ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 2,
στἰχοι 5-13
5 τάδε λέγει κύριος τί εὕροσαν οἱ πατέρες ὑμω̃ν ἐν ἐμοὶ πλημμέλημα ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμου̃ καὶ ἐπορεύθησαν ὀπίσω τω̃ν ματαίων καὶ ἐματαιώθησαν |
6 καὶ οὐκ εἰ̃παν που̃ ἐστιν κύριος ὁ ἀναγαγὼν ἡμα̃ς ἐκ γη̃ς Αἰγύπτου ὁ καθοδηγήσας ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ἐν γη̨̃ ἀπείρω̨ καὶ ἀβάτω̨ ἐν γη̨̃ ἀνύδρω̨ καὶ ἀκάρπω̨ ἐν γη̨̃ ἐν ἡ̨̃ οὐ διώδευσεν ἐν αὐτη̨̃ οὐθὲν καὶ οὐ κατώ̨κησεν ἐκει̃ υἱὸς ἀνθρώπου |
7 καὶ εἰσήγαγον ὑμα̃ς εἰς τὸν Κάρμηλον του̃ φαγει̃ν ὑμα̃ς τοὺς καρποὺς αὐτου̃ καὶ τὰ ἀγαθὰ αὐτου̃ καὶ εἰσήλθατε καὶ ἐμιάνατε τὴν γη̃ν μου καὶ τὴν κληρονομίαν μου ἔθεσθε εἰς βδέλυγμα |
8 οἱ ἱερει̃ς οὐκ εἰ̃παν που̃ ἐστιν κύριος καὶ οἱ ἀντεχόμενοι του̃ νόμου οὐκ ἠπίσταντό με καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ καὶ οἱ προφη̃ται ἐπροφήτευον τη̨̃ Βααλ καὶ ὀπίσω ἀνωφελου̃ς ἐπορεύθησαν |
9 διὰ του̃το ἔτι κριθήσομαι πρὸς ὑμα̃ς λέγει κύριος καὶ πρὸς τοὺς υἱοὺς τω̃ν υἱω̃ν ὑμω̃ν κριθήσομαι |
10 διότι διέλθετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σφόδρα καὶ ἴδετε εἰ γέγονεν τοιαυ̃τα |
11 εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτω̃ν καὶ οὑ̃τοι οὔκ εἰσιν θεοί ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτου̃ ἐξ ἡ̃ς οὐκ ὠφεληθήσονται |
12 ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτω̨ καὶ ἔφριξεν ἐπὶ πλει̃ον σφόδρα λέγει κύριος |
13 ὅτι δύο πονηρὰ ἐποίησεν ὁ λαός μου ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζωη̃ς καὶ ὤρυξαν ἑαυτοι̃ς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.