1 ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου εἰπει̃ν |
2 οὕτως εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λέγων γράψον πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σέ ἐπὶ βιβλίου |
3 ὅτι ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστρέψω τὴν ἀποικίαν λαου̃ μου Ισραηλ καὶ Ιουδα εἰ̃πεν κύριος καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γη̃ν ἣν ἔδωκα τοι̃ς πατράσιν αὐτω̃ν καὶ κυριεύσουσιν αὐτη̃ς |
4 καὶ οὑ̃τοι οἱ λόγοι οὓς ἐλάλησεν κύριος ἐπὶ Ισραηλ καὶ Ιουδα |
5 οὕτως εἰ̃πεν κύριος φωνὴν φόβου ἀκούσεσθε φόβος καὶ οὐκ ἔστιν εἰρήνη |
6 ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν καὶ περὶ φόβου ἐν ὡ̨̃ καθέξουσιν ὀσφὺν καὶ σωτηρίαν διότι ἑώρακα πάντα ἄνθρωπον καὶ αἱ χει̃ρες αὐτου̃ ἐπὶ τη̃ς ὀσφύος αὐτου̃ ἐστράφησαν πρόσωπα εἰς ἴκτερον |
7 ἐγενήθη ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη καὶ οὐκ ἔστιν τοιαύτη καὶ χρόνος στενός ἐστιν τω̨̃ Ιακωβ καὶ ἀπὸ τούτου σωθήσεται |
8 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰ̃πεν κύριος συντρίψω τὸν ζυγὸν ἀπὸ του̃ τραχήλου αὐτω̃ν καὶ τοὺς δεσμοὺς αὐτω̃ν διαρρήξω καὶ οὐκ ἐργω̃νται αὐτοὶ ἔτι ἀλλοτρίοις |
9 καὶ ἐργω̃νται τω̨̃ κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ τὸν Δαυιδ βασιλέα αὐτω̃ν ἀναστήσω αὐτοι̃ς |
|
|
12 οὕτως εἰ̃πεν κύριος ἀνέστησα σύντριμμα ἀλγηρὰ ἡ πληγή σου |
13 οὐκ ἔστιν κρίνων κρίσιν σου εἰς ἀλγηρὸν ἰατρεύθης ὠφέλεια οὐκ ἔστιν σοι |
14 πάντες οἱ φίλοι σου ἐπελάθοντό σου οὐ μὴ ἐπερωτήσουσιν ὅτι πληγὴν ἐχθρου̃ ἔπαισά σε παιδείαν στερεάν ἐπὶ πα̃σαν ἀδικίαν σου ἐπλήθυναν αἱ ἁμαρτίαι σου |
|
16 διὰ του̃το πάντες οἱ ἔσθοντές σε βρωθήσονται καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτω̃ν πα̃ν ἔδονται ἐπὶ πλη̃θος ἀδικιω̃ν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου ἐποίησαν ταυ̃τά σοι καὶ ἔσονται οἱ διαφορου̃ντές σε εἰς διαφόρημα καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν |
17 ὅτι ἀνάξω τὸ ἴαμά σου ἀπὸ πληγη̃ς ὀδυνηρα̃ς ἰατρεύσω σε φησὶν κύριος ὅτι ἐσπαρμένη ἐκλήθης θήρευμα ὑμω̃ν ἐστιν ὅτι ζητω̃ν οὐκ ἔστιν αὐτήν |
18 οὕτως εἰ̃πεν κύριος ἰδοὺ ἐγὼ ἀποστρέψω τὴν ἀποικίαν Ιακωβ καὶ αἰχμαλωσίαν αὐτου̃ ἐλεήσω καὶ οἰκοδομηθήσεται πόλις ἐπὶ τὸ ὕψος αὐτη̃ς καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτου̃ καθεδει̃ται |
19 καὶ ἐξελεύσονται ἀπ' αὐτω̃ν ἄ̨δοντες καὶ φωνὴ παιζόντων καὶ πλεονάσω αὐτούς καὶ οὐ μὴ ἐλαττωθω̃σιν |
20 καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτω̃ν ὡς τὸ πρότερον καὶ τὰ μαρτύρια αὐτω̃ν κατὰ πρόσωπόν μου ὀρθωθήσεται καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς |
21 καὶ ἔσονται ἰσχυρότεροι αὐτου̃ ἐπ' αὐτούς καὶ ὁ ἄρχων αὐτου̃ ἐξ αὐτου̃ ἐξελεύσεται καὶ συνάξω αὐτούς καὶ ἀποστρέψουσιν πρός με ὅτι τίς ἐστιν οὑ̃τος ὃς ἔδωκεν τὴν καρδίαν αὐτου̃ ἀποστρέψαι πρός με φησὶν κύριος |
|
23 ὅτι ὀργὴ κυρίου ἐξη̃λθεν θυμώδης ἐξη̃λθεν ὀργὴ στρεφομένη ἐπ' ἀσεβει̃ς ἥξει |
24 οὐ μὴ ἀποστραφη̨̃ ὀργὴ θυμου̃ κυρίου ἕως ποιήση̨ καὶ ἕως καταστήση̨ ἐγχείρημα καρδίας αὐτου̃ ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν γνώσεσθε αὐτά |