Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 11

ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναι̃ος λέγει
ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται ἢ καὶ ὁ εὔλαλος οἴεται εἰ̃ναι δίκαιος εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος
μὴ πολὺς ἐν ῥήμασιν γίνου οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι
μὴ γὰρ λέγε ὅτι καθαρός εἰμι τοι̃ς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτου̃
ἀλλὰ πω̃ς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ καὶ ἀνοίξει χείλη αὐτου̃ μετὰ σου̃
εἰ̃τα ἀναγγελει̃ σοι δύναμιν σοφίας ὅτι διπλου̃ς ἔσται τω̃ν κατὰ σέ καὶ τότε γνώση̨ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὡ̃ν ἡμάρτηκας
ἠ̃ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ παντοκράτωρ
ὑψηλὸς ὁ οὐρανός καὶ τί ποιήσεις βαθύτερα δὲ τω̃ν ἐν ἅ̨δου τί οἰ̃δας
ἢ μακρότερα μέτρου γη̃ς ἢ εὔρους θαλάσσης
10 ἐὰν δὲ καταστρέψη̨ τὰ πάντα τίς ἐρει̃ αὐτω̨̃ τί ἐποίησας
11 αὐτὸς γὰρ οἰ̃δεν ἔργα ἀνόμων ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται
12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνω̨ ἐρημίτη̨
13 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου ὑπτιάζεις δὲ χει̃ρας πρὸς αὐτόν
14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου πόρρω ποίησον αὐτὸ ἀπὸ σου̃ ἀδικία δὲ ἐν διαίτη̨ σου μὴ αὐλισθήτω
15 οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν ἐκδύση̨ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθη̨̃ς
16 καὶ τὸν κόπον ἐπιλήση̨ ὥσπερ κυ̃μα παρελθὸν καὶ οὐ πτοηθήση̨
17 ἡ δὲ εὐχή σου ὥσπερ ἑωσφόρος ἐκ δὲ μεσημβρίας ἀνατελει̃ σοι ζωή
18 πεποιθώς τε ἔση̨ ὅτι ἔστιν σοι ἐλπίς ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανει̃ταί σοι εἰρήνη
19 ἡσυχάσεις γάρ καὶ οὐκ ἔσται ὁ πολεμω̃ν σε μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται
20 σωτηρία δὲ αὐτοὺς ἀπολείψει ἡ γὰρ ἐλπὶς αὐτω̃ν ἀπώλεια ὀφθαλμοὶ δὲ ἀσεβω̃ν τακήσονται

ΙΩΒ, κεφαλίς 12

ὑπολαβὼν δὲ Ιωβ λέγει
εἰ̃τα ὑμει̃ς ἐστε ἄνθρωποι ἠ̃ μεθ' ὑμω̃ν τελευτήσει σοφία
κἀμοὶ μὲν καρδία καθ' ὑμα̃ς ἐστιν
δίκαιος γὰρ ἀνὴρ καὶ ἄμεμπτος ἐγενήθη εἰς χλεύασμα
εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσει̃ν ὑπὸ ἄλλους οἴκους τε αὐτου̃ ἐκπορθει̃σθαι ὑπὸ ἀνόμων
οὐ μὴν δὲ ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθω̨̃ος ἔσεσθαι ὅσοι παροργίζουσιν τὸν κύριον ὡς οὐχὶ καὶ ἔτασις αὐτω̃ν ἔσται
ἀλλὰ δὴ ἐπερώτησον τετράποδα ἐάν σοι εἴπωσιν πετεινὰ δὲ οὐρανου̃ ἐάν σοι ἀπαγγείλωσιν
ἐκδιήγησαι δὲ γη̨̃ ἐάν σοι φράση̨ καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τη̃ς θαλάσσης
τίς οὐκ ἔγνω ἐν πα̃σι τούτοις ὅτι χεὶρ κυρίου ἐποίησεν ταυ̃τα
10 εἰ μὴ ἐν χειρὶ αὐτου̃ ψυχὴ πάντων τω̃ν ζώντων καὶ πνευ̃μα παντὸς ἀνθρώπου
11 οὐ̃ς μὲν γὰρ ῥήματα διακρίνει λάρυγξ δὲ σι̃τα γεύεται
12 ἐν πολλω̨̃ χρόνω̨ σοφία ἐν δὲ πολλω̨̃ βίω̨ ἐπιστήμη
13 παρ' αὐτω̨̃ σοφία καὶ δύναμις αὐτω̨̃ βουλὴ καὶ σύνεσις
14 ἐὰν καταβάλη̨ τίς οἰκοδομήσει ἐὰν κλείση̨ κατὰ ἀνθρώπων τίς ἀνοίξει
15 ἐὰν κωλύση̨ τὸ ὥδωρ ξηρανει̃ τὴν γη̃ν ἐὰν δὲ ἐπαφη̨̃ ἀπώλεσεν αὐτὴν καταστρέψας
16 παρ' αὐτω̨̃ κράτος καὶ ἰσχύς αὐτω̨̃ ἐπιστήμη καὶ σύνεσις
17 διάγων βουλευτὰς αἰχμαλώτους κριτὰς δὲ γη̃ς ἐξέστησεν
18 καθιζάνων βασιλει̃ς ἐπὶ θρόνους καὶ περιέδησεν ζώνη̨ ὀσφύας αὐτω̃ν
19 ἐξαποστέλλων ἱερει̃ς αἰχμαλώτους δυνάστας δὲ γη̃ς κατέστρεψεν
20 διαλλάσσων χείλη πιστω̃ν σύνεσιν δὲ πρεσβυτέρων ἔγνω
21 ἐκχέων ἀτιμίαν ἐπ' ἄρχοντας ταπεινοὺς δὲ ἰάσατο
22 ἀνακαλύπτων βαθέα ἐκ σκότους ἐξήγαγεν δὲ εἰς φω̃ς σκιὰν θανάτου
23 πλανω̃ν ἔθνη καὶ ἀπολλύων αὐτά καταστρωννύων ἔθνη καὶ καθοδηγω̃ν αὐτά
24 διαλλάσσων καρδίας ἀρχόντων γη̃ς ἐπλάνησεν δὲ αὐτοὺς ὁδω̨̃ ἡ̨̃ οὐκ ἤ̨δεισαν
25 ψηλαφήσαισαν σκότος καὶ μὴ φω̃ς πλανηθείησαν δὲ ὥσπερ ὁ μεθύων

ΙΩΒ, κεφαλίς 13

ἰδοὺ ταυ̃τα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὐ̃ς
καὶ οἰ̃δα ὅσα καὶ ὑμει̃ς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμω̃ν
οὐ μὴν δὲ ἀλλ' ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτου̃ ἐὰν βούληται
ὑμει̃ς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακω̃ν πάντες
εἴη δὲ ὑμι̃ν κωφευ̃σαι καὶ ἀποβήσεται ὑμι̃ν εἰς σοφίαν
ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε
πότερον οὐκ ἔναντι κυρίου λαλει̃τε ἔναντι δὲ αὐτου̃ φθέγγεσθε δόλον
ἠ̃ ὑποστελει̃σθε ὑμει̃ς δὲ αὐτοὶ κριταὶ γένεσθε
καλόν γε ἐὰν ἐξιχνιάση̨ ὑμα̃ς εἰ γὰρ τὰ πάντα ποιου̃ντες προστεθήσεσθε αὐτω̨̃
10 οὐθὲν ἡ̃ττον ἐλέγξει ὑμα̃ς εἰ δὲ καὶ κρυφη̨̃ πρόσωπα θαυμάσετε
11 πότερον οὐχὶ δεινὰ αὐτου̃ στροβήσει ὑμα̃ς φόβος δὲ παρ' αὐτου̃ ἐπιπεσει̃ται ὑμι̃ν
12 ἀποβήσεται δὲ ὑμω̃ν τὸ ἀγαυρίαμα ἴσα σποδω̨̃ τὸ δὲ σω̃μα πήλινον
13 κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμου̃
14 ἀναλαβὼν τὰς σάρκας μου τοι̃ς ὀδου̃σιν ψυχὴν δέ μου θήσω ἐν χειρί
15 ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἠ̃ρκται ἠ̃ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτου̃
16 καὶ του̃τό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτου̃ δόλος εἰσελεύσεται
17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελω̃ γὰρ ὑμω̃ν ἀκουόντων
18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι του̃ κρίματός μου οἰ̃δα ἐγὼ ὅτι δίκαιος ἀναφανου̃μαι
19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νυ̃ν κωφεύσω καὶ ἐκλείψω
20 δυει̃ν δέ μοι χρήση̨ τότε ἀπὸ του̃ προσώπου σου οὐ κρυβήσομαι
21 τὴν χει̃ρα ἀπ' ἐμου̃ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω
22 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν
23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν
24 διὰ τί ἀπ' ἐμου̃ κρύπτη̨ ἥγησαι δέ με ὑπεναντίον σοι
25 ἠ̃ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήση̨ ἢ ὡς χόρτω̨ φερομένω̨ ὑπὸ πνεύματος ἀντίκεισαί μοι
26 ὅτι κατέγραψας κατ' ἐμου̃ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας
27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τω̃ν ποδω̃ν μου ἀφίκου
28 ὃ παλαιου̃ται ἴσα ἀσκω̨̃ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον

ΙΩΒ, κεφαλίς 14

βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργη̃ς
ἢ ὥσπερ ἄνθος ἀνθη̃σαν ἐξέπεσεν ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στη̨̃
οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ του̃τον ἐποίησας εἰσελθει̃ν ἐν κρίματι ἐνώπιόν σου
τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ἀλλ' οὐθείς
ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτου̃ ἐπὶ τη̃ς γη̃ς ἀριθμητοὶ δὲ μη̃νες αὐτου̃ παρὰ σοί εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβη̨̃
ἀπόστα ἀπ' αὐτου̃ ἵνα ἡσυχάση̨ καὶ εὐδοκήση̨ τὸν βίον ὥσπερ ὁ μισθωτός
ἔστιν γὰρ δένδρω̨ ἐλπίς ἐὰν γὰρ ἐκκοπη̨̃ ἔτι ἐπανθήσει καὶ ὁ ῥάδαμνος αὐτου̃ οὐ μὴ ἐκλίπη̨
ἐὰν γὰρ γηράση̨ ἐν γη̨̃ ἡ ῥίζα αὐτου̃ ἐν δὲ πέτρα̨ τελευτήση̨ τὸ στέλεχος αὐτου̃
ἀπὸ ὀσμη̃ς ὕδατος ἀνθήσει ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον
10 ἀνὴρ δὲ τελευτήσας ὤ̨χετο πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν
11 χρόνω̨ γὰρ σπανίζεται θάλασσα ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη
12 ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστη̨̃ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφη̨̃ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτω̃ν
13 εἰ γὰρ ὄφελον ἐν ἅ̨δη̨ με ἐφύλαξας ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξη̨ μοι χρόνον ἐν ὡ̨̃ μνείαν μου ποιήση̨
14 ἐὰν γὰρ ἀποθάνη̨ ἄνθρωπος ζήσεται συντελέσας ἡμέρας του̃ βίου αὐτου̃ ὑπομενω̃ ἕως ἂν πάλιν γένωμαι
15 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι τὰ δὲ ἔργα τω̃ν χειρω̃ν σου μὴ ἀποποιου̃
16 ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθη̨ σε οὐδὲν τω̃ν ἁμαρτιω̃ν μου
17 ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίω̨ ἐπεσημήνω δέ εἴ τι ἄκων παρέβην
18 καὶ πλὴν ὄρος πι̃πτον διαπεσει̃ται καὶ πέτρα παλαιωθήσεται ἐκ του̃ τόπου αὐτη̃ς
19 λίθους ἐλέαναν ὕδατα καὶ κατέκλυσεν ὕδατα ὕπτια του̃ χώματος τη̃ς γη̃ς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας
20 ὠ̃σας αὐτὸν εἰς τέλος καὶ ὤ̨χετο ἐπέστησας αὐτω̨̃ τὸ πρόσωπον καὶ ἐξαπέστειλας
21 πολλω̃ν δὲ γενομένων τω̃ν υἱω̃ν αὐτου̃ οὐκ οἰ̃δεν ἐὰν δὲ ὀλίγοι γένωνται οὐκ ἐπίσταται
22 ἀλλ' ἢ αἱ σάρκες αὐτου̃ ἤλγησαν ἡ δὲ ψυχὴ αὐτου̃ ἐπένθησεν
Читать далее:ΙΩΒ, κεφαλίς 15
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).