ΙΩΒ,
κεφαλίς 14
1 βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργη̃ς |
2 ἢ ὥσπερ ἄνθος ἀνθη̃σαν ἐξέπεσεν ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στη̨̃ |
3 οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ του̃τον ἐποίησας εἰσελθει̃ν ἐν κρίματι ἐνώπιόν σου |
4 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου ἀλλ' οὐθείς |
5 ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτου̃ ἐπὶ τη̃ς γη̃ς ἀριθμητοὶ δὲ μη̃νες αὐτου̃ παρὰ σοί εἰς χρόνον ἔθου καὶ οὐ μὴ ὑπερβη̨̃ |
6 ἀπόστα ἀπ' αὐτου̃ ἵνα ἡσυχάση̨ καὶ εὐδοκήση̨ τὸν βίον ὥσπερ ὁ μισθωτός |
7 ἔστιν γὰρ δένδρω̨ ἐλπίς ἐὰν γὰρ ἐκκοπη̨̃ ἔτι ἐπανθήσει καὶ ὁ ῥάδαμνος αὐτου̃ οὐ μὴ ἐκλίπη̨ |
8 ἐὰν γὰρ γηράση̨ ἐν γη̨̃ ἡ ῥίζα αὐτου̃ ἐν δὲ πέτρα̨ τελευτήση̨ τὸ στέλεχος αὐτου̃ |
9 ἀπὸ ὀσμη̃ς ὕδατος ἀνθήσει ποιήσει δὲ θερισμὸν ὥσπερ νεόφυτον |
10 ἀνὴρ δὲ τελευτήσας ὤ̨χετο πεσὼν δὲ βροτὸς οὐκέτι ἔστιν |
11 χρόνω̨ γὰρ σπανίζεται θάλασσα ποταμὸς δὲ ἐρημωθεὶς ἐξηράνθη |
12 ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστη̨̃ ἕως ἂν ὁ οὐρανὸς οὐ μὴ συρραφη̨̃ καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτω̃ν |
13 εἰ γὰρ ὄφελον ἐν ἅ̨δη̨ με ἐφύλαξας ἔκρυψας δέ με ἕως ἂν παύσηταί σου ἡ ὀργὴ καὶ τάξη̨ μοι χρόνον ἐν ὡ̨̃ μνείαν μου ποιήση̨ |
14 ἐὰν γὰρ ἀποθάνη̨ ἄνθρωπος ζήσεται συντελέσας ἡμέρας του̃ βίου αὐτου̃ ὑπομενω̃ ἕως ἂν πάλιν γένωμαι |
15 εἰ̃τα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι τὰ δὲ ἔργα τω̃ν χειρω̃ν σου μὴ ἀποποιου̃ |
16 ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα καὶ οὐ μὴ παρέλθη̨ σε οὐδὲν τω̃ν ἁμαρτιω̃ν μου |
17 ἐσφράγισας δέ μου τὰς ἀνομίας ἐν βαλλαντίω̨ ἐπεσημήνω δέ εἴ τι ἄκων παρέβην |
18 καὶ πλὴν ὄρος πι̃πτον διαπεσει̃ται καὶ πέτρα παλαιωθήσεται ἐκ του̃ τόπου αὐτη̃ς |
19 λίθους ἐλέαναν ὕδατα καὶ κατέκλυσεν ὕδατα ὕπτια του̃ χώματος τη̃ς γη̃ς καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας |
20 ὠ̃σας αὐτὸν εἰς τέλος καὶ ὤ̨χετο ἐπέστησας αὐτω̨̃ τὸ πρόσωπον καὶ ἐξαπέστειλας |
21 πολλω̃ν δὲ γενομένων τω̃ν υἱω̃ν αὐτου̃ οὐκ οἰ̃δεν ἐὰν δὲ ὀλίγοι γένωνται οὐκ ἐπίσταται |
22 ἀλλ' ἢ αἱ σάρκες αὐτου̃ ἤλγησαν ἡ δὲ ψυχὴ αὐτου̃ ἐπένθησεν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.