ἐπισκέψομαι αὐτούς εἰ̃πεν κύριος ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτου̃
9 καὶ ὑμει̃ς μὴ ἀκούετε τω̃ν ψευδοπροφητω̃ν ὑμω̃ν καὶ τω̃ν μαντευομένων ὑμι̃ν καὶ τω̃ν ἐνυπνιαζομένων ὑμι̃ν καὶ τω̃ν οἰωνισμάτων ὑμω̃ν καὶ τω̃ν φαρμακω̃ν ὑμω̃ν τω̃ν λεγόντων οὐ μὴ ἐργάσησθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος
10 ὅτι ψευδη̃ αὐτοὶ προφητεύουσιν ὑμι̃ν πρὸς τὸ μακρυ̃ναι ὑμα̃ς ἀπὸ τη̃ς γη̃ς ὑμω̃ν
11 καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγη̨ τὸν τράχηλον αὐτου̃ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος καὶ ἐργάσηται αὐτω̨̃ καὶ καταλείψω αὐτὸν ἐπὶ τη̃ς γη̃ς αὐτου̃ καὶ ἐργα̃ται αὐτω̨̃ καὶ ἐνοικήσει ἐν αὐτη̨̃
12 καὶ πρὸς Σεδεκιαν βασιλέα Ιουδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων εἰσαγάγετε τὸν τράχηλον ὑμω̃ν
13 ...
14 καὶ ἐργάσασθε τω̨̃ βασιλει̃ Βαβυλω̃νος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν
15 ὅτι οὐκ ἀπέστειλα αὐτούς φησὶν κύριος καὶ προφητεύουσιν τω̨̃ ὀνόματί μου ἐπ' ἀδίκω̨ πρὸς τὸ ἀπολέσαι ὑμα̃ς καὶ ἀπολει̃σθε ὑμει̃ς καὶ οἱ προφη̃ται ὑμω̃ν οἱ προφητεύοντες ὑμι̃ν ἐπ' ἀδίκω̨ ψευδη̃
16 ὑμι̃ν καὶ παντὶ τω̨̃ λαω̨̃ τούτω̨ καὶ τοι̃ς ἱερευ̃σιν ἐλάλησα λέγων οὕτως εἰ̃πεν κύριος μὴ ἀκούετε τω̃ν λόγων τω̃ν προφητω̃ν τω̃ν προφητευόντων ὑμι̃ν λεγόντων ἰδοὺ σκεύη οἴκου κυρίου ἐπιστρέψει ἐκ Βαβυλω̃νος ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν οὐκ ἀπέστειλα αὐτούς
17 ...
18 εἰ προφη̃ταί εἰσιν καὶ εἰ ἔστιν λόγος κυρίου ἐν αὐτοι̃ς ἀπαντησάτωσάν μοι
19 ὅτι οὕτως εἰ̃πεν κύριος καὶ τω̃ν ἐπιλοίπων σκευω̃ν
20 ὡ̃ν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλω̃νος ὅτε ἀπώ̨κισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ
21 ...
22 εἰς Βαβυλω̃να εἰσελεύσεται λέγει κύριος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 35

1 καὶ ἐγένετο ἐν τω̨̃ τετάρτω̨ ἔτει Σεδεκια βασιλέως Ιουδα ἐν μηνὶ τω̨̃ πέμπτω̨ εἰ̃πέν μοι Ανανιας υἱὸς Αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ Γαβαων ἐν οἴκω̨ κυρίου κατ' ὀφθαλμοὺς τω̃ν ἱερέων καὶ παντὸς του̃ λαου̃ λέγων
2 οὕτως εἰ̃πεν κύριος συνέτριψα τὸν ζυγὸν του̃ βασιλέως Βαβυλω̃νος
3 ἔτι δύο ἔτη ἡμερω̃ν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον του̃τον τὰ σκεύη οἴκου κυρίου
4 καὶ Ιεχονιαν καὶ τὴν ἀποικίαν Ιουδα ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος
5 καὶ εἰ̃πεν Ιερεμιας πρὸς Ανανιαν κατ' ὀφθαλμοὺς παντὸς του̃ λαου̃ καὶ κατ' ὀφθαλμοὺς τω̃ν ἱερέων τω̃ν ἑστηκότων ἐν οἴκω̨ κυρίου
6 καὶ εἰ̃πεν Ιερεμιας ἀληθω̃ς οὕτω ποιήσαι κύριος στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις του̃ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πα̃σαν τὴν ἀποικίαν ἐκ Βαβυλω̃νος εἰς τὸν τόπον του̃τον
7 πλὴν ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὠ̃τα ὑμω̃ν καὶ εἰς τὰ ὠ̃τα παντὸς του̃ λαου̃
8 οἱ προφη̃ται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμω̃ν ἀπὸ του̃ αἰω̃νος καὶ ἐπροφήτευσαν ἐπὶ γη̃ς πολλη̃ς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον
9 ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην ἐλθόντος του̃ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοι̃ς κύριος ἐν πίστει
10 καὶ ἔλαβεν Ανανιας ἐν ὀφθαλμοι̃ς παντὸς του̃ λαου̃ τοὺς κλοιοὺς ἀπὸ του̃ τραχήλου Ιερεμιου καὶ συνέτριψεν αὐτούς
11 καὶ εἰ̃πεν Ανανιας κατ' ὀφθαλμοὺς παντὸς του̃ λαου̃ λέγων οὕτως εἰ̃πεν κύριος οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως Βαβυλω̃νος ἀπὸ τραχήλων πάντων τω̃ν ἐθνω̃ν καὶ ὤ̨χετο Ιερεμιας εἰς τὴν ὁδὸν αὐτου̃
12 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ συντρι̃ψαι Ανανιαν τοὺς κλοιοὺς ἀπὸ του̃ τραχήλου αὐτου̃ λέγων
13 βάδιζε καὶ εἰπὸν πρὸς Ανανιαν λέγων οὕτως εἰ̃πεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ' αὐτω̃ν κλοιοὺς σιδηρου̃ς
14 ὅτι οὕτως εἰ̃πεν κύριος ζυγὸν σιδηρου̃ν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τω̃ν ἐθνω̃ν ἐργάζεσθαι τω̨̃ βασιλει̃ Βαβυλω̃νος
15 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ Ανανια οὐκ ἀπέσταλκέν σε κύριος καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν του̃τον ἐπ' ἀδίκω̨
16 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τη̃ς γη̃ς τούτω̨ τω̨̃ ἐνιαυτω̨̃ ἀποθανη̨̃
17 καὶ ἀπέθανεν ἐν τω̨̃ μηνὶ τω̨̃ ἑβδόμω̨

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 36

1 καὶ οὑ̃τοι οἱ λόγοι τη̃ς βίβλου οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τη̃ς ἀποικίας καὶ πρὸς τοὺς ἱερει̃ς καὶ πρὸς τοὺς ψευδοπροφήτας ἐπιστολὴν εἰς Βαβυλω̃να τη̨̃ ἀποικία̨ καὶ πρὸς ἅπαντα τὸν λαὸν
2 ὕστερον ἐξελθόντος Ιεχονιου του̃ βασιλέως καὶ τη̃ς βασιλίσσης καὶ τω̃ν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ιερουσαλημ
3 ἐν χειρὶ Ελεασα υἱου̃ Σαφαν καὶ Γαμαριου υἱου̃ Χελκιου ὃν ἀπέστειλεν Σεδεκιας βασιλεὺς Ιουδα πρὸς βασιλέα Βαβυλω̃νος εἰς Βαβυλω̃να λέγων
4 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπώ̨κισα ἀπὸ Ιερουσαλημ
5 οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτω̃ν
6 καὶ λάβετε γυναι̃κας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοι̃ς υἱοι̃ς ὑμω̃ν γυναι̃κας καὶ τὰς θυγατέρας ὑμω̃ν ἀνδράσιν δότε καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθη̃τε
7 καὶ ζητήσατε εἰς εἰρήνην τη̃ς γη̃ς εἰς ἣν ἀπώ̨κισα ὑμα̃ς ἐκει̃ καὶ προσεύξασθε περὶ αὐτω̃ν πρὸς κύριον ὅτι ἐν εἰρήνη̨ αὐτη̃ς ἔσται εἰρήνη ὑμι̃ν
8 ὅτι οὕτως εἰ̃πεν κύριος μὴ ἀναπειθέτωσαν ὑμα̃ς οἱ ψευδοπροφη̃ται οἱ ἐν ὑμι̃ν καὶ μὴ ἀναπειθέτωσαν ὑμα̃ς οἱ μάντεις ὑμω̃ν καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμω̃ν ἃ ὑμει̃ς ἐνυπνιάζεσθε
9 ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμι̃ν ἐπὶ τω̨̃ ὀνόματί μου καὶ οὐκ ἀπέστειλα αὐτούς
10 ὅτι οὕτως εἰ̃πεν κύριος ὅταν μέλλη̨ πληρου̃σθαι Βαβυλω̃νι ἑβδομήκοντα ἔτη ἐπισκέψομαι ὑμα̃ς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφ' ὑμα̃ς του̃ τὸν λαὸν ὑμω̃ν ἀποστρέψαι εἰς τὸν τόπον του̃τον
11 καὶ λογιου̃μαι ἐφ' ὑμα̃ς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ του̃ δου̃ναι ὑμι̃ν ταυ̃τα
12 καὶ προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμω̃ν
13 καὶ ἐκζητήσατέ με καὶ εὑρήσετέ με ὅτι ζητήσετέ με ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν
14 καὶ ἐπιφανου̃μαι ὑμι̃ν
15 ὅτι εἴπατε κατέστησεν ἡμι̃ν κύριος προφήτας ἐν Βαβυλω̃νι
16 ...
17 ...
18 ...
19 ...
20 ...
21 οὕτως εἰ̃πεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ πατάξει αὐτοὺς κατ' ὀφθαλμοὺς ὑμω̃ν
22 καὶ λήμψονται ἀπ' αὐτω̃ν κατάραν ἐν πάση̨ τη̨̃ ἀποικία̨ Ιουδα ἐν Βαβυλω̃νι λέγοντες ποιήσαι σε κύριος ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλω̃νος ἐν πυρὶ
23 δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχω̃ντο τὰς γυναι̃κας τω̃ν πολιτω̃ν αὐτω̃ν καὶ λόγον ἐχρημάτισαν ἐν τω̨̃ ὀνόματί μου ὃν οὐ συνέταξα αὐτοι̃ς καὶ ἐγὼ μάρτυς φησὶν κύριος
24 καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρει̃ς
25 οὐκ ἀπέστειλά σε τω̨̃ ὀνόματί μου καὶ πρὸς Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ
26 κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε του̃ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τω̨̃ οἴκω̨ κυρίου παντὶ ἀνθρώπω̨ προφητεύοντι καὶ παντὶ ἀνθρώπω̨ μαινομένω̨ καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην
27 καὶ νυ̃ν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναθωθ τὸν προφητεύσαντα ὑμι̃ν
28 οὐ διὰ του̃το ἀπέστειλεν πρὸς ὑμα̃ς εἰς Βαβυλω̃να λέγων μακράν ἐστιν οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτω̃ν
29 καὶ ἀνέγνω Σοφονιας τὸ βιβλίον εἰς τὰ ὠ̃τα Ιερεμιου
30 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
31 ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων οὕτως εἰ̃πεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην ἐπειδὴ ἐπροφήτευσεν ὑμι̃ν Σαμαιας καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν καὶ πεποιθέναι ἐποίησεν ὑμα̃ς ἐπ' ἀδίκοις
32 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτου̃ καὶ οὐκ ἔσται αὐτω̃ν ἄνθρωπος ἐν μέσω̨ ὑμω̃ν του̃ ἰδει̃ν τὰ ἀγαθά ἃ ἐγὼ ποιήσω ὑμι̃ν οὐκ ὄψονται

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 37

1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπει̃ν
2 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λέγων γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σέ ἐπὶ βιβλίου
3 ὅτι ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστρέψω τὴν ἀποικίαν λαου̃ μου Ισραηλ καὶ Ιουδα εἰ̃πεν κύριος καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν καὶ κυριεύσουσιν αὐτη̃ς
4 καὶ οὑ̃τοι οἱ λόγοι οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα
5 οὕτως εἰ̃πεν κύριος φωνὴν φόβου ἀκούσεσθε φόβος καὶ οὐκ ἔστιν εἰρήνη
6 ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν καὶ περὶ φόβου ἐν ὡ̨̃ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χει̃ρες αὐτου̃ ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ ἐστράφησαν πρόσωπα εἰς ἴκτερον
7 ἐγενήθη ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη καὶ χρόνος στενός ἐστιν τω̨̃ Ιακωβ καὶ ἀπὸ τούτου σωθήσεται
8 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰ̃πεν κύριος συντρίψω τὸν ζυγὸν ἀπὸ του̃ τραχήλου αὐτω̃ν καὶ τοὺς δεσμοὺς αὐτω̃ν διαρρήξω καὶ οὐκ ἐργω̃νται αὐτοὶ ἔτι ἀλλοτρίοις
9 καὶ ἐργω̃νται τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ τὸν Δαυιδ βασιλέα αὐτω̃ν ἀναστήσω αὐτοι̃ς
10 ...
11 ...
12 οὕτως εἰ̃πεν κύριος ἀνέστησα σύντριμμα ἀλγηρὰ ἡ πληγή σου
13 οὐκ ἔστιν κρίνων κρίσιν σου εἰς ἀλγηρὸν ἰατρεύθης ὠφέλεια οὐκ ἔστιν σοι
14 πάντες οἱ φίλοι σου ἐπελάθοντό σου οὐ μὴ ἐπερωτήσουσιν ὅτι πληγὴν ἐχθρου̃ ἔπαισά σε παιδείαν στερεάν ἐπὶ πα̃σαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου
15 ...
16 διὰ του̃το πάντες οἱ ἔσθοντές σε βρωθήσονται καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτω̃ν πα̃ν ἔδονται ἐπὶ πλη̃θος ἀδικιω̃ν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου ἐποίησαν ταυ̃τά σοι καὶ ἔσονται οἱ διαφορου̃ντές σε εἰς διαφόρημα καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν
17 ὅτι ἀνάξω τὸ ἴαμά σου ἀπὸ πληγη̃ς ὀδυνηρα̃ς ἰατρεύσω σε φησὶν κύριος ὅτι ἐσπαρμένη ἐκλήθης θήρευμα ὑμω̃ν ἐστιν ὅτι ζητω̃ν οὐκ ἔστιν αὐτήν
18 οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτου̃ ἐλεήσω καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτη̃ς καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτου̃ καθεδει̃ται
19 καὶ ἐξελεύσονται ἀπ' αὐτω̃ν ἄ̨δοντες καὶ φωνὴ παιζόντων καὶ πλεονάσω αὐτούς καὶ οὐ μὴ ἐλαττωθω̃σιν
20 καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτω̃ν ὡς τὸ πρότερον καὶ τὰ μαρτύρια αὐτω̃ν κατὰ πρόσωπόν μου ὀρθωθήσεται καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς
21 καὶ ἔσονται ἰσχυρότεροι αὐτου̃ ἐπ' αὐτούς καὶ ὁ ἄρχων αὐτου̃ ἐξ αὐτου̃ ἐξελεύσεται καὶ συνάξω αὐτούς καὶ ἀποστρέψουσιν πρός με ὅτι τίς ἐστιν οὑ̃τος ὃς ἔδωκεν τὴν καρδίαν αὐτου̃ ἀποστρέψαι πρός με φησὶν κύριος
22 ...
23 ὅτι ὀργὴ κυρίου ἐξη̃λθεν θυμώδης ἐξη̃λθεν ὀργὴ στρεφομένη ἐπ' ἀσεβει̃ς ἥξει
24 οὐ μὴ ἀποστραφη̨̃ ὀργὴ θυμου̃ κυρίου ἕως ποιήση̨ καὶ ἕως καταστήση̨ ἐγχείρημα καρδίας αὐτου̃ ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν γνώσεσθε αὐτά

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 38

1 ἐν τω̨̃ χρόνω̨ ἐκείνω̨ εἰ̃πεν κύριος ἔσομαι εἰς θεὸν τω̨̃ γένει Ισραηλ καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
2 οὕτως εἰ̃πεν κύριος εὑ̃ρον θερμὸν ἐν ἐρήμω̨ μετὰ ὀλωλότων ἐν μαχαίρα̨ βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ
3 κύριος πόρρωθεν ὤφθη αὐτω̨̃ ἀγάπησιν αἰωνίαν ἠγάπησά σε διὰ του̃το εἵλκυσά σε εἰς οἰκτίρημα
4 ἔτι οἰκοδομήσω σε καὶ οἰκοδομηθήση̨ παρθένος Ισραηλ ἔτι λήμψη̨ τύμπανόν σου καὶ ἐξελεύση̨ μετὰ συναγωγη̃ς παιζόντων
5 ἔτι φυτεύσατε ἀμπελω̃νας ἐν ὄρεσιν Σαμαρείας φυτεύσατε καὶ αἰνέσατε
6 ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εφραιμ ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν θεὸν ἡμω̃ν
7 ὅτι οὕτως εἰ̃πεν κύριος τω̨̃ Ιακωβ εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνω̃ν ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε εἴπατε ἔσωσεν κύριος τὸν λαὸν αὐτου̃ τὸ κατάλοιπον του̃ Ισραηλ
8 ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρα̃ καὶ συνάξω αὐτοὺς ἀπ' ἐσχάτου τη̃ς γη̃ς ἐν ἑορτη̨̃ φασεκ καὶ τεκνοποιήση̨ ὄχλον πολύν καὶ ἀποστρέψουσιν ὡ̃δε
9 ἐν κλαυθμω̨̃ ἐξη̃λθον καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδω̨̃ ὀρθη̨̃ καὶ οὐ μὴ πλανηθω̃σιν ἐν αὐτη̨̃ ὅτι ἐγενόμην τω̨̃ Ισραηλ εἰς πατέρα καὶ Εφραιμ πρωτότοκός μού ἐστιν
10 ἀκούσατε λόγον κυρίου ἔθνη καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον εἴπατε ὁ λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων τὸ ποίμνιον αὐτου̃
11 ὅτι ἐλυτρώσατο κύριος τὸν Ιακωβ ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτου̃
12 καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τω̨̃ ὄρει Σιων καὶ ἥξουσιν ἐπ' ἀγαθὰ κυρίου ἐπὶ γη̃ν σίτου καὶ οἴνου καὶ καρπω̃ν καὶ κτηνω̃ν καὶ προβάτων καὶ ἔσται ἡ ψυχὴ αὐτω̃ν ὥσπερ ξύλον ἔγκαρπον καὶ οὐ πεινάσουσιν ἔτι
13 τότε χαρήσονται παρθένοι ἐν συναγωγη̨̃ νεανίσκων καὶ πρεσβυ̃ται χαρήσονται καὶ στρέψω τὸ πένθος αὐτω̃ν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους
14 μεγαλυνω̃ καὶ μεθύσω τὴν ψυχὴν τω̃ν ἱερέων υἱω̃ν Λευι καὶ ὁ λαός μου τω̃ν ἀγαθω̃ν μου ἐμπλησθήσεται
15 οὕτως εἰ̃πεν κύριος φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμου̃ καὶ ὀδυρμου̃ Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς ὅτι οὐκ εἰσίν
16 οὕτως εἰ̃πεν κύριος διαλιπέτω ἡ φωνή σου ἀπὸ κλαυθμου̃ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ἔστιν μισθὸς τοι̃ς σοι̃ς ἔργοις καὶ ἐπιστρέψουσιν ἐκ γη̃ς ἐχθρω̃ν
17 μόνιμον τοι̃ς σοι̃ς τέκνοις
18 ἀκοὴν ἤκουσα Εφραιμ ὀδυρομένου ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην ἐπίστρεψόν με καὶ ἐπιστρέψω ὅτι σὺ κύριος ὁ θεός μου
19 ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον του̃ γνω̃ναί με ἐστέναξα ἐφ' ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου
20 υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί παιδίον ἐντρυφω̃ν ὅτι ἀνθ' ὡ̃ν οἱ λόγοι μου ἐν αὐτω̨̃ μνεία̨ μνησθήσομαι αὐτου̃ διὰ του̃το ἔσπευσα ἐπ' αὐτω̨̃ ἐλεω̃ν ἐλεήσω αὐτόν φησὶν κύριος
21 στη̃σον σεαυτήν Σιων ποίησον τιμωρίαν δὸς καρδίαν σου εἰς τοὺς ὤμους ὁδὸν ἣν ἐπορεύθης ἀποστράφητι παρθένος Ισραηλ ἀποστράφητι εἰς τὰς πόλεις σου πενθου̃σα
22 ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν ἐν σωτηρία̨ περιελεύσονται ἄνθρωποι
23 οὕτως εἰ̃πεν κύριος ἔτι ἐρου̃σιν τὸν λόγον του̃τον ἐν γη̨̃ Ιουδα καὶ ἐν πόλεσιν αὐτου̃ ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτου̃ εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτου̃
24 καὶ ἐνοικου̃ντες ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ αὐτου̃ ἅμα γεωργω̨̃ καὶ ἀρθήσεται ἐν ποιμνίω̨
25 ὅτι ἐμέθυσα πα̃σαν ψυχὴν διψω̃σαν καὶ πα̃σαν ψυχὴν πεινω̃σαν ἐνέπλησα
26 διὰ του̃το ἐξηγέρθην καὶ εἰ̃δον καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη
27 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ σπερω̃ τὸν Ισραηλ καὶ τὸν Ιουδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους
28 καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ' αὐτοὺς καθαιρει̃ν καὶ κακου̃ν οὕτως γρηγορήσω ἐπ' αὐτοὺς του̃ οἰκοδομει̃ν καὶ καταφυτεύειν φησὶν κύριος
29 ἐν ται̃ς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τω̃ν τέκνων ἡ̨μωδίασαν
30 ἀλλ' ἢ ἕκαστος ἐν τη̨̃ ἑαυτου̃ ἁμαρτία̨ ἀποθανει̃ται καὶ του̃ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτου̃
31 ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ διαθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ καὶ τω̨̃ οἴκω̨ Ιουδα διαθήκην καινήν
32 οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοι̃ς πατράσιν αὐτω̃ν ἐν ἡμέρα̨ ἐπιλαβομένου μου τη̃ς χειρὸς αὐτω̃ν ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τη̨̃ διαθήκη̨ μου καὶ ἐγὼ ἠμέλησα αὐτω̃ν φησὶν κύριος
33 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τω̨̃ οἴκω̨ Ισραηλ μετὰ τὰς ἡμέρας ἐκείνας φησὶν κύριος διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτω̃ν καὶ ἐπὶ καρδίας αὐτω̃ν γράψω αὐτούς καὶ ἔσομαι αὐτοι̃ς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
34 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτου̃ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτου̃ λέγων γνω̃θι τὸν κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικρου̃ αὐτω̃ν καὶ ἕως μεγάλου αὐτω̃ν ὅτι ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν οὐ μὴ μνησθω̃ ἔτι
35 ἐὰν ὑψωθη̨̃ ὁ οὐρανὸς εἰς τὸ μετέωρον φησὶν κύριος καὶ ἐὰν ταπεινωθη̨̃ τὸ ἔδαφος τη̃ς γη̃ς κάτω καὶ ἐγὼ οὐκ ἀποδοκιμω̃ τὸ γένος Ισραηλ φησὶν κύριος περὶ πάντων ὡ̃ν ἐποίησαν
36 οὕτως εἰ̃πεν κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φω̃ς τη̃ς ἡμέρας σελήνην καὶ ἀστέρας εἰς φω̃ς τη̃ς νυκτός καὶ κραυγὴν ἐν θαλάσση̨ καὶ ἐβόμβησεν τὰ κύματα αὐτη̃ς κύριος παντοκράτωρ ὄνομα αὐτω̨̃
37 ἐὰν παύσωνται οἱ νόμοι οὑ̃τοι ἀπὸ προσώπου μου φησὶν κύριος καὶ τὸ γένος Ισραηλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας
38 ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ οἰκοδομηθήσεται πόλις τω̨̃ κυρίω̨ ἀπὸ πύργου Αναμεηλ ἕως πύλης τη̃ς γωνίας
39 καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτη̃ς ἀπέναντι αὐτω̃ν ἕως βουνω̃ν Γαρηβ καὶ περικυκλωθήσεται κύκλω̨ ἐξ ἐκλεκτω̃ν λίθων
40 καὶ πάντες ασαρημωθ ἕως ναχαλ Κεδρων ἕως γωνίας πύλης ἵππων ἀνατολη̃ς ἁγίασμα τω̨̃ κυρίω̨ καὶ οὐκέτι οὐ μὴ ἐκλίπη̨ καὶ οὐ μὴ καθαιρεθη̨̃ ἕως του̃ αἰω̃νος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 39

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ δεκάτω̨ τω̨̃ βασιλει̃ Σεδεκια οὑ̃τος ἐνιαυτὸς ὀκτωκαιδέκατος τω̨̃ βασιλει̃ Ναβουχοδονοσορ βασιλει̃ Βαβυλω̃νος
2 καὶ δύναμις βασιλέως Βαβυλω̃νος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλη̨̃ τη̃ς φυλακη̃ς ἥ ἐστιν ἐν οἴκω̨ του̃ βασιλέως
3 ἐν ἡ̨̃ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων διὰ τί σὺ προφητεύεις λέγων οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλω̃νος καὶ λήμψεται αὐτήν
4 καὶ Σεδεκιας οὐ μὴ σωθη̨̃ ἐκ χειρὸς τω̃ν Χαλδαίων ὅτι παραδόσει παραδοθήσεται εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ λαλήσει στόμα αὐτου̃ πρὸς στόμα αὐτου̃ καὶ οἱ ὀφθαλμοὶ αὐτου̃ τοὺς ὀφθαλμοὺς αὐτου̃ ὄψονται
5 καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλω̃να καὶ ἐκει̃ καθιει̃ται
6 καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων
7 ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφου̃ πατρός σου ἔρχεται πρὸς σὲ λέγων κτη̃σαι σεαυτω̨̃ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα παραλαβει̃ν εἰς κτη̃σιν
8 καὶ ἠ̃λθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφου̃ πατρός μου εἰς τὴν αὐλὴν τη̃ς φυλακη̃ς καὶ εἰ̃πέν μοι κτη̃σαι τὸν ἀγρόν μου τὸν ἐν γη̨̃ Βενιαμιν τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα κτήσασθαι καὶ σὺ πρεσβύτερος καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν
9 καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱου̃ ἀδελφου̃ πατρός μου καὶ ἔστησα αὐτω̨̃ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου
10 καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγω̨̃
11 καὶ ἔλαβον τὸ βιβλίον τη̃ς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον
12 καὶ ἔδωκα αὐτὸ τω̨̃ Βαρουχ υἱω̨̃ Νηριου υἱου̃ Μαασαιου κατ' ὀφθαλμοὺς Αναμεηλ υἱου̃ ἀδελφου̃ πατρός μου καὶ κατ' ὀφθαλμοὺς τω̃ν ἑστηκότων καὶ γραφόντων ἐν τω̨̃ βιβλίω̨ τη̃ς κτήσεως καὶ κατ' ὀφθαλμοὺς τω̃ν Ιουδαίων τω̃ν ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς
13 καὶ συνέταξα τω̨̃ Βαρουχ κατ' ὀφθαλμοὺς αὐτω̃ν λέγων
14 οὕτως εἰ̃πεν κύριος παντοκράτωρ λαβὲ τὸ βιβλίον τη̃ς κτήσεως του̃το καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγει̃ον ὀστράκινον ἵνα διαμείνη̨ ἡμέρας πλείους
15 ὅτι οὕτως εἰ̃πεν κύριος ἔτι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελω̃νες ἐν τη̨̃ γη̨̃ ταύτη̨
16 καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δου̃ναί με τὸ βιβλίον τη̃ς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων
17 ὠ̃ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γη̃ν τη̨̃ ἰσχύι σου τη̨̃ μεγάλη̨ καὶ τω̨̃ βραχίονί σου τω̨̃ ὑψηλω̨̃ καὶ τω̨̃ μετεώρω̨ οὐ μὴ ἀποκρυβη̨̃ ἀπὸ σου̃ οὐθέν
18 ποιω̃ν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτω̃ν μετ' αὐτούς ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός
19 κύριος μεγάλης βουλη̃ς καὶ δυνατὸς τοι̃ς ἔργοις ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων δου̃ναι ἑκάστω̨ κατὰ τὴν ὁδὸν αὐτου̃
20 ὃς ἐποίησας σημει̃α καὶ τέρατα ἐν γη̨̃ Αἰγύπτω̨ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοι̃ς γηγενέσιν καὶ ἐποίησας σεαυτω̨̃ ὄνομα ὡς ἡ ἡμέρα αὕτη
21 καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γη̃ς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταια̨̃ καὶ ἐν βραχίονι ὑψηλω̨̃ καὶ ἐν ὁράμασιν μεγάλοις
22 καὶ ἔδωκας αὐτοι̃ς τὴν γη̃ν ταύτην ἣν ὤμοσας τοι̃ς πατράσιν αὐτω̃ν γη̃ν ῥέουσαν γάλα καὶ μέλι
23 καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τη̃ς φωνη̃ς σου καὶ ἐν τοι̃ς προστάγμασίν σου οὐκ ἐπορεύθησαν ἅπαντα ἃ ἐνετείλω αὐτοι̃ς οὐκ ἐποίησαν καὶ ἐποίησας συμβη̃ναι αὐτοι̃ς πάντα τὰ κακὰ ταυ̃τα
24 ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβει̃ν αὐτήν καὶ ἡ πόλις ἐδόθη εἰς χει̃ρας Χαλδαίων τω̃ν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ του̃ λιμου̃ ὡς ἐλάλησας οὕτως ἐγένετο
25 καὶ σὺ λέγεις πρός με κτη̃σαι σεαυτω̨̃ ἀγρὸν ἀργυρίου καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας καὶ ἡ πόλις ἐδόθη εἰς χει̃ρας Χαλδαίων
26 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
27 ἐγὼ κύριος ὁ θεὸς πάσης σαρκός μὴ ἀπ' ἐμου̃ κρυβήσεταί τι
28 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ δοθει̃σα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ λήμψεται αὐτήν
29 καὶ ἥξουσιν οἱ Χαλδαι̃οι πολεμου̃ντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἱ̃ς ἐθυμιω̃σαν ἐπὶ τω̃ν δωμάτων αὐτω̃ν τη̨̃ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοι̃ς ἑτέροις πρὸς τὸ παραπικρα̃ναί με
30 ὅτι ἠ̃σαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιου̃ντες τὸ πονηρὸν κατ' ὀφθαλμούς μου ἐκ νεότητος αὐτω̃ν
31 ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἠ̃ν ἡ πόλις αὕτη ἀφ' ἡ̃ς ἡμέρας ὠ̨κοδόμησαν αὐτὴν καὶ ἕως τη̃ς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου
32 διὰ πάσας τὰς πονηρίας τω̃ν υἱω̃ν Ισραηλ καὶ Ιουδα ὡ̃ν ἐποίησαν πικρα̃ναί με αὐτοὶ καὶ οἱ βασιλει̃ς αὐτω̃ν καὶ οἱ ἄρχοντες αὐτω̃ν καὶ οἱ ἱερει̃ς αὐτω̃ν καὶ οἱ προφη̃ται αὐτω̃ν ἄνδρες Ιουδα καὶ οἱ κατοικου̃ντες Ιερουσαλημ
33 καὶ ἐπέστρεψαν πρός με νω̃τον καὶ οὐ πρόσωπον καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα καὶ οὐκ ἤκουσαν ἐπιλαβει̃ν παιδείαν
34 καὶ ἔθηκαν τὰ μιάσματα αὐτω̃ν ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐν ἀκαθαρσίαις αὐτω̃ν
35 καὶ ὠ̨κοδόμησαν τοὺς βωμοὺς τη̨̃ Βααλ τοὺς ἐν φάραγγι υἱου̃ Εννομ του̃ ἀναφέρειν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν τω̨̃ Μολοχ βασιλει̃ ἃ οὐ συνέταξα αὐτοι̃ς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου του̃ ποιη̃σαι τὸ βδέλυγμα του̃το πρὸς τὸ ἐφαμαρτει̃ν τὸν Ιουδαν
36 καὶ νυ̃ν οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν ἣν σὺ λέγεις παραδοθήσεται εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος ἐν μαχαίρα̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν ἀποστολη̨̃
37 ἰδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τη̃ς γη̃ς οὑ̃ διέσπειρα αὐτοὺς ἐκει̃ ἐν ὀργη̨̃ μου καὶ τω̨̃ θυμω̨̃ μου καὶ παροξυσμω̨̃ μεγάλω̨ καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον του̃τον καὶ καθιω̃ αὐτοὺς πεποιθότας
38 καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοι̃ς εἰς θεόν
39 καὶ δώσω αὐτοι̃ς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθη̃ναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοι̃ς καὶ τοι̃ς τέκνοις αὐτω̃ν μετ' αὐτούς
40 καὶ διαθήσομαι αὐτοι̃ς διαθήκην αἰωνίαν ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτω̃ν καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτω̃ν πρὸς τὸ μὴ ἀποστη̃ναι αὐτοὺς ἀπ' ἐμου̃
41 καὶ ἐπισκέψομαι του̃ ἀγαθω̃σαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τη̨̃ γη̨̃ ταύτη̨ ἐν πίστει καὶ ἐν πάση̨ καρδία̨ καὶ ἐν πάση̨ ψυχη̨̃
42 ὅτι οὕτως εἰ̃πεν κύριος καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν του̃τον πάντα τὰ κακὰ τὰ μεγάλα ταυ̃τα οὕτως ἐγὼ ἐπάξω ἐπ' αὐτοὺς πάντα τὰ ἀγαθά ἃ ἐλάλησα ἐπ' αὐτούς
43 καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τη̨̃ γη̨̃ ἡ̨̃ σὺ λέγεις ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χει̃ρας Χαλδαίων
44 καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίω̨ καὶ γράψεις βιβλίον καὶ σφραγιη̨̃ καὶ διαμαρτυρη̨̃ μάρτυρας ἐν γη̨̃ Βενιαμιν καὶ κύκλω̨ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν του̃ ὄρους καὶ ἐν πόλεσιν τη̃ς Σεφηλα καὶ ἐν πόλεσιν τη̃ς Ναγεβ ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτω̃ν

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 40

1 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν δεύτερον καὶ αὐτὸς ἠ̃ν ἔτι δεδεμένος ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς λέγων
2 οὕτως εἰ̃πεν κύριος ποιω̃ν γη̃ν καὶ πλάσσων αὐτὴν του̃ ἀνορθω̃σαι αὐτήν κύριος ὄνομα αὐτω̨̃
3 κέκραξον πρός με καὶ ἀποκριθήσομαί σοι καὶ ἀπαγγελω̃ σοι μεγάλα καὶ ἰσχυρά ἃ οὐκ ἔγνως αὐτά
4 ὅτι οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ περὶ οἴκων τη̃ς πόλεως ταύτης καὶ περὶ οἴκων βασιλέως Ιουδα τω̃ν καθη̨ρημένων εἰς χάρακας καὶ προμαχω̃νας
5 του̃ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρω̃σαι αὐτὴν τω̃ν νεκρω̃ν τω̃ν ἀνθρώπων οὓς ἐπάταξα ἐν ὀργη̨̃ μου καὶ ἐν θυμω̨̃ μου καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν περὶ πασω̃ν τω̃ν πονηριω̃ν αὐτω̃ν
6 ἰδοὺ ἐγὼ ἀνάγω αὐτη̨̃ συνούλωσιν καὶ ἴαμα καὶ φανερώσω αὐτοι̃ς εἰσακούειν καὶ ἰατρεύσω αὐτὴν καὶ ποιήσω αὐτοι̃ς εἰρήνην καὶ πίστιν
7 καὶ ἐπιστρέψω τὴν ἀποικίαν Ιουδα καὶ τὴν ἀποικίαν Ισραηλ καὶ οἰκοδομήσω αὐτοὺς καθὼς τὸ πρότερον
8 καὶ καθαριω̃ αὐτοὺς ἀπὸ πασω̃ν τω̃ν ἀδικιω̃ν αὐτω̃ν ὡ̃ν ἡμάρτοσάν μοι καὶ οὐ μὴ μνησθήσομαι ἁμαρτιω̃ν αὐτω̃ν ὡ̃ν ἥμαρτόν μοι καὶ ἀπέστησαν ἀπ' ἐμου̃
9 καὶ ἔσται εἰς εὐφροσύνην καὶ εἰς αἴνεσιν καὶ εἰς μεγαλειότητα παντὶ τω̨̃ λαω̨̃ τη̃ς γη̃ς οἵτινες ἀκούσονται πάντα τὰ ἀγαθά ἃ ἐγὼ ποιήσω καὶ φοβηθήσονται καὶ πικρανθήσονται περὶ πάντων τω̃ν ἀγαθω̃ν καὶ περὶ πάσης τη̃ς εἰρήνης ἡ̃ς ἐγὼ ποιήσω αὐτοι̃ς
10 οὕτως εἰ̃πεν κύριος ἔτι ἀκουσθήσεται ἐν τω̨̃ τόπω̨ τούτω̨ ὡ̨̃ ὑμει̃ς λέγετε ἔρημός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνω̃ν ἐν πόλεσιν Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ ται̃ς ἠρημωμέναις παρὰ τὸ μὴ εἰ̃ναι ἄνθρωπον καὶ κτήνη
11 φωνὴ εὐφροσύνης καὶ φωνὴ χαρμοσύνης φωνὴ νυμφίου καὶ φωνὴ νύμφης φωνὴ λεγόντων ἐξομολογει̃σθε κυρίω̨ παντοκράτορι ὅτι χρηστὸς κύριος ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃ καὶ εἰσοίσουσιν δω̃ρα εἰς οἰ̃κον κυρίου ὅτι ἀποστρέψω πα̃σαν τὴν ἀποικίαν τη̃ς γη̃ς ἐκείνης κατὰ τὸ πρότερον εἰ̃πεν κύριος
12 οὕτως εἰ̃πεν κύριος τω̃ν δυνάμεων ἔτι ἔσται ἐν τω̨̃ τόπω̨ τούτω̨ τω̨̃ ἐρήμω̨ παρὰ τὸ μὴ εἰ̃ναι ἄνθρωπον καὶ κτη̃νος καὶ ἐν πάσαις ται̃ς πόλεσιν αὐτου̃ καταλύματα ποιμένων κοιταζόντων πρόβατα
13 ἐν πόλεσιν τη̃ς ὀρεινη̃ς καὶ ἐν πόλεσιν τη̃ς Σεφηλα καὶ ἐν πόλεσιν τη̃ς Ναγεβ καὶ ἐν γη̨̃ Βενιαμιν καὶ ἐν ται̃ς κύκλω̨ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα ἔτι παρελεύσεται πρόβατα ἐπὶ χει̃ρα ἀριθμου̃ντος εἰ̃πεν κύριος

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 41

1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ πα̃ν τὸ στρατόπεδον αὐτου̃ καὶ πα̃σα ἡ γη̃ ἀρχη̃ς αὐτου̃ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων
2 οὕτως εἰ̃πεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρει̃ς αὐτω̨̃ οὕτως εἰ̃πεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί
3 καὶ σὺ οὐ μὴ σωθη̨̃ς ἐκ χειρὸς αὐτου̃ καὶ συλλήμψει συλλημφθήση̨ καὶ εἰς χει̃ρας αὐτου̃ δοθήση̨ καὶ οἱ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτου̃ ὄψονται καὶ τὸ στόμα αὐτου̃ μετὰ του̃ στόματός σου λαλήσει καὶ εἰς Βαβυλω̃να εἰσελεύση̨
4 ἀλλὰ ἄκουσον τὸν λόγον κυρίου Σεδεκια βασιλευ̃ Ιουδα οὕτως λέγει κύριος
5 ἐν εἰρήνη̨ ἀποθανη̨̃ καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου κλαύσονται καὶ σὲ καὶ ὠ̃ αδων κόψονταί σε ὅτι λόγον ἐγὼ ἐλάλησα εἰ̃πεν κύριος
6 καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ
7 καὶ ἡ δύναμις βασιλέως Βαβυλω̃νος ἐπολέμει ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ τὰς πόλεις Ιουδα ἐπὶ Λαχις καὶ ἐπὶ Αζηκα ὅτι αὑ̃ται κατελείφθησαν ἐν πόλεσιν Ιουδα πόλεις ὀχυραί
8 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν του̃ καλέσαι ἄφεσιν
9 του̃ ἐξαποστει̃λαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃ τὸν Εβραι̃ον καὶ τὴν Εβραίαν ἐλευθέρους πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ιουδα
10 καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστα̃νες καὶ πα̃ς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τη̨̃ διαθήκη̨ του̃ ἀποστει̃λαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃
11 καὶ ἔωσαν αὐτοὺς εἰς παι̃δας καὶ παιδίσκας
12 καὶ ἐγενήθη λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
13 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ ἐγὼ ἐθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμω̃ν ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐξειλάμην αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐξ οἴκου δουλείας λέγων
14 ὅταν πληρωθη̨̃ ἓξ ἔτη ἀποστελει̃ς τὸν ἀδελφόν σου τὸν Εβραι̃ον ὃς πραθήσεταί σοι καὶ ἐργα̃ταί σοι ἓξ ἔτη καὶ ἐξαποστελει̃ς αὐτὸν ἐλεύθερον καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὐ̃ς αὐτω̃ν
15 καὶ ἐπέστρεψαν σήμερον ποιη̃σαι τὸ εὐθὲς πρὸ ὀφθαλμω̃ν μου του̃ καλέσαι ἄφεσιν ἕκαστον του̃ πλησίον αὐτου̃ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτω̨̃
16 καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου του̃ ἐπιστρέψαι ἕκαστον τὸν παι̃δα αὐτου̃ καὶ ἕκαστον τὴν παιδίσκην αὐτου̃ οὓς ἐξαπεστείλατε ἐλευθέρους τη̨̃ ψυχη̨̃ αὐτω̃ν ὑμι̃ν εἰς παι̃δας καὶ παιδίσκας
17 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ὑμει̃ς οὐκ ἠκούσατέ μου του̃ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ ἰδοὺ ἐγὼ καλω̃ ἄφεσιν ὑμι̃ν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμα̃ς εἰς διασπορὰν πάσαις ται̃ς βασιλείαις τη̃ς γη̃ς
18 καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου τοὺς μὴ στήσαντας τὴν διαθήκην μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου τὸν μόσχον ὃν ἐποίησαν ἐργάζεσθαι αὐτω̨̃
19 τοὺς ἄρχοντας Ιουδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερει̃ς καὶ τὸν λαόν
20 καὶ δώσω αὐτοὺς τοι̃ς ἐχθροι̃ς αὐτω̃ν καὶ ἔσται τὰ θνησιμαι̃α αὐτω̃ν βρω̃σις τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς
21 καὶ τὸν Σεδεκιαν βασιλέα τη̃ς Ιουδαίας καὶ τοὺς ἄρχοντας αὐτω̃ν δώσω εἰς χει̃ρας ἐχθρω̃ν αὐτω̃ν καὶ δύναμις βασιλέως Βαβυλω̃νος τοι̃ς ἀποτρέχουσιν ἀπ' αὐτω̃ν
22 ἰδοὺ ἐγὼ συντάσσω φησὶν κύριος καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γη̃ν ταύτην καὶ πολεμήσουσιν ἐπ' αὐτὴν καὶ λήμψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ιουδα καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ κατοικούντων

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 42

1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Ιωακιμ βασιλέως Ιουδα λέγων
2 βάδισον εἰς οἰ̃κον Αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἰ̃κον κυρίου εἰς μίαν τω̃ν αὐλω̃ν καὶ ποτιει̃ς αὐτοὺς οἰ̃νον
3 καὶ ἐξήγαγον τὸν Ιεζονιαν υἱὸν Ιερεμιν υἱου̃ Χαβασιν καὶ τοὺς ἀδελφοὺς αὐτου̃ καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πα̃σαν τὴν οἰκίαν Αρχαβιν
4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἰ̃κον κυρίου εἰς τὸ παστοφόριον υἱω̃ν Ανανιου υἱου̃ Γοδολιου ἀνθρώπου του̃ θεου̃ ὅ ἐστιν ἐγγὺς του̃ οἴκου τω̃ν ἀρχόντων τω̃ν ἐπάνω του̃ οἴκου Μαασαιου υἱου̃ Σελωμ του̃ φυλάσσοντος τὴν αὐλήν
5 καὶ ἔδωκα κατὰ πρόσωπον αὐτω̃ν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἰ̃πα πίετε οἰ̃νον
6 καὶ εἰ̃παν οὐ μὴ πίωμεν οἰ̃νον ὅτι Ιωναδαβ υἱὸς Ρηχαβ ὁ πατὴρ ἡμω̃ν ἐνετείλατο ἡμι̃ν λέγων οὐ μὴ πίητε οἰ̃νον ὑμει̃ς καὶ οἱ υἱοὶ ὑμω̃ν ἕως αἰω̃νος
7 καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε καὶ ἀμπελὼν οὐκ ἔσται ὑμι̃ν ὅτι ἐν σκηναι̃ς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμω̃ν ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τη̃ς γη̃ς ἐφ' ἡ̃ς διατρίβετε ὑμει̃ς ἐπ' αὐτη̃ς
8 καὶ ἠκούσαμεν τη̃ς φωνη̃ς Ιωναδαβ του̃ πατρὸς ἡμω̃ν πρὸς τὸ μὴ πιει̃ν οἰ̃νον πάσας τὰς ἡμέρας ἡμω̃ν ἡμει̃ς καὶ αἱ γυναι̃κες ἡμω̃ν καὶ οἱ υἱοὶ ἡμω̃ν καὶ αἱ θυγατέρες ἡμω̃ν
9 καὶ πρὸς τὸ μὴ οἰκοδομει̃ν οἰκίας του̃ κατοικει̃ν ἐκει̃ καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμι̃ν
10 καὶ ὠ̨κήσαμεν ἐν σκηναι̃ς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμι̃ν Ιωναδαβ ὁ πατὴρ ἡμω̃ν
11 καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γη̃ν καὶ εἴπαμεν εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τη̃ς δυνάμεως τω̃ν Χαλδαίων καὶ ἀπὸ προσώπου τη̃ς δυνάμεως τω̃ν 'Ασσυρίων καὶ ὠ̨κου̃μεν ἐκει̃
12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
13 οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπω̨ Ιουδα καὶ τοι̃ς κατοικου̃σιν Ιερουσαλημ οὐ μὴ λάβητε παιδείαν του̃ ἀκούειν τοὺς λόγους μου
14 ἔστησαν ῥη̃μα υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ ὃ ἐνετείλατο τοι̃ς τέκνοις αὐτου̃ πρὸς τὸ μὴ πιει̃ν οἰ̃νον καὶ οὐκ ἐπίοσαν καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμα̃ς ὄρθρου καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε
15 καὶ ἀπέστειλα πρὸς ὑμα̃ς τοὺς παι̃δάς μου τοὺς προφήτας λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τη̃ς ὁδου̃ αὐτου̃ τη̃ς πονηρα̃ς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ οὐ πορεύσεσθε ὀπίσω θεω̃ν ἑτέρων του̃ δουλεύειν αὐτοι̃ς καὶ οἰκήσετε ἐπὶ τη̃ς γη̃ς ἡ̃ς ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν καὶ οὐκ ἐκλίνατε τὰ ὠ̃τα ὑμω̃ν καὶ οὐκ ἠκούσατε
16 καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ τὴν ἐντολὴν του̃ πατρὸς αὐτω̃ν ὁ δὲ λαὸς οὑ̃τος οὐκ ἤκουσάν μου
17 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ πάντα τὰ κακά ἃ ἐλάλησα ἐπ' αὐτούς
18 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱου̃ Ρηχαβ τὴν ἐντολὴν του̃ πατρὸς αὐτω̃ν ποιει̃ν καθότι ἐνετείλατο αὐτοι̃ς ὁ πατὴρ αὐτω̃ν
19 οὐ μὴ ἐκλίπη̨ ἀνὴρ τω̃ν υἱω̃ν Ιωναδαβ υἱου̃ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τη̃ς γη̃ς

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 43

1 καὶ ἐν τω̨̃ ἐνιαυτω̨̃ τω̨̃ τετάρτω̨ Ιωακιμ υἱου̃ Ιωσια βασιλέως Ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων
2 λαβὲ σεαυτω̨̃ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτου̃ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ' ἡ̃ς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ' ἡμερω̃ν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τη̃ς ἡμέρας ταύτης
3 ἴσως ἀκούσεται ὁ οἰ̃κος Ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιη̃σαι αὐτοι̃ς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδου̃ αὐτω̃ν τη̃ς πονηρα̃ς καὶ ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ ται̃ς ἁμαρτίαις αὐτω̃ν
4 καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου
5 καὶ ἐνετείλατο Ιερεμιας τω̨̃ Βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθει̃ν εἰς οἰ̃κον κυρίου
6 καὶ ἀναγνώση̨ ἐν τω̨̃ χαρτίω̨ τούτω̨ εἰς τὰ ὠ̃τα του̃ λαου̃ ἐν οἴκω̨ κυρίου ἐν ἡμέρα̨ νηστείας καὶ ἐν ὠσὶ παντὸς Ιουδα τω̃ν ἐρχομένων ἐκ πόλεως αὐτω̃ν ἀναγνώση̨ αὐτοι̃ς
7 ἴσως πεσει̃ται ἔλεος αὐτω̃ν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τη̃ς ὁδου̃ αὐτω̃ν τη̃ς πονηρα̃ς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν του̃τον
8 καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτω̨̃ Ιερεμιας του̃ ἀναγνω̃ναι ἐν τω̨̃ βιβλίω̨ λόγους κυρίου ἐν οἴκω̨ κυρίου
9 καὶ ἐγενήθη ἐν τω̨̃ ἔτει τω̨̃ ὀγδόω̨ βασιλει̃ Ιωακιμ τω̨̃ μηνὶ τω̨̃ ἐνάτω̨ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πα̃ς ὁ λαὸς ἐν Ιερουσαλημ καὶ οἰ̃κος Ιουδα
10 καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τω̨̃ βιβλίω̨ τοὺς λόγους Ιερεμιου ἐν οἴκω̨ κυρίου ἐν οἴκω̨ Γαμαριου υἱου̃ Σαφαν του̃ γραμματέως ἐν τη̨̃ αὐλη̨̃ τη̨̃ ἐπάνω ἐν προθύροις πύλης του̃ οἴκου κυρίου τη̃ς καινη̃ς ἐν ὠσὶ παντὸς του̃ λαου̃
11 καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱου̃ Σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ του̃ βιβλίου
12 καὶ κατέβη εἰς οἰ̃κον του̃ βασιλέως εἰς τὸν οἰ̃κον του̃ γραμματέως καὶ ἰδοὺ ἐκει̃ πάντες οἱ ἄρχοντες ἐκάθηντο Ελισαμα ὁ γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναθαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαφαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες
13 καὶ ἀνήγγειλεν αὐτοι̃ς Μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος του̃ Βαρουχ εἰς τὰ ὠ̃τα του̃ λαου̃
14 καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναθανιου υἱου̃ Σελεμιου υἱου̃ Χουσι λέγοντες τὸ χαρτίον ἐν ὡ̨̃ σὺ ἀναγινώσκεις ἐν αὐτω̨̃ ἐν ὠσὶ του̃ λαου̃ λαβὲ αὐτὸ εἰς τὴν χει̃ρά σου καὶ ἡ̃κε καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς
15 καὶ εἰ̃παν αὐτω̨̃ πάλιν ἀνάγνωθι εἰς τὰ ὠ̃τα ἡμω̃ν καὶ ἀνέγνω Βαρουχ
16 καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ καὶ εἰ̃παν ἀναγγέλλοντες ἀναγγείλωμεν τω̨̃ βασιλει̃ ἅπαντας τοὺς λόγους τούτους
17 καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους
18 καὶ εἰ̃πεν Βαρουχ ἀπὸ στόματος αὐτου̃ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίω̨
19 καὶ εἰ̃παν τω̨̃ Βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ Ιερεμιας ἄνθρωπος μὴ γνώτω που̃ ὑμει̃ς
20 καὶ εἰση̃λθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκω̨ Ελισαμα καὶ ἀνήγγειλαν τω̨̃ βασιλει̃ πάντας τοὺς λόγους
21 καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ιουδιν λαβει̃ν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὠ̃τα του̃ βασιλέως καὶ εἰς τὰ ὠ̃τα πάντων τω̃ν ἀρχόντων τω̃ν ἑστηκότων περὶ τὸν βασιλέα
22 καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκω̨ χειμερινω̨̃ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτου̃
23 καὶ ἐγενήθη ἀναγινώσκοντος Ιουδιν τρει̃ς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τω̨̃ ξυρω̨̃ του̃ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πυ̃ρ τὸ ἐπὶ τη̃ς ἐσχάρας ἕως ἐξέλιπεν πα̃ς ὁ χάρτης εἰς τὸ πυ̃ρ τὸ ἐπὶ τη̃ς ἐσχάρας
24 καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν ὁ βασιλεὺς καὶ οἱ παι̃δες αὐτου̃ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους
25 καὶ Ελναθαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέθεντο τω̨̃ βασιλει̃ πρὸς τὸ μὴ κατακαυ̃σαι τὸ χαρτίον
26 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Ιερεμεηλ υἱω̨̃ του̃ βασιλέως καὶ τω̨̃ Σαραια υἱω̨̃ Εσριηλ συλλαβει̃ν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν καὶ κατεκρύβησαν
27 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαυ̃σαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου λέγων
28 πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ του̃ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς Ιωακιμ
29 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον του̃το λέγων διὰ τί ἔγραψας ἐπ' αὐτω̨̃ λέγων εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς Βαβυλω̃νος καὶ ἐξολεθρεύσει τὴν γη̃ν ταύτην καὶ ἐκλείψει ἀπ' αὐτη̃ς ἄνθρωπος καὶ κτήνη
30 διὰ του̃το οὕτως εἰ̃πεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα οὐκ ἔσται αὐτω̨̃ καθήμενος ἐπὶ θρόνου Δαυιδ καὶ τὸ θνησιμαι̃ον αὐτου̃ ἔσται ἐρριμμένον ἐν τω̨̃ καύματι τη̃ς ἡμέρας καὶ ἐν τω̨̃ παγετω̨̃ τη̃ς νυκτός
31 καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτου̃ καὶ ἐπὶ τοὺς παι̃δας αὐτου̃ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ καὶ ἐπὶ γη̃ν Ιουδα πάντα τὰ κακά ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν
32 καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτω̨̃ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους του̃ βιβλίου οὑ̃ κατέκαυσεν Ιωακιμ καὶ ἔτι προσετέθησαν αὐτω̨̃ λόγοι πλείονες ὡς οὑ̃τοι

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 44

1 καὶ ἐβασίλευσεν Σεδεκιας υἱὸς Ιωσια ἀντὶ Ιωακιμ ὃν ἐβασίλευσεν Ναβουχοδονοσορ βασιλεύειν του̃ Ιουδα
2 καὶ οὐκ ἤκουσεν αὐτὸς καὶ οἱ παι̃δες αὐτου̃ καὶ ὁ λαὸς τη̃ς γη̃ς τοὺς λόγους κυρίου οὓς ἐλάλησεν ἐν χειρὶ Ιερεμιου
3 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σεδεκιας τὸν Ιωαχαλ υἱὸν Σελεμιου καὶ τὸν Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα πρὸς Ιερεμιαν λέγων πρόσευξαι δὴ περὶ ἡμω̃ν πρὸς κύριον
4 καὶ Ιερεμιας ἠ̃λθεν καὶ διη̃λθεν διὰ μέσου τη̃ς πόλεως καὶ οὐκ ἔδωκαν αὐτὸν εἰς οἰ̃κον τη̃ς φυλακη̃ς
5 καὶ δύναμις Φαραω ἐξη̃λθεν ἐξ Αἰγύπτου καὶ ἤκουσαν οἱ Χαλδαι̃οι τὴν ἀκοὴν αὐτω̃ν καὶ ἀνέβησαν ἀπὸ Ιερουσαλημ
6 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
7 οὕτως εἰ̃πεν κύριος οὕτως ἐρει̃ς πρὸς βασιλέα Ιουδα τὸν ἀποστείλαντα πρὸς σὲ του̃ ἐκζητη̃σαί με ἰδοὺ δύναμις Φαραω ἡ ἐξελθου̃σα ὑμι̃ν εἰς βοήθειαν ἀποστρέψουσιν εἰς γη̃ν Αἰγύπτου
8 καὶ ἀναστρέψουσιν αὐτοὶ οἱ Χαλδαι̃οι καὶ πολεμήσουσιν ἐπὶ τὴν πόλιν ταύτην καὶ συλλήμψονται αὐτὴν καὶ καύσουσιν αὐτὴν ἐν πυρί
9 ὅτι οὕτως εἰ̃πεν κύριος μὴ ὑπολάβητε ται̃ς ψυχαι̃ς ὑμω̃ν λέγοντες ἀποτρέχοντες ἀπελεύσονται ἀφ' ἡμω̃ν οἱ Χαλδαι̃οι ὅτι οὐ μὴ ἀπέλθωσιν
10 καὶ ἐὰν πατάξητε πα̃σαν δύναμιν τω̃ν Χαλδαίων τοὺς πολεμου̃ντας ὑμα̃ς καὶ καταλειφθω̃σίν τινες ἐκκεκεντημένοι ἕκαστος ἐν τω̨̃ τόπω̨ αὐτου̃ οὑ̃τοι ἀναστήσονται καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρί
11 καὶ ἐγένετο ὅτε ἀνέβη ἡ δύναμις τω̃ν Χαλδαίων ἀπὸ Ιερουσαλημ ἀπὸ προσώπου τη̃ς δυνάμεως Φαραω
12 ἐξη̃λθεν Ιερεμιας ἀπὸ Ιερουσαλημ του̃ πορευθη̃ναι εἰς γη̃ν Βενιαμιν του̃ ἀγοράσαι ἐκει̃θεν ἐν μέσω̨ του̃ λαου̃
13 καὶ ἐγένετο αὐτὸς ἐν πύλη̨ Βενιαμιν καὶ ἐκει̃ ἄνθρωπος παρ' ὡ̨̃ κατέλυεν Σαρουιας υἱὸς Σελεμιου υἱου̃ Ανανιου καὶ συνέλαβεν τὸν Ιερεμιαν λέγων πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις
14 καὶ εἰ̃πεν ψευ̃δος οὐκ εἰς τοὺς Χαλδαίους ἐγὼ φεύγω καὶ οὐκ ἤκουσεν αὐτου̃ καὶ συνέλαβεν Σαρουιας τὸν Ιερεμιαν καὶ εἰσήγαγεν αὐτὸν πρὸς τοὺς ἄρχοντας
15 καὶ ἐπικράνθησαν οἱ ἄρχοντες ἐπὶ Ιερεμιαν καὶ ἐπάταξαν αὐτὸν καὶ ἀπέστειλαν αὐτὸν εἰς τὴν οἰκίαν Ιωναθαν του̃ γραμματέως ὅτι ταύτην ἐποίησαν εἰς οἰκίαν φυλακη̃ς
16 καὶ ἠ̃λθεν Ιερεμιας εἰς οἰκίαν του̃ λάκκου καὶ εἰς τὴν χερεθ καὶ ἐκάθισεν ἐκει̃ ἡμέρας πολλάς
17 καὶ ἀπέστειλεν Σεδεκιας καὶ ἐκάλεσεν αὐτόν καὶ ἠρώτα αὐτὸν ὁ βασιλεὺς κρυφαίως εἰπει̃ν εἰ ἔστιν λόγος παρὰ κυρίου καὶ εἰ̃πεν ἔστιν εἰς χει̃ρας βασιλέως Βαβυλω̃νος παραδοθήση̨
18 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ βασιλει̃ τί ἠδίκησά σε καὶ τοὺς παι̃δάς σου καὶ τὸν λαὸν του̃τον ὅτι σὺ δίδως με εἰς οἰκίαν φυλακη̃ς
19 καὶ που̃ εἰσιν οἱ προφη̃ται ὑμω̃ν οἱ προφητεύσαντες ὑμι̃ν λέγοντες ὅτι οὐ μὴ ἔλθη̨ βασιλεὺς Βαβυλω̃νος ἐπὶ τὴν γη̃ν ταύτην
20 καὶ νυ̃ν κύριε βασιλευ̃ πεσέτω τὸ ἔλεός μου κατὰ πρόσωπόν σου καὶ τί ἀποστρέφεις με εἰς οἰκίαν Ιωναθαν του̃ γραμματέως καὶ οὐ μὴ ἀποθάνω ἐκει̃
21 καὶ συνέταξεν ὁ βασιλεὺς καὶ ἐνεβάλοσαν αὐτὸν εἰς οἰκίαν τη̃ς φυλακη̃ς καὶ ἐδίδοσαν αὐτω̨̃ ἄρτον ἕνα τη̃ς ἡμέρας ἔξωθεν οὑ̃ πέσσουσιν ἕως ἐξέλιπον οἱ ἄρτοι ἐκ τη̃ς πόλεως καὶ ἐκάθισεν Ιερεμιας ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς

ΙΕΡΕΜΊΑΣ, κεφαλίς 45

1 καὶ ἤκουσεν Σαφατιας υἱὸς Μαθαν καὶ Γοδολιας υἱὸς Πασχωρ καὶ Ιωαχαλ υἱὸς Σελεμιου τοὺς λόγους οὓς ἐλάλει Ιερεμιας ἐπὶ τὸν λαὸν λέγων
2 οὕτως εἰ̃πεν κύριος ὁ κατοικω̃ν ἐν τη̨̃ πόλει ταύτη̨ ἀποθανει̃ται ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ καὶ ὁ ἐκπορευόμενος πρὸς τοὺς Χαλδαίους ζήσεται καὶ ἔσται ἡ ψυχὴ αὐτου̃ εἰς εὕρεμα καὶ ζήσεται
3 ὅτι οὕτως εἰ̃πεν κύριος παραδιδομένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας δυνάμεως βασιλέως Βαβυλω̃νος καὶ συλλήμψεται αὐτήν
4 καὶ εἰ̃παν τω̨̃ βασιλει̃ ἀναιρεθήτω δὴ ὁ ἄνθρωπος ἐκει̃νος ὅτι αὐτὸς ἐκλύει τὰς χει̃ρας τω̃ν ἀνθρώπων τω̃ν πολεμούντων τω̃ν καταλειπομένων ἐν τη̨̃ πόλει καὶ τὰς χει̃ρας παντὸς του̃ λαου̃ λαλω̃ν πρὸς αὐτοὺς κατὰ τοὺς λόγους τούτους ὅτι ὁ ἄνθρωπος οὑ̃τος οὐ χρησμολογει̃ εἰρήνην τω̨̃ λαω̨̃ τούτω̨ ἀλλ' ἢ πονηρά
5 καὶ εἰ̃πεν ὁ βασιλεύς ἰδοὺ αὐτὸς ἐν χερσὶν ὑμω̃ν ὅτι οὐκ ἠδύνατο ὁ βασιλεὺς πρὸς αὐτούς
6 καὶ ἔρριψαν αὐτὸν εἰς τὸν λάκκον Μελχιου υἱου̃ του̃ βασιλέως ὃς ἠ̃ν ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς καὶ ἐχάλασαν αὐτὸν εἰς τὸν λάκκον καὶ ἐν τω̨̃ λάκκω̨ οὐκ ἠ̃ν ὕδωρ ἀλλ' ἢ βόρβορος καὶ ἠ̃ν ἐν τω̨̃ βορβόρω̨
7 καὶ ἤκουσεν Αβδεμελεχ ὁ Αἰθίοψ καὶ αὐτὸς ἐν οἰκία̨ του̃ βασιλέως ὅτι ἔδωκαν Ιερεμιαν εἰς τὸν λάκκον καὶ ὁ βασιλεὺς ἠ̃ν ἐν τη̨̃ πύλη̨ Βενιαμιν
8 καὶ ἐξη̃λθεν πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν
9 ἐπονηρεύσω ἃ ἐποίησας του̃ ἀποκτει̃ναι τὸν ἄνθρωπον του̃τον ἀπὸ προσώπου του̃ λιμου̃ ὅτι οὐκ εἰσὶν ἔτι ἄρτοι ἐν τη̨̃ πόλει
10 καὶ ἐνετείλατο ὁ βασιλεὺς τω̨̃ Αβδεμελεχ λέγων λαβὲ εἰς τὰς χει̃ράς σου ἐντευ̃θεν τριάκοντα ἀνθρώπους καὶ ἀνάγαγε αὐτὸν ἐκ του̃ λάκκου ἵνα μὴ ἀποθάνη̨
11 καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰση̃λθεν εἰς τὴν οἰκίαν του̃ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκει̃θεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον
12 καὶ εἰ̃πεν ταυ̃τα θὲς ὑποκάτω τω̃ν σχοινίων καὶ ἐποίησεν Ιερεμιας οὕτως
13 καὶ εἵλκυσαν αὐτὸν τοι̃ς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ του̃ λάκκου καὶ ἐκάθισεν Ιερεμιας ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς
14 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν αὐτὸν πρὸς ἑαυτὸν εἰς οἰκίαν ασελισι τὴν ἐν οἴκω̨ κυρίου καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἐρωτήσω σε λόγον καὶ μὴ δὴ κρύψη̨ς ἀπ' ἐμου̃ ῥη̃μα
15 καὶ εἰ̃πεν Ιερεμιας τω̨̃ βασιλει̃ ἐὰν ἀναγγείλω σοι οὐχὶ θανάτω̨ με θανατώσεις καὶ ἐὰν συμβουλεύσω σοι οὐ μὴ ἀκούση̨ς μου
16 καὶ ὤμοσεν αὐτω̨̃ ὁ βασιλεὺς λέγων ζη̨̃ κύριος ὃς ἐποίησεν ἡμι̃ν τὴν ψυχὴν ταύτην εἰ ἀποκτενω̃ σε καὶ εἰ δώσω σε εἰς χει̃ρας τω̃ν ἀνθρώπων τούτων
17 καὶ εἰ̃πεν αὐτω̨̃ Ιερεμιας οὕτως εἰ̃πεν κύριος ἐὰν ἐξελθὼν ἐξέλθη̨ς πρὸς ἡγεμόνας βασιλέως Βαβυλω̃νος καὶ ζήσεται ἡ ψυχή σου καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθη̨̃ ἐν πυρί καὶ ζήση̨ σὺ καὶ ἡ οἰκία σου
18 καὶ ἐὰν μὴ ἐξέλθη̨ς δοθήσεται ἡ πόλις αὕτη εἰς χει̃ρας τω̃ν Χαλδαίων καὶ καύσουσιν αὐτὴν ἐν πυρί καὶ σὺ οὐ μὴ σωθη̨̃ς
19 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Ιερεμια ἐγὼ λόγον ἔχω τω̃ν Ιουδαίων τω̃ν πεφευγότων πρὸς τοὺς Χαλδαίους μὴ δώσειν με εἰς χει̃ρας αὐτω̃ν καὶ καταμωκήσονταί μου
20 καὶ εἰ̃πεν Ιερεμιας οὐ μὴ παραδω̃σίν σε ἄκουσον τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω πρὸς σέ καὶ βέλτιον ἔσται σοι καὶ ζήσεται ἡ ψυχή σου
21 καὶ εἰ μὴ θέλεις σὺ ἐξελθει̃ν οὑ̃τος ὁ λόγος ὃν ἔδειξέν μοι κύριος
22 καὶ ἰδοὺ πα̃σαι αἱ γυναι̃κες αἱ καταλειφθει̃σαι ἐν οἰκία̨ βασιλέως Ιουδα ἐξήγοντο πρὸς ἄρχοντας βασιλέως Βαβυλω̃νος καὶ αὑ̃ται ἔλεγον ἠπάτησάν σε καὶ δυνήσονταί σοι ἄνδρες εἰρηνικοί σου καὶ καταλύσουσιν ἐν ὀλισθήμασιν πόδας σου ἀπέστρεψαν ἀπὸ σου̃
23 καὶ τὰς γυναι̃κάς σου καὶ τὰ τέκνα σου ἐξάξουσιν πρὸς τοὺς Χαλδαίους καὶ σὺ οὐ μὴ σωθη̨̃ς ὅτι ἐν χειρὶ βασιλέως Βαβυλω̃νος συλλημφθήση̨ καὶ ἡ πόλις αὕτη κατακαυθήσεται
24 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἄνθρωπος μὴ γνώτω ἐκ τω̃ν λόγων τούτων καὶ σὺ οὐ μὴ ἀποθάνη̨ς
25 καὶ ἐὰν ἀκούσωσιν οἱ ἄρχοντες ὅτι ἐλάλησά σοι καὶ ἔλθωσιν πρὸς σὲ καὶ εἴπωσίν σοι ἀνάγγειλον ἡμι̃ν τί ἐλάλησέν σοι ὁ βασιλεύς μὴ κρύψη̨ς ἀφ' ἡμω̃ν καὶ οὐ μὴ ἀνέλωμέν σε καὶ τί ἐλάλησεν πρὸς σὲ ὁ βασιλεύς
26 καὶ ἐρει̃ς αὐτοι̃ς ῥίπτω ἐγὼ τὸ ἔλεός μου κατ' ὀφθαλμοὺς του̃ βασιλέως πρὸς τὸ μὴ ἀποστρέψαι με εἰς οἰκίαν Ιωναθαν ἀποθανει̃ν ἐκει̃
27 καὶ ἤλθοσαν πάντες οἱ ἄρχοντες πρὸς Ιερεμιαν καὶ ἠρώτησαν αὐτόν καὶ ἀνήγγειλεν αὐτοι̃ς κατὰ πάντας τοὺς λόγους τούτους οὓς ἐνετείλατο αὐτω̨̃ ὁ βασιλεύς καὶ ἀπεσιώπησαν ὅτι οὐκ ἠκούσθη λόγος κυρίου
28 καὶ ἐκάθισεν Ιερεμιας ἐν τη̨̃ αὐλη̨̃ τη̃ς φυλακη̃ς ἕως χρόνου οὑ̃ συνελήμφθη Ιερουσαλημ
Читать далее:ΙΕΡΕΜΊΑΣ, κεφαλίς 46
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).