Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΙΩΒ, κεφαλίς 2

1 ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη καὶ ἠ̃λθον οἱ ἄγγελοι του̃ θεου̃ παραστη̃ναι ἔναντι κυρίου καὶ ὁ διάβολος ἠ̃λθεν ἐν μέσω̨ αὐτω̃ν παραστη̃ναι ἐναντίον του̃ κυρίου
2 καὶ εἰ̃πεν ὁ κύριος τω̨̃ διαβόλω̨ πόθεν σὺ ἔρχη̨ τότε εἰ̃πεν ὁ διάβολος ἐνώπιον του̃ κυρίου διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι
3 εἰ̃πεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον προσέσχες οὐ̃ν τω̨̃ θεράποντί μου Ιωβ ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τω̃ν ἐπὶ τη̃ς γη̃ς ἄνθρωπος ἄκακος ἀληθινός ἄμεμπτος θεοσεβής ἀπεχόμενος ἀπὸ παντὸς κακου̃ ἔτι δὲ ἔχεται ἀκακίας σὺ δὲ εἰ̃πας τὰ ὑπάρχοντα αὐτου̃ διὰ κενη̃ς ἀπολέσαι
4 ὑπολαβὼν δὲ ὁ διάβολος εἰ̃πεν τω̨̃ κυρίω̨ δέρμα ὑπὲρ δέρματος ὅσα ὑπάρχει ἀνθρώπω̨ ὑπὲρ τη̃ς ψυχη̃ς αὐτου̃ ἐκτείσει
5 οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χει̃ρά σου ἅψαι τω̃ν ὀστω̃ν αὐτου̃ καὶ τω̃ν σαρκω̃ν αὐτου̃ εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
6 εἰ̃πεν δὲ ὁ κύριος τω̨̃ διαβόλω̨ ἰδοὺ παραδίδωμί σοι αὐτόν μόνον τὴν ψυχὴν αὐτου̃ διαφύλαξον
7 ἐξη̃λθεν δὲ ὁ διάβολος ἀπὸ του̃ κυρίου καὶ ἔπαισεν τὸν Ιωβ ἕλκει πονηρω̨̃ ἀπὸ ποδω̃ν ἕως κεφαλη̃ς
8 καὶ ἔλαβεν ὄστρακον ἵνα τὸν ἰχω̃ρα ξύη̨ καὶ ἐκάθητο ἐπὶ τη̃ς κοπρίας ἔξω τη̃ς πόλεως
9 χρόνου δὲ πολλου̃ προβεβηκότος εἰ̃πεν αὐτω̨̃ ἡ γυνὴ αὐτου̃ μέχρι τίνος καρτερήσεις λέγων
10 ὁ δὲ ἐμβλέψας εἰ̃πεν αὐτη̨̃ ὥσπερ μία τω̃ν ἀφρόνων γυναικω̃ν ἐλάλησας εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου τὰ κακὰ οὐχ ὑποίσομεν ἐν πα̃σιν τούτοις τοι̃ς συμβεβηκόσιν αὐτω̨̃ οὐδὲν ἥμαρτεν Ιωβ τοι̃ς χείλεσιν ἐναντίον του̃ θεου̃
11 ἀκούσαντες δὲ οἱ τρει̃ς φίλοι αὐτου̃ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτω̨̃ παρεγένοντο ἕκαστος ἐκ τη̃ς ἰδίας χώρας πρὸς αὐτόν Ελιφας ὁ Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν του̃ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν
12 ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν καὶ βοήσαντες φωνη̨̃ μεγάλη̨ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτου̃ στολὴν καὶ καταπασάμενοι γη̃ν
13 παρεκάθισαν αὐτω̨̃ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας καὶ οὐδεὶς αὐτω̃ν ἐλάλησεν ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὐ̃σαν καὶ μεγάλην σφόδρα
Читать далее:ΙΩΒ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).