|
2 ἀκούσατε λόγον κυρίου πα̃σα ἡ Ιουδαία |
3 τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ διορθώσατε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ κατοικιω̃ ὑμα̃ς ἐν τω̨̃ τόπω̨ τούτω̨ |
4 μὴ πεποίθατε ἐφ' ἑαυτοι̃ς ἐπὶ λόγοις ψευδέσιν ὅτι τὸ παράπαν οὐκ ὠφελήσουσιν ὑμα̃ς λέγοντες ναὸς κυρίου ναὸς κυρίου ἐστίν |
5 ὅτι ἐὰν διορθου̃ντες διορθώσητε τὰς ὁδοὺς ὑμω̃ν καὶ τὰ ἐπιτηδεύματα ὑμω̃ν καὶ ποιου̃ντες ποιήσητε κρίσιν ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον του̃ πλησίον αὐτου̃ |
6 καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύσητε καὶ αἱ̃μα ἀθω̨̃ον μὴ ἐκχέητε ἐν τω̨̃ τόπω̨ τούτω̨ καὶ ὀπίσω θεω̃ν ἀλλοτρίων μὴ πορεύησθε εἰς κακὸν ὑμι̃ν |
7 καὶ κατοικιω̃ ὑμα̃ς ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐν γη̨̃ ἡ̨̃ ἔδωκα τοι̃ς πατράσιν ὑμω̃ν ἐξ αἰω̃νος καὶ ἕως αἰω̃νος |
8 εἰ δὲ ὑμει̃ς πεποίθατε ἐπὶ λόγοις ψευδέσιν ὅθεν οὐκ ὠφεληθήσεσθε |
9 καὶ φονεύετε καὶ μοιχα̃σθε καὶ κλέπτετε καὶ ὀμνύετε ἐπ' ἀδίκω̨ καὶ ἐθυμια̃τε τη̨̃ Βααλ καὶ ἐπορεύεσθε ὀπίσω θεω̃ν ἀλλοτρίων ὡ̃ν οὐκ οἴδατε του̃ κακω̃ς εἰ̃ναι ὑμι̃ν |
10 καὶ ἤλθετε καὶ ἔστητε ἐνώπιον ἐμου̃ ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ καὶ εἴπατε ἀπεσχήμεθα του̃ μὴ ποιει̃ν πάντα τὰ βδελύγματα ταυ̃τα |
11 μὴ σπήλαιον λη̨στω̃ν ὁ οἰ̃κός μου οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐκει̃ ἐνώπιον ὑμω̃ν καὶ ἐγὼ ἰδοὺ ἑώρακα λέγει κύριος |
12 ὅτι πορεύθητε εἰς τὸν τόπον μου τὸν ἐν Σηλωμ οὑ̃ κατεσκήνωσα τὸ ὄνομά μου ἐκει̃ ἔμπροσθεν καὶ ἴδετε ἃ ἐποίησα αὐτω̨̃ ἀπὸ προσώπου κακίας λαου̃ μου Ισραηλ |
13 καὶ νυ̃ν ἀνθ' ὡ̃ν ἐποιήσατε πάντα τὰ ἔργα ταυ̃τα καὶ ἐλάλησα πρὸς ὑμα̃ς καὶ οὐκ ἠκούσατέ μου καὶ ἐκάλεσα ὑμα̃ς καὶ οὐκ ἀπεκρίθητε |
14 καὶ ποιήσω τω̨̃ οἴκω̨ τούτω̨ ὡ̨̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτω̨̃ ἐφ' ὡ̨̃ ὑμει̃ς πεποίθατε ἐπ' αὐτω̨̃ καὶ τω̨̃ τόπω̨ ὡ̨̃ ἔδωκα ὑμι̃ν καὶ τοι̃ς πατράσιν ὑμω̃ν καθὼς ἐποίησα τη̨̃ Σηλωμ |
15 καὶ ἀπορρίψω ὑμα̃ς ἀπὸ προσώπου μου καθὼς ἀπέρριψα τοὺς ἀδελφοὺς ὑμω̃ν πα̃ν τὸ σπέρμα Εφραιμ |
16 καὶ σὺ μὴ προσεύχου περὶ του̃ λαου̃ τούτου καὶ μὴ ἀξίου του̃ ἐλεηθη̃ναι αὐτοὺς καὶ μὴ εὔχου καὶ μὴ προσέλθη̨ς μοι περὶ αὐτω̃ν ὅτι οὐκ εἰσακούσομαι |
17 ἠ̃ οὐχ ὁρα̨̃ς τί αὐτοὶ ποιου̃σιν ἐν ται̃ς πόλεσιν Ιουδα καὶ ἐν ται̃ς ὁδοι̃ς Ιερουσαλημ |
18 οἱ υἱοὶ αὐτω̃ν συλλέγουσιν ξύλα καὶ οἱ πατέρες αὐτω̃ν καίουσι πυ̃ρ καὶ αἱ γυναι̃κες αὐτω̃ν τρίβουσιν σται̃ς του̃ ποιη̃σαι χαυω̃νας τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καὶ ἔσπεισαν σπονδὰς θεοι̃ς ἀλλοτρίοις ἵνα παροργίσωσίν με |
19 μὴ ἐμὲ αὐτοὶ παροργίζουσιν λέγει κύριος οὐχὶ ἑαυτούς ὅπως καταισχυνθη̨̃ τὰ πρόσωπα αὐτω̃ν |
20 διὰ του̃το τάδε λέγει κύριος ἰδοὺ ὀργὴ καὶ θυμός μου χει̃ται ἐπὶ τὸν τόπον του̃τον καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη καὶ ἐπὶ πα̃ν ξύλον του̃ ἀγρου̃ αὐτω̃ν καὶ ἐπὶ πάντα τὰ γενήματα τη̃ς γη̃ς καὶ καυθήσεται καὶ οὐ σβεσθήσεται |
21 τάδε λέγει κύριος τὰ ὁλοκαυτώματα ὑμω̃ν συναγάγετε μετὰ τω̃ν θυσιω̃ν ὑμω̃ν καὶ φάγετε κρέα |
22 ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμω̃ν καὶ οὐκ ἐνετειλάμην αὐτοι̃ς ἐν ἡμέρα̨ ἡ̨̃ ἀνήγαγον αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου περὶ ὁλοκαυτωμάτων καὶ θυσίας |
23 ἀλλ' ἢ τὸ ῥη̃μα του̃το ἐνετειλάμην αὐτοι̃ς λέγων ἀκούσατε τη̃ς φωνη̃ς μου καὶ ἔσομαι ὑμι̃ν εἰς θεόν καὶ ὑμει̃ς ἔσεσθέ μοι εἰς λαόν καὶ πορεύεσθε ἐν πάσαις ται̃ς ὁδοι̃ς μου αἱ̃ς ἂν ἐντείλωμαι ὑμι̃ν ὅπως ἂν εὐ̃ ἠ̨̃ ὑμι̃ν |
24 καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὐ̃ς αὐτω̃ν ἀλλ' ἐπορεύθησαν ἐν τοι̃ς ἐνθυμήμασιν τη̃ς καρδίας αὐτω̃ν τη̃ς κακη̃ς καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν καὶ οὐκ εἰς τὰ ἔμπροσθεν |
25 ἀφ' ἡ̃ς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου καὶ ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐξαπέστειλα πρὸς ὑμα̃ς πάντας τοὺς δούλους μου τοὺς προφήτας ἡμέρας καὶ ὄρθρου καὶ ἀπέστειλα |
26 καὶ οὐκ ἤκουσάν μου καὶ οὐ προσέσχεν τὸ οὐ̃ς αὐτω̃ν καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτω̃ν ὑπὲρ τοὺς πατέρας αὐτω̃ν |
27 καὶ ἐρει̃ς αὐτοι̃ς τὸν λόγον του̃τον του̃το τὸ ἔθνος ὃ οὐκ ἤκουσεν τη̃ς φωνη̃ς κυρίου οὐδὲ ἐδέξατο παιδείαν ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτω̃ν |
|
29 κει̃ραι τὴν κεφαλήν σου καὶ ἀπόρριπτε καὶ ἀνάλαβε ἐπὶ χειλέων θρη̃νον ὅτι ἀπεδοκίμασεν κύριος καὶ ἀπώσατο τὴν γενεὰν τὴν ποιου̃σαν ταυ̃τα |
30 ὅτι ἐποίησαν οἱ υἱοὶ Ιουδα τὸ πονηρὸν ἐναντίον ἐμου̃ λέγει κύριος ἔταξαν τὰ βδελύγματα αὐτω̃ν ἐν τω̨̃ οἴκω̨ οὑ̃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτόν του̃ μια̃ναι αὐτόν |
31 καὶ ὠ̨κοδόμησαν τὸν βωμὸν του̃ Ταφεθ ὅς ἐστιν ἐν φάραγγι υἱου̃ Εννομ του̃ κατακαίειν τοὺς υἱοὺς αὐτω̃ν καὶ τὰς θυγατέρας αὐτω̃ν ἐν πυρί ὃ οὐκ ἐνετειλάμην αὐτοι̃ς καὶ οὐ διενοήθην ἐν τη̨̃ καρδία̨ μου |
32 διὰ του̃το ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐρου̃σιν ἔτι βωμὸς του̃ Ταφεθ καὶ φάραγξ υἱου̃ Εννομ ἀλλ' ἢ φάραγξ τω̃ν ἀνη̨ρημένων καὶ θάψουσιν ἐν τω̨̃ Ταφεθ διὰ τὸ μὴ ὑπάρχειν τόπον |
33 καὶ ἔσονται οἱ νεκροὶ του̃ λαου̃ τούτου εἰς βρω̃σιν τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ οὐκ ἔσται ὁ ἀποσοβω̃ν |
34 καὶ καταλύσω ἐκ πόλεων Ιουδα καὶ ἐκ διόδων Ιερουσαλημ φωνὴν εὐφραινομένων καὶ φωνὴν χαιρόντων φωνὴν νυμφίου καὶ φωνὴν νύμφης ὅτι εἰς ἐρήμωσιν ἔσται πα̃σα ἡ γη̃ |