ΙΕΡΕΜΊΑΣ,
κεφαλίς 5,
στἰχοι 26-31
26 ὅτι εὑρέθησαν ἐν τω̨̃ λαω̨̃ μου ἀσεβει̃ς καὶ παγίδας ἔστησαν διαφθει̃ραι ἄνδρας καὶ συνελαμβάνοσαν |
27 ὡς παγὶς ἐφεσταμένη πλήρης πετεινω̃ν οὕτως οἱ οἰ̃κοι αὐτω̃ν πλήρεις δόλου διὰ του̃το ἐμεγαλύνθησαν καὶ ἐπλούτησαν |
28 καὶ παρέβησαν κρίσιν οὐκ ἔκριναν κρίσιν ὀρφανου̃ καὶ κρίσιν χήρας οὐκ ἐκρίνοσαν |
29 μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι λέγει κύριος ἢ ἐν ἔθνει τω̨̃ τοιούτω̨ οὐκ ἐκδικήσει ἡ ψυχή μου |
30 ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τη̃ς γη̃ς |
31 οἱ προφη̃ται προφητεύουσιν ἄδικα καὶ οἱ ἱερει̃ς ἐπεκρότησαν ται̃ς χερσὶν αὐτω̃ν καὶ ὁ λαός μου ἠγάπησεν οὕτως καὶ τί ποιήσετε εἰς τὰ μετὰ ταυ̃τα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.